139
καὶ ὅπερ ἐστὶ θέρος καὶ χειμὼν, τοῦτο διωγμὸς καὶ ἄνεσις. Ἵνα δὲ μάθῃς ἐκ περιουσίας, ὅτι χείρων οὗτος ὁ διωγμὸς, σκόπει ἐντεῦθεν. Ὕπνον καταχεῖ τῇ ψυχῇ, χάσμην πολλὴν καὶ ῥᾳθυμίαν ἐμποιεῖ, τὰ πάθη διεγείρει πάντοθεν, ὁπλίζει τῦφον, ὁπλίζει ἡδονὴν, ὁπλίζει θυμὸν, βασκανίαν, κενοδοξίαν, ζῆλον. Ἀλλ' ἐν διωγμῷ τούτων οὐδὲν ἐνοχλεῖν δύναται· ἀλλ' ὁ φόβος ἐπεισελθὼν καθάπερ τινὶ μάστιγι σφόδρα κύνα ὑλακτοῦντα πλήξας, ταῦτα πάντα τὰ πάθη οὐδὲ γρῦξαι ἐᾷ. Τίς ἐν διωγμῷ κενοδοξῆσαι δύναται; τίς ἐν ἡδονῇ γενέσθαι; Οὐδείς· ἀλλὰ τρόμος πολὺς καὶ φόβος, πολλὴν τὴν γαλήνην ἐργαζόμενος, εὔδιον τὸν λιμένα παρασκευάζων, τὴν ψυχὴν εὐλαβῆ ποιῶν. Ἤκουσά ποτε πατέρων τῶν ἡμετέρων λεγόντων (ἐφ' ἡμῶν γὰρ μὴ γένοιτο· κελευόμεθα γὰρ μὴ αἰτεῖν πειρασμὸν), ὅτι κατὰ τὸν διωγμὸν τὸν παλαιὸν ἦν ἰδεῖν ὄντως Χριστιανοὺς ἄνδρας. Οὐδεὶς γὰρ χρημάτων ἐφρόντιζεν, οὐδεὶς γυναικὸς, οὐδεὶς παίδων, οὐδεὶς οἰκίας, οὐδεὶς πατρίδος· μία πᾶσιν ἦν σπουδὴ, τὴν ψυχὴν περισῶσαι ἑαυτῶν. Οἱ μὲν ἐν μνήμασι καὶ τάφοις, οἱ δὲ ἐν ἐρημίαις ἐκρύπτοντο. Οὐ μόνον δὲ ἄνδρες, ἀλλὰ καὶ γυναῖκες ἁπαλαὶ καὶ τρυφεραὶ τότε ἐκρύπτοντο, διηνεκεῖ μαχόμεναι λιμῷ. Ἐννόησον οὖν, εἴ τις πολυτελείας, εἴ τις τρυφῆς ἐπεισῆλθεν ἄν ποτε πόθος γυναικὶ παρὰ λάρνακι κρυπτομένῃ καὶ περιμενούσῃ τὴν θεραπαινίδα, ὅπως ἔλθῃ κομίζουσα δεῖπνον, καὶ φοβουμένῃ, μή πως ἁλῷ, καὶ καθάπερ ἐν καμίνῳ τῷ τάφῳ κειμένῃ· ἆρα γὰρ ἐνθυμήσεται, ὅτι γέγονέ ποτε τρυφὴ, ὅτι κόσμος ὅλως ἐστίν; Ὁρᾷς ὅτι νῦν ἐστι μᾶλλον ὁ διωγμὸς, καθάπερ θηρίων τῶν παθῶν ἐπιτιθεμένων ἡμῖν πάντοθεν; Νῦν ἐστιν ὁ χαλεπὸς διωγμὸς, ταύτῃ τε, καὶ ὅτι οὐδὲ νομίζεται εἶναι διωγμός. Καὶ γὰρ καὶ τοῦτο ἔχει τὸ χαλεπὸν οὗτος ὁ πόλεμος, ὃς εἰρήνη νομίζεται, ἵνα μὴ ὁπλιζώμεθα κατ' αὐτοῦ, μηδὲ διαναστῶ 60.189 μεν· οὐδεὶς δέδοικεν, οὐδεὶς τρέμει. Εἰ δὲ ἀπιστεῖτε, τοὺς Ἕλληνας ἐρωτήσατε, τοὺς διώκοντας, πότε τὰ τῶν Χριστιανῶν ἀκριβέστερα, πότε δοκιμώτεροι πάντες; Εἰς ὀλίγον μὲν περιειστήκει τότε τὸ πλῆθος· εἰς πολὺν δὲ ἀρετῆς πλοῦτον ἦν. Τί γὰρ ὄφελος, εἰπέ μοι, πολὺν εἶναι χόρτον, παρὸν λίθους εἶναι τιμίους; Οὐκ ἐν τῷ πλήθει τοῦ ἀριθμοῦ, ἀλλ' ἐν τῇ δοκιμότητι τῆς ἀρετῆς τὸ πλῆθός ἐστιν. Ὁ Ἠλίας εἷς ἦν· ἀλλ' ὁ κόσμος οὐκ ἦν αὐτοῦ ἀντάξιος. Καὶ μὴν ὁ κόσμος μυριάδες εἰσίν· ἀλλ' οὐκ εἰσὶ μυριάδες, ὅταν μηδὲ πρὸς τὸν ἕνα ἐξισῶνται. Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μύριοι παράνομοι. Τοῦτο καί τις σοφὸς αἰνιττόμενος οὕτω πώς φησι· Μὴ ἐπιθύμει πλῆθος τέκνων ἀχρήστων. Οὗτοι καὶ βλασφημίαν προστρίβονται τῷ Θεῷ μᾶλλον, ἢ εἰ μὴ ἦσαν Χριστιανοί. Τί μοι δεῖ πλήθους; Τροφὴ πλείων τῷ πυρί. Τοῦτο καὶ ἐκ τοῦ σώματος γνοίης ἂν, ὅτι βελτίων σύμμετρος τροφὴ μετὰ ὑγιείας, ἢ τρυφὴ μετὰ κακώσεως. Αὕτη πλείων ἐκείνης ἡ τροφή· τοῦτο τροφὴ, ἐκεῖνο νόσος. Τοῦτο καὶ ἐν πολέμῳ ἴδοι τις ἂν, βέλτιον εἶναι δέκα ἐμπείρους καὶ γενναίους ἄνδρας, ἢ μυρίους ἀπείρους. Οὗτοι πρὸς τῷ μηδὲν ἐργάσασθαι καὶ τοὺς ἐργαζομένους ἐγκόπτουσι. Τοῦτο καὶ ἐπὶ πλοίου εὕροι τις ἂν, βέλτιον εἶναι δύο ναύτας ἐμπείρους, ἢ μυρίον πλῆθος ἀπείρων· οὗτοι γὰρ τὸ πλοῖον καὶ καταδύσουσι. δʹ. Ταῦτα λέγω, οὐχὶ πρὸς τὸ πλῆθος ὑμῶν ἀπεχθῶς ἔχων, ἀλλὰ βουλόμενος πάντας εἶναι δοκίμους, καὶ μὴ τῷ πλήθει θαῤῥεῖν. Πολλῷ πλείους εἰσὶν οἱ εἰς τὴν γέενναν εἰσιόντες· ἀλλὰ μείζων αὐτῆς ἐστιν ἡ βασιλεία, κἂν ὀλίγους ἔχῃ. Ὡς ἡ ἄμμος τῆς θαλάσσης ἦν τὸ πλῆθος τοῦ λαοῦ, ἀλλ' εἷς ἔσωσεν αὐτούς. Εἷς ἦν ὁ Μωϋσῆς, καὶ πάντων μείζονα ἴσχυσεν· εἷς ἦν ὁ Ἰησοῦς, καὶ τῶν ἑξακοσίων χιλιάδων πλέον ἠδυνήθη. Μὴ τοῦτο σπουδάζωμεν, ὅπως πολλοὶ γένοιντο μόνον, ἀλλὰ πρὸ τούτου, ὅπως δόκιμοι· ὅταν τοῦτο κατασκευασθῇ, τότε κἀκεῖνο. Οὐδεὶς οἰκίαν εὐρύχωρον πρῶτον βούλεται ποιῆσαι, ἀλλὰ πρῶτον ἰσχυρὰν καὶ δόκιμον, καὶ τότε εὐρύχωρον· οὐδεὶς βάλλει θεμέλια, ἵνα καταγελασθῇ. Πρῶτον τοῦτο ζητῶμεν, καὶ τότε ἐκεῖνο. Τούτου ὄντος, εὔκολον κἀκεῖνο ἔσται· ἐκείνου δὲ οὐκ ὄντος, τοῦτο κἂν ᾖ, οὐδὲν ὄφελος. Ὄντων μὲν γὰρ τῶν δυναμένων ἐν Ἐκκλησίᾳ λάμψαι, ταχέως ἔσται καὶ