130
αʹ. Μετὰ τὸ ξενίσαι τοὺς ἄνδρας, ἐξέρχεται σὺν αὐτοῖς· καλῶς. Πρότερον φιλοφρονεῖται ἅτε ἀπὸ καμάτου ὄντας αὐτοὺς, καὶ οἰκειοῖ ἑαυτῷ, εἶτα λοιπὸν καὶ συνέξεισι. Τῇ δὲ ἐπαύριον, φησὶν, ἀναστὰς ὁ Πέτρος, ἦλθε σὺν αὐτοῖς, καί τινες τῶν ἀδελφῶν. Οὐ μόνος, ἀλλὰ καὶ ἄλλοι ἔρχονται μετ' αὐτοῦ· καὶ τοῦτο οἰκονομικῶς, ὥστε εἶναι μάρτυρας μετὰ ταῦτα, ὅταν ἀπολογεῖσθαι δέοι Πέτρον. Ὁ δὲ Κορνήλιος ἦν προσδοκῶν αὐτοὺς, συγκαλεσάμενος τοὺς συγγενεῖς αὐτοῦ καὶ τοὺς ἀναγκαίους φίλους. Τοῦτο φίλου, τοῦτο θεοσεβοῦς, ἐν τοῖς τοιούτοις ἀγαθοῖς πρὸ πάντων ποιεῖσθαι κοινωνοὺς τοὺς ἀναγκαίους φίλους. Εἰκότως τούτους συγκαλεῖ, οἷς ἐθάῤῥει ἀεὶ περὶ τοιούτων διασκεπτόμενος μάλιστα, ἃ περιττὸν τέως ἦν πρὸς ἄλλους ἐξενεγκεῖν. Ἐμοὶ δὲ καὶ φίλοι καὶ συγγενεῖς παρ' αὐτοῦ δοκοῦσιν ἐῤῥυθμίσθαι. Ὡς δὲ ἐγένετο τοῦ συνελθεῖν τὸν Πέτρον, συναντήσας αὐτῷ ὁ Κορνήλιος, πεσὼν ἐπὶ τοὺς πόδας προσεκύνησεν. Ὁ δὲ Πέτρος ἤγειρεν αὐτὸν, λέγων· Ἀνάστηθι· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι. Τοῦτο ποιεῖ, τὸ ταπεινὸν αὐτοῦ δεικνὺς, καὶ παιδεύων τοὺς ἄλλους, καὶ τῷ Θεῷ εὐχαριστῶν, καὶ δηλῶν ὡς, εἰ καὶ ἐκελεύσθη, ὅμως οἴκοθεν πολλὴν εἶχε τὴν εὐλάβειαν. Τί οὖν ὁ Πέτρος; Ἀνάστηθι· καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι. Ὁρᾷς, πῶς πρὸ τῶν ἄλλων τοῦτο αὐτοὺς παιδεύουσι, μηδὲν μέγα περὶ ἑαυτῶν φαντάζεσθαι; Καὶ συνομιλῶν αὐτῷ, εἰσῆλθε· καὶ εὑρίσκει συνεληλυθότας πολλοὺς, ἔφη τε πρὸς αὐτούς· Ὑμεῖς ἐπίστασθε, ὡς ἀθέμιτόν ἐστιν ἀνδρὶ Ἰουδαίῳ κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. Ὅρα, εὐθέως περὶ τῆς τοῦ Θεοῦ φιλανθρωπίας διαλέγεται, καὶ δείκνυσιν, ὅτι μεγάλα αὐτοῖς ἐχαρίσατο ἀγαθά. Οὐ μόνον δὲ τοῦτο θαυμάζειν ἐνταῦθα ἔνι, ὅτι τοιαῦτα διαλέγεται· ἀλλ' ὅτι πῶς ὁμοῦ καὶ μεγάλα φθέγγεται, καὶ μετριάζει. Οὐ γὰρ εἶπεν· Ἄνθρωποι μηδενὶ καταξιοῦντες κολλᾶσθαι, ἤλθομεν πρὸς ὑμᾶς· ἀλλὰ τί; Ὑμεῖς ἐπίστασθε (ὁ Θεὸς τοῦτο ἐκέλευσε, φησί), παράνομον εἶναι κολλᾶσθαι ἢ προσέρχεσθαι ἀλλοφύλῳ. Εἶτα ἵνα μὴ ἐπ' αὐτῷ τὴν χάριν θῇ, ἐπάγει· Καὶ ἐμοὶ ὁ Θεὸς ἔδειξε μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Τοῦτο προστίθησιν, ἵνα μὴ δόξῃ κολακεύειν αὐτόν. ∆ιὸ καὶ ἀναντιῤῥήτως ἦλθον μεταπεμφθείς. Ἵνα μὴ νομίσωσιν, ὅτι, εἰ καὶ παρανομία ἦν τὸ πρᾶγμα, ἐπειδὴ ἄρχων ἦν, διὰ τοῦτο ἐπήκουσεν, ἀλλὰ τὸ πᾶν τῷ Θεῷ λογίσωνται, οὐ μόνον οὐ κολλᾶσθαι, ἀλλ' οὐδὲ προσέρχεσθαι ἐξὸν, φησίν. Πυνθάνομαι οὖν τίνι λόγῳ μετεπέμψασθέ με. Οὐκ ἀγνοῶν πυνθάνεται· ᾔδει γὰρ τὸ πᾶν ὁ Πέτρος ἀπὸ τοῦ ὁράματος· ἤκουσε δὲ καὶ παρὰ τῶν στρατιωτῶν· ἀλλὰ βούλεται πρῶτον αὐτοὺς ὁμολογῆσαι, καὶ ὑπευθύνους ποιῆσαι τῇ πίστει. Τί οὖν ὁ Κορνήλιος; Οὐκ εἶπεν· Οὐ γὰρ εἶπόν σοι οἱ στρατιῶ 60.178 ται; ἀλλ' ὅρα, πῶς πράως καὶ ταπεινῶς· Ἀπὸ τετάρτης ἡμέρας μέχρι ταύτης τῆς ὥρας ἤμην νηστεύων, καὶ τὴν ἐνάτην ὥραν προσευχόμενος ἐν τῷ οἴκῳ μου· καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ, καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ. Καὶ τὴν ἐνάτην ὥραν, φησὶ, προσευχόμενος. Τί ἐστι τοῦτο; Ἐμοὶ δοκεῖ καὶ καιροὺς ὡρικέναι ἑαυτῷ βίου ἀκριβεστέρου, καὶ ἔν τισιν ἡμέραις. ∆ιὰ γὰρ τοῦτο εἶπεν· Ἀπὸ τετάρτης ἡμέρας. Ὅρα πόσον ἐστὶν εὐχή. Ὅτε ἐπέδωκεν εἰς εὐλάβειαν, τότε φαίνεται αὐτῷ ὁ ἄγγελος. Αὕτη μία ἡμέρα· καὶ ἢν ἀπῆλθον οἱ πεμφθέντες, μία· καὶ ἣν ἦλθον, πάλιν μία· καὶ τῇ τετάρτῃ ἐφάνη, ὡς εἶναι δευτέραν μεθ' ἣν προσηύξατο. Καὶ ἰδοὺ ἀνὴρ ἔστη ἐνώπιόν μου ἐν ἐσθῆτι λαμπρᾷ. Οὐ λέγει ἄγγελον, οὕτως ἐστὶν ἄτυφος. Καί φησι· Κορνήλιε, εἰσηκούσθη σου ἡ προσευχὴ, καὶ αἱ ἐλεημοσύναι σου ἐμνήσθησαν ἐνώπιον τοῦ Θεοῦ. Πέμψον οὖν εἰς Ἰόππην, καὶ μετακάλεσαι Σίμωνα, ὃς ἐπικαλεῖται Πέτρος· οὗτος ξενίζεται ἐν οἰκίᾳ Σίμωνος βυρσέως παρὰ θάλασσαν· ὃς παραγενόμενος λαλήσει σοι. Ἐξ αὐτῆς οὖν ἔπεμψα πρὸς σέ· σύ τε καλῶς ἐποίησας παραγενόμενος, Νῦν οὖν πάντες ἡμεῖς ἐνώπιον τοῦ Θεοῦ πάρεσμεν, ἀκοῦσαι πάντα τὰ προστεταγμένα σοι ὑπὸ τοῦ Θεοῦ. ∆ιὰ τοῦτο εἶπε· Τίνι λόγῳ μετεπέμψασθέ με; ἵνα ταῦτα οὕτως εἴπῃ τὰ ῥήματα. Ἀνοίξας δὲ Πέτρος τὸ στόμα εἶπεν· Ἐπ' ἀληθείας