134
Πορνείας σε ἀπείργω. Μὴ γὰρ τῆς τῶν χρημάτων ἀπολαύσεως; Πλεονεξίας καὶ ἁρπαγῆς. Μὴ γὰρ ἀναγκάζω πάντα κενῶσαι; Ὀλίγα ἀπὸ τῶν ἐνόντων δοῦναι τοῖς δεομένοις (Τὸ ὑμῶν περίσσευμα, φησὶν, εἰς τὸ ἐκείνων ὑστέρημα)· καὶ οὐδὲ οὕτω πείθομεν. Μὴ γὰρ νηστεύειν βιάζομεν; Μεθύειν κωλύομεν καὶ γαστρίζεσθαι. Ταῦτα περιαιροῦμεν, ἃ ἀσχημοσύνην σοι φέρει, ἃ καὶ πρὸς τῆς γεέννης ἐντεῦθεν ἤδη φευκτὰ καὶ μισητὰ καὶ αὐτὸς εἶναι συνομολογεῖς. Μὴ γὰρ ἥδεσθαι καὶ χαίρειν; Ἀλλὰ μὴ αἰσχρῶς, μηδὲ ἀναξίως. δʹ. Τί δέδοικας; τί φοβῇ; τί τρέμεις; Ἔνθα γάμος, ἔνθα χρημάτων ἀπόλαυσις, ἔνθα τροφὴ σύμμετρος, ποία ἁμαρτίας ὑπόθεσις; Καὶ μὴν οἱ ἔξωθεν τὰ ἐναντία ἐπιτάττουσι, καὶ ἀκούονται. Οὐ γὰρ ἀπὸ τῶν ἐνόντων ἀπαιτοῦσιν, ἀλλὰ λέγουσιν, ὅτι τοσόνδε δοῦναι δεῖ· κἂν προβάλλῃ πενίαν, οὐδὲ οὕτως ἀφίστανται. Ὁ δὲ Χριστὸς οὐχ οὕτως· ἀλλ' Ἀφ' ὧν ἔχεις δὸς, καὶ εἰς τὴν πρώτην σε καταλέξω τάξιν. Πάλιν ἐκεῖνοι, Εἰ βούλει, φησὶν, εὐδοκιμεῖν, κατάλιπε πατέρα, μητέρα, συγγενεῖς, οἰκείους, καὶ προσέδρευε τοῖς βασιλείοις, κοπτόμενος, ταλαιπωρούμενος, δουλεύων, σπώμενος, μυρία πάσχων κακά· ὁ δὲ Χριστὸς οὐχ οὕτως, ἀλλ', Ἔσο ἐν τῇ οἰκίᾳ μετὰ τῆς γυναικὸς, μετὰ τῶν παίδων, καὶ αὐτὰ ταῦτα διάπλαττε καὶ ῥύθμιζε, τὸν ἀπράγμονα βίον ζῇν καὶ ἀκίνδυνον. Ναὶ, φησὶν, ἀλλ' ἐκεῖνος χρήματα ἐπαγγέλλεται. Ἀλλ' οὗτος βασιλείαν, μᾶλλον δὲ καὶ χρήματα μετὰ ταύτης· Ζητεῖτε γὰρ, φησὶ, τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν. Καὶ ἐκεῖνος μὲν οὐδὲ ἐν προσθήκης μέρει, οὗτος δὲ καὶ προηγουμένως. Νεώτερος ἐγενόμην, φησί· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ἀρξώμεθα τοίνυν, τῆς ἀρετῆς θῶμεν προοίμιον· ἐπιλαβώμεθα αὐτῆς μόνον, καὶ ὄψει οἷα τὰ ἀγαθά. Μὴ γὰρ ἀπονητὶ ἐκεῖνα κατορθοῖς, ὅτι πρὸς ταῦτα μαλακίζῃ; Ναὶ, φησὶν, ἐκεῖνα ἀπονητὶ, ταῦτα δὲ μετὰ πόνου. Ἄπαγε· οὐκ ἔστι τοῦτο, οὐκ ἔστιν· ἀλλ' εἴ τι δεῖ τἀληθὲς εἰπεῖν, ἐκεῖνα μᾶλλον πόνοις συνέζευκται καὶ μετὰ πόνου πλείονος κατορθοῦται, ταῦτα δὲ, ἂν ἐθέλωμεν, ῥᾳδίως. Μὴ δὴ ἀποπηδῶμεν τῶν θείων μυστηρίων, παρακαλῶ· μὴ τοῦτο ἴδῃς, ὅτι ὁ πρὸ σοῦ φωτισθεὶς, φαῦλος γέγονε, καὶ τῆς ἐλπίδος ἐξέπεσε τῆς αὐτοῦ, καὶ ὀκνηρότερος σαυτοῦ γένῃ· ἐπεὶ καὶ ἐν τοῖς στρατιώταις ὁρῶμεν τοὺς μὲν οὐκ εἰς δέον χρωμένους τῇ στρατείᾳ, τοὺς δὲ εὐδοκιμοῦντας· καὶ οὐ τοῖς ῥᾳθύμοις προσέχομεν, ἀλλὰ τούτους ζηλοῦμεν τοὺς κατορθοῦντας. Πρὸς τούτοις ἐννόησον, ὅσοι μετὰ τὸ φώτισμα ἄγγελοι ἀντὶ ἀνθρώπων 60.183 γεγόνασι. Φοβήθητι τὸ τοῦ μέλλοντος ἄδηλον. Ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται ὁ θάνατος· οὐδὲ ἁπλῶς ὡς κλέπτης, ἀλλὰ καθευδόντων ἡμῶν ἐπιτίθεται, καὶ ῥᾳθυμοῦντας λαβὼν ἄπεισι. ∆ιὰ τοῦτο ἄδηλον ἐποίησε τὸ μέλλον ὁ Θεὸς, ἵνα ἀεὶ τῷ τῆς προσδοκίας ἀδήλῳ ἐν ἀρετῇ διάγωμεν. Ἀλλὰ φιλάνθρωπός ἐστι, φησί. Μέχρι πότε τὸ ψυχρὸν τοῦτο ῥῆμα καὶ καταγέλαστον λέγομεν; Ἐγὼ οὐχ ὅτι φιλάνθρωπός ἐστιν ὁ Θεὸς λέγω μόνον καὶ παύομαι· ἀλλ' ὅτι οὐδὲν φιλανθρωπότερον αὐτοῦ, καὶ ὅτι χρησίμως ἅπαντα τὰ καθ' ἡμᾶς οἰκονομεῖ. Πόσους ὁρᾷς ἐν ἡλικίᾳ πάσῃ ἐλέφαντι διάγοντας; πόσους ἀπὸ πρώτης ἡλικίας τυφλώττοντας μέχρι γήρως, ἄλλους ἐν πηρώσει μετὰ ταῦτα γενομένους, ἄλλους ἐν πενίᾳ, ἄλλους ἐν δεσμοῖς, ἑτέρους ἐν μετάλλοις, ἄλλους ὁμοῦ καταχωσθέντας, ἄλλους ἐν πολέμοις ἀναλωθέντας; Ταῦτα οὐκ ἔστι φιλανθρωπίας; εἰπέ μοι· ταῦτα οὐκ ἐδύνατο κωλῦσαι, εἰ ἠθέλησεν; ἀλλ' ἀφίησι. Ναὶ, φησί. Σὺ δὲ εἰπέ μοι, διὰ τί οἱ ἐκ πρώτης ἡλικίας τυφλοί; Οὐκ ἐρῶ, ἕως ἂν ὑπόσχῃ μοι, ὅτι φωτίζῃ, ὅτι φωτισθεὶς βιοῖς ὀρθῶς. Οὐ θέμις σοι τὰ τοιαῦτα ἐπιλύεσθαι· οὐ γὰρ δὴ μέχρι τέρψεώς ἐστιν ὁ λόγος. Κἂν γὰρ τοῦτο λύσω, ἕτερον ἐπεισέρχεται ζήτημα· ἄβυσσος γάρ ἐστι ζητημάτων ἡ Γραφή. Ὥστε μὴ μόνον ἐθίζετε ἑαυτοὺς πρὸς τὸ λύσιν ζητεῖν, ἀλλὰ καὶ πρὸς τὸ μὴ ζητεῖν. Ἐπεὶ οὐδέποτε στησόμεθα ζητοῦντες. Ἰδοὺ γὰρ, ἂν τοῦτο λύσω, μυρίας νιφάδας ἐπιδεικνύω ζητημάτων. Ὥστε μανθάνωμεν μᾶλλον τοῦτο ζητεῖν, ἢ τὰ ζητηθέντα λύειν. Οὔτε γὰρ, ἐὰν λύσωμεν,