138
ὑπὲρ τοῦ νόμου; Οὐ τὸ ἀξίωμα Πέτρου ᾐδέσθησαν, οὐ τὰ γενόμενα σημεῖα, οὐ τὸ κατόρθωμα, ὅσον ἦν τὸ δέξασθαι τὸν λόγον· ἀλλ' ὑπὲρ τῶν μικρῶν ἐκείνων διεκρίνοντο. Εἰ γὰρ μηδὲν τούτων ἦν, οὐκ ἤρκει τὸ κατόρθωμα. Ἀλλ' οὐκ ἀπολογεῖται οὕτω Πέτρος· συνετὸς γὰρ ἦν· μᾶλλον δὲ οὐ τῆς συνέσεως αὐτοῦ ἦν, ἀλλὰ τοῦ Πνεύματος τὰ ῥήματα. Καὶ δείκνυσι διὰ τῆς ἀπολογίας ἑαυτὸν μὲν οὐδαμοῦ αἴτιον, πανταχοῦ δὲ τὸν Θεόν. Καὶ μονονουχὶ πρὸς αὐτοὺς τοῦτο λέγει· Ἐν ἐκστάσει με γενέσθαι αὐτὸς ἐποίησεν· ἐγὼ γὰρ ἁπλῶς προσευχόμενος ἤμην· τὸ σκεῦος αὐτὸς ἔδειξεν· ἐγὼ ἀντεῖπον· πάλιν αὐτὸς εἶπεν, καὶ οὐδὲ οὕτως ἤκουσα· Τὸ Πνεῦμα ἐκέλευσεν ἀπελθεῖν· καὶ ὅμως ἀπελθὼν οὐκ ἐπέδραμον· εἶπον, ὅτι ὁ Θεὸς ἔπεμψε, καὶ μετὰ ταῦτα οὐδὲ οὕτως ἐβάπτισα, ἀλλὰ πάλιν ὁ Θεὸς τὸ πᾶν εἰργάσατο. Ἄρα Θεὸς αὐτοὺς ἐβάπτισεν, οὐκ ἐγώ. Καὶ οὐκ εἶπε· Τούτων γεγονότων ἁπάντων, οὐκ ἔδει τὸ ὕδωρ προσθεῖναι λοιπόν; ἀλλ' ὡς οὐδενὸς λείποντος, Ἐγὼ τίς ἤμην, φησὶ, κωλῦσαι τὸν Θεόν; Βαβαὶ, οἵα ἡ ἀπολογία! οὐ γὰρ εἶπε· Ταῦτα οὖν εἰδότες ἡσυχάζετε· ἀλλὰ τί; ∆έχεται αὐτῶν τὴν ὁρμὴν, καὶ ἐγκαλοῦσιν ἀπολογεῖται· Τίς ἤμην δυνατὸς κωλῦσαι τὸν Θεόν; λέγων· σφόδρα ἐντρεπτικῶς καὶ βαρέως χρησάμενος τῇ ἀπολογίᾳ· Οὐκ ἠδυνάμην κωλῦσαι. Ὅθεν λοιπὸν φοβηθέντες, ἡσύχασαν, καὶ ἐδόξαζον τὸν Θεόν. γʹ. Οὕτω καὶ ἡμᾶς χρὴ ἐν τοῖς τῶν πλησίον ἀγαθοῖς δοξάζειν τὸν Θεὸν, ἀλλ' οὐκ ἐπηρεάζειν, καθάπερ οἱ πολλοὶ τῶν νεοφωτίστων ἐπηρεάζουσιν, ὅταν ἄλλους ἴδωσι φωτισθέντας καὶ εὐθὺς ἀπιόντας. ∆οξάζειν δεῖ τὸν Θεὸν, καὶ ὅτι μένειν οὐ συγχωρεῖ. Ὥστε καὶ σὺ ἐὰν θέλῃς, μείζονα ἔλαβες δωρεάν· οὐ κατὰ τὸ φώτισμα λέγω (ἡ γὰρ αὐτή ἐστι κἀκείνου καὶ σοῦ), ἀλλὰ κατὰ τὸ λαβεῖν προθεσμίαν εὐδοκιμήσεως. Ἐκεῖνος ἐνεδύσατο τὴν στολὴν καὶ οὐκ ἀφέθη ἐμπομπεῦσαι ἐν αὐτῇ· σοὶ πολλὴν ἔδωκεν ἐξουσίαν ὁ Θεὸς χρήσασθαι τοῖς ὅπλοις εἰς δέον, καὶ λαβεῖν αὐτῶν ἐντεῦθεν τὴν πεῖραν. Ἐκεῖνος ἄπεισι τῆς πίστεως μόνον ἔχων τὸν μισθόν· σὺ ἕστηκας ἐν τῷ σταδίῳ τῶν ἔργων δυνάμενος λαβεῖν πολλὰς τὰς ἀμοιβὰς, καὶ τοσοῦτον ἐκείνου φανῆναι λαμπρότερος, ὅσον ὁ ἥλιος τοῦ μικροτάτου ἀστέρος, ὅσον ὁ στρατηγὸς τοῦ ἐσχάτου στρατιώτου, μᾶλλον δὲ ὅσον ὁ βασιλεύς. Σαυτὸν τοίνυν αἰτιῶ· μᾶλλον δὲ μὴ αἰτιῶ, ἀλλὰ διόρθου ἀεί· οὐ γὰρ ἀρκεῖ τὸ αἰτιάσασθαι· ἔξεστιν ἀναμαχέσασθαι. Κατεβλήθης; δεινὰ ἔπαθες; Ἀνάστηθι, ἀνάκτησαι σαυτόν· ἔτι ἐν τῷ σταδίῳ ἕστηκας, ἔτι τὸ θέατρον συνέστηκεν. Οὐχ ὁρᾷς πόσοι καταπαλαισθέντες, ὕστερον ἀνεμαχέ 60.188 σαντο; Μόνον μὴ ἑκὼν καταπέσῃς. Μακαρίζεις τὸν ἀπελθόντα; Πολλῷ μᾶλλον μακάρισον σαυτόν. Ἀφέθη ἁμαρτημάτων ἐκεῖνος; Ἀλλ', ἐὰν θέλῃς σὺ, οὐ μόνον τὰ ἁμαρτήματα ἀπονίψῃ, ἀλλὰ καὶ κατορθώματα ἕξεις, ὅπερ ἐπ' ἐκείνου οὐ δυνατόν. Ἔνεστιν ἡμᾶς ἀνακαλέσασθαι ἑαυτούς. Μεγάλα τῆς μετανοίας τὰ φάρμακα· μηδεὶς ἀπογινωσκέτω ἑαυτοῦ. Ἐκεῖνος ὄντως ἀπογνώσεως ἄξιος, ὁ ἀπογινώσκων ἑαυτοῦ· ἐκεῖνος οὐκ ἔτι σωτηρίας ἔχει ἐλπίδας. Οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν δεινὸν, ἀλλὰ τὸ κεῖσθαι μετὰ τὸ ἐλθεῖν· οὐ τὸ εἰς βάθος κακῶν ἐλθεῖν ἀσεβὲς, ἀλλὰ τὸ καταφρονῆσαι μετὰ τὸ ἐλθεῖν. ∆ι' ὃ ὀφείλεις μεριμνᾷν, εἰπέ μοι, μᾶλλον καταφρονεῖς; Τραύματα τοσαῦτα ἔχων, ἀνέπεσες; Οὐδέν ἐστι ψυχῆς ἀνίατον τραῦμα· ἀλλ' ἐπὶ μὲν σώματος πολλὰ τοιαῦτα, ἐπὶ δὲ τῆς ψυχῆς οὐδέν· καὶ ὑπὲρ ἐκείνων μὲν οὐ διαλιμπάνομεν κάμνοντες, ὑπὲρ δὲ τούτων ῥᾳθυμοῦμεν. Οὐχ ὁρᾷς τὸν λῃστὴν, πῶς ἐν βραχεῖ χρόνῳ κατώρθωσεν; οὐχ ὁρᾷς τοὺς μάρτυρας, πῶς ἐν βραχεῖ τὸ πᾶν ἤνυσαν; Ἀλλ' οὐκ ἔστιν ἄρτι μαρτυρίου καιρός; Ἀλλ' ἀγώνων ἐστὶ καιρὸς, ὃ πολλάκις εἶπον, εἰ βουλοίμεθα. Οἱ γὰρ θέλοντες, φησὶν, εὐσεβῶς ζῇν ἐν Χριστῷ Ἰησοῦ, διωχθήσονται. Οἱ εὐσεβῶς ζῶντες ἀεὶ διώκονται, κἂν μὴ παρὰ ἀνθρώπων, ἀλλὰ παρὰ δαιμόνων, ὃς δὴ καὶ χαλεπώτερός ἐστι διωγμός. Καὶ πρῶτον ὑπ' αὐτῆς μάλιστα τῆς ἀνέσεως τοῦτον ὑπομένουσιν οἱ μὴ νήφοντες. Ἢ μικρὸν οἴει διωγμὸν τὸ ἐν ἀνέσει εἶναι; Τοῦτο πάντων ἐστὶ βαρύτερον, τοῦτο καὶ διωγμοῦ χεῖρον. Καθάπερ γὰρ ῥεῦμα ἐπιῤῥέον ἡ ἄνεσις χαυνοῖ τὴν ψυχήν·