1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

137

νομοθεσία; Ἦλθον δὲ σὺν ἐμοὶ καὶ οἱ ἓξ ἀδελφοὶ οὗτοι. Τί γένοιτ' ἂν ταπεινότερον 60.186 Πέτρου, ὃς ἀπὸ ταύτης καὶ τῶν ἀδελφῶν τὴν μαρτυρίαν προβάλλεται; Συνῆλθον δέ μοι ἓξ ἀδελφοὶ, καὶ εἰσήλθομεν εἰς τὴν οἰκίαν τοῦ ἀνδρός. Ἀπήγγειλε δὲ ἡμῖν, πῶς εἶδε τὸν ἄγγελον ἐν τῷ οἴκῳ αὐτοῦ σταθέντα καὶ εἰπόντα αὐτῷ· Ἀπόστειλον εἰς Ἰόππην ἄνδρας, καὶ μετάπεμψαι Σίμωνα τὸν ἐπικαλούμενον Πέτρον, ὃς λαλήσει ῥήματα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Καὶ οὐκ εἶπε τὰ παρὰ τοῦ ἀγγέλου ῥηθέντα τῷ Κορνηλίῳ· Αἱ εὐχαί σου καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν εἰς μνημόσυνον ἐνώπιον τοῦ Θεοῦ, ἵνα μὴ προσστῇ αὐτοῖς· ἀλλ' ἅπερ οὐδὲν εἶχον μέγα· Λαλήσει ῥήματα πρὸς σὲ, ἐν οἷς σωθήσῃ σὺ καὶ πᾶς ὁ οἶκός σου. Ὁρᾷς, πῶς δι' ὅπερ ἔφθην ἐπείγεται; Καὶ οὐδὲν λέγει περὶ τῆς ἐπιεικείας τοῦ ἀνδρός. Τοῦ Πνεύματος τοίνυν πέμψαντος, τοῦ Θεοῦ κελεύσαντος, διὰ τοῦ ἀγγέλου ἐκεῖθεν καλέσαντος, ἐντεῦθεν ὠθοῦντος, λύοντος τὴν διαφορὰν τῶν πραγμάτων, τί ποιῆσαι ἔδει; Ἀλλ' οὐ λέγει τούτων οὐδὲν, ἀλλ' ἀπὸ τοῦ ὑστέρου ἰσχυρίζεται· ὃ καὶ κατ' αὐτὸ ἀναμφισβήτητον ἦν μαρτύριον. Καὶ διὰ τί, φησὶ, μὴ τοῦτο γέγονε μόνον; Ἐκ περιουσίας παρὰ τοῦ Θεοῦ, ἵνα δειχθῇ καὶ ἡ ἀρχὴ οὐ παρὰ τοῦ Ἀποστόλου. Εἰ δὲ αὐτόματος ἀπῆλθεν, οὐδενὸς τούτων γενομένου, πάνυ ἂν ἐπλήγησαν· ὥστε ἄνωθεν αὐτῶν τὴν διάνοιαν οἰκειοῖ, λέγων πρὸς αὐτούς· Οἵτινες τὸ Πνεῦμα τὸ ἅγιον ἔλαβον ὡς καὶ ἡμεῖς. Καὶ πάλιν· Ἐν δὲ τῷ ἄρξασθαί με λαλεῖν, ἐπέπεσε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτοὺς, ὥσπερ καὶ ἐφ' ἡμᾶς ἐν ἀρχῇ. Καὶ οὐκ ἀρκεῖται τούτῳ, ἀλλὰ καὶ ῥήματος ἀναμιμνήσκει τοῦ Κυρίου· Ἐμνήσθην δὲ τοῦ ῥήματος Κυρίου ὡς ἔλεγεν· Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ. Ὥστε οὐδὲν καινότερον γέγονεν, ἀλλ' ὅπερ προεῖπεν. Ἀλλ' οὐκ ἔδει βαπτίσαι, φησί· ἀπήρτιστο γὰρ τὸ βάπτισμα, τοῦ Πνεύματος αὐτοῖς ἐπιπεπτωκότος. ∆ιὰ τοῦτο οὐ λέγει· Ἐκέλευσα πρότερον αὐτοὺς βαπτισθῆναι· ἀλλὰ τί; Μήτι τὸ ὕδωρ κωλῦσαι δύναταί τις, τοῦ μὴ βαπτισθῆναι τούτους; ἐκ τούτου δεικνὺς ἑαυτὸν οὐδὲν ποιήσαντα. Ὅπερ τοίνυν ἐσχήκαμεν ἡμεῖς, ἔλαβον ἐκεῖνοι. Εἰ οὖν τὴν ἴσην δωρεὰν, φησὶν, ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον Ἰησοῦν, ἐγὼ τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; Ἵνα ἐκ περιουσίας αὐτῶν ἐμφράξῃ τὰ στόματα, διὰ τοῦτο προσέθηκε· Τὴν ἴσην δωρεάν. Ὁρᾷς, πῶς οὐκ ἀφίησιν αὐτοὺς ἔλαττον ἔχειν πιστεύσαντας ἅπαξ; Τὴν ἴσην δωρεὰν ἔδωκεν αὐτοῖς ὁ Θεὸς, ὡς καὶ ἡμῖν πιστεύσασιν ἐπὶ τὸν Κύριον· ὥστε αὐτὸς καθαίρει αὐτούς. Καὶ οὐ λέγει, Ὑμῖν· ἀλλ', Ἡμῖν, λεαίνων καὶ ταύτῃ τὸν λόγον. Τί τοίνυν ἀναξιοπαθεῖτε, ὅταν ἡμεῖς αὐτοὺς κοινωνοὺς λέγωμεν; Ἀκούσαντες δὲ ταῦτα, ἡσύχασαν, καὶ ἐδόξασαν τὸν Θεὸν, λέγοντες· Ἄρα γε καὶ τοῖς ἔθνεσιν ὁ Θεὸς τὴν μετάνοιαν ἔδωκεν εἰς ζωήν. Ὁρᾷς πῶς ἀπὸ τῆς δημηγορίας τοῦ Πέτρου τὸ πᾶν γέγονε καλῶς ἀπαγγείλαντος τὰ γεγενημένα; ∆ιὸ καὶ ἐδόξαζον τὸν Θεὸν, ὅτι τὴν μετάνοιαν καὶ αὐτοῖς ἔδωκεν· οὕτως ἐταπεινώθησαν ἀπὸ τούτων τῶν λόγων. Ἐντεῦθεν ἀνεῴχθη ἡ θύρα πρὸς τὰ ἔθνη λοιπόν. Ἴδωμεν δὲ, εἰ δοκεῖ, ἄνωθεν τὰ εἰρημένα. Οὐκ εἶπεν, ὅτι ∆ιεκρίθη Πέτρος, ἀλλ', Οἱ ἐκ περιτομῆς· ἐπεὶ αὐτὸς ᾔδει τὸ κατασκευαζόμενον. Καὶ μὴν ἐκεῖνο ἐχρῆν θαυμάσαι, πῶς καὶ αὐτοὶ ἐπίστευσαν. ὅτε μὲν οὖν ἤκουσαν, ὅτι ἐπίστευσαν, οὐδὲν ἔπαθον· 60.187 ἀλλ' ὅτε ὁ Θεὸς ἐχαρίσατο τὸ Πνεῦμα, ὅτε ὁ Πέτρος ἐξετίθει τὴν ἑαυτοῦ ἔκστασιν, λέγων· Ὁ Θεὸς ἔδειξέ μοι μηδένα κοινὸν ἢ ἀκάθαρτον λέγειν ἄνθρωπον. Οὕτως ἄνωθεν ᾔδει τοῦτο. ∆ιὸ καὶ προκατασκευάζει τὸν λόγον τὸν ὑπὲρ τῶν ἐθνῶν, δεικνὺς, ὅτι οὐδὲ ἔθνη λοιπὸν ἦν τῆς πίστεως παραγενομένης. Οὐδὲν θαυμαστὸν τοίνυν, εἰ πρὸ τοῦ βαπτίσματος τὸ Πνεῦμα ἔλαβον· καὶ ἐφ' ἡμῶν τοῦτο γέγονεν. Ἐνταῦθα δείκνυσιν ὁ Πέτρος, ὅτι οὐδὲ ὡς οἱ λοιποὶ ἐβαπτίσθησαν, ἀλλὰ πολλῷ βέλτιον. ∆ιὰ τοῦτο δὲ οὕτως ἐκ περιουσίας οἰκονομεῖται, ἵνα μηδὲν ἔχωσι λέγειν, ἀλλὰ κἂν οὕτως ἴσους αὐτοῖς νομίσωσι. Καὶ ἠρώτησαν αὐτὸν, φησὶν, ἐπιμεῖναι. Ὁρᾷς, πῶς οὐκ οἰκείως πρὸς αὐτὸν διέκειντο; εἶδες τὸν ζῆλον, οἷον εἶχον