1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

140

πλῆθος· τούτων δὲ οὐκ ὄντων, τὸ πλῆθος οὐδέποτε ἔσται δόκιμον. Πόσους οἴεσθε ἐν τῇ πόλει τῇ ἡμετέρᾳ εἶναι τοὺς σωζομένους; Ἐπαχθὲς μέν ἐστιν, ὃ μέλλω λέγειν· ἐρῶ δὲ ὅμως. Οὐκ ἔστιν ἐν τοσαύταις μυριάσιν ἑκατὸν εὑρεῖν τοὺς σωζομένους· ἀλλὰ καὶ ὑπὲρ τούτων ἀμφισβητῶ. Πόση γὰρ, εἰπέ μοι, κακία ἐν τοῖς νέοις; πόση ῥᾳθυμία ἐν τοῖς γεγηρακόσιν; Οὐδεὶς ὡς χρὴ ἐπιμέλειαν ἔχει τοῦ παιδὸς τοῦ ἑαυτοῦ· οὐδεὶς ἔχει ζῆλον πρὸς πρεσβύτην ἰδὼν μιμήσασθαι. Τὰ ἀρχέτυπα ἠφάνισται· διὰ τοῦτο οὐδὲ οἱ νέοι γίνονται θαυμαστοί. Μή μοι ἐκεῖνο λέγε, ὅτι Πολυοχλοῦμεν. Τοῦτο ψυχρῶν ἀνθρώπων ἐστί· καὶ ἐπὶ μὲν ἀνθρώπων εἰκότως ἂν τοῦτο λέγοιτο, ἐπὶ δὲ Θεοῦ τοῦ οὐ δεομένου ἡμῶν, οὐκ ἔτι. Ὅτι δὲ καὶ ἐκεῖ ψυχρόν ἐστι τὸ ῥῆμα, ἄκουσον. Ὁ πολλοὺς ἔχων οἰκέτας, ἂν διεφθαρμένους αὐτοὺς ἔχῃ, ὅσα πείσεται δεινά! Καὶ ἐπὶ μὲν τοῦ μηδένα ἔχοντος τοῦτο δοκεῖ εἶναι τὸ δεινὸν, ὅτι οὐχ ὑπηρετεῖται· ἐπὶ δὲ τοῦ τοὺς πονηροὺς ἔχοντος, καὶ ἑαυτὸν προσαπόλλυσι μετ' ἐκείνων, καὶ μείζων ἡ ζημία. Τοῦ γὰρ ἑαυτῷ διακονεῖν πολλῷ χαλεπώτερον τὸ καὶ ἑτέροις πυκτεύειν καὶ πόλεμον ἀναδέ 60.190 χεσθαι. Ταῦτα λέγω, ἵνα μή τις τὴν Ἐκκλησίαν θαυμάζῃ διὰ τὸ πλῆθος, ἀλλ' ἵνα σπουδάζωμεν αὐτὸ δόκιμον ἐργάσασθαι· ἵνα ἕκαστος τοῦ οἰκείου προνοῇ μέλους, οὐχὶ τῶν φίλων, οὐδὲ τῶν συγγενῶν, ὅπερ ἀεὶ λέγω, οὐδὲ τῶν γειτόνων· ἀλλὰ καὶ ὥστε τοὺς ξένους ἐφέλκεσθαι. Οἷον, εὐχὴ γίνεται, κεῖνται πάντες νέοι ψυχροὶ καὶ γέροντες· καθάρματα μᾶλλον ἢ νέοι, γελῶντες, ἀνακαγχάζοντες, διαλεγόμενοι (καὶ γὰρ καὶ τοῦτο ἤκουσα γινόμενον), καὶ ἀλλήλους σκώπτοντες ἐπὶ γόνατα κείμενοι· σὺ παρέστηκας ὁ νέος ἢ ὁ πρεσβύτης, ἐπίπληξον, ἂν ἴδῃς, ἐγκάλεσον σφοδρότερον, οὐκ ἀνεχόμενον, τὸν διάκονον κάλεσον, ἀπείλησον, τὰ παρὰ σαυτοῦ ποίησον· καὶ ἐὰν τολμήσῃ τι εἰς σὲ ἐργάσασθαι, πάντως πολλοὺς ἕξεις τοὺς συναιρομένους. Τίς γὰρ οὕτως ἀλόγιστος, ὡς ἰδών σε ἐγκαλοῦντα ὑπὲρ τοιούτων κἀκείνους ἐγκαλουμένους, μὴ τῆς σῆς γενέσθαι μερίδος; Ἄπελθε λαβὼν τὸν μισθὸν ἀπὸ τῆς εὐχῆς. Ἐν οἰκίᾳ δεσποτικῇ τούτους εὐνουστέρους τῶν δούλων κρίνομεν, ὅσοιπερ ἂν μηδὲν παρορῶσιν ἀτάκτως κείμενον σκεῦος. Εἰπὲ δή μοι, ἂν ἴδῃς ἐν οἰκίᾳ τὸ ἀργύρεον σκεῦος ἔξω ἐῤῥιμμένον, κἂν μὴ ᾖς ἐπιτεταγμένος, ἆρ' οὐ λήψῃ τοῦτο καὶ εἰσοίσεις ἐν τῇ οἰκίᾳ; ἂν ἱμάτιον ἁπλῶς ἐῤῥιμμένον, κἂν μὴ ἔχῃς τὴν φροντίδα, κἂν ἐχθρὸς ᾖς τοῦ προστεταχότος, διὰ τὴν εἰς τὸν δεσπότην εὔνοιαν, οὐ θήσεις τοῦτο καλῶς; Οὕτω καὶ νῦν. Σκεύη ταῦτά ἐστιν· ἂν ἴδῃς ἀτάκτως κείμενα, μεταῤῥύθμισον· ἐμοὶ πρόσελθε, οὐ παραιτοῦμαι· ἐμοὶ εἰπὲ, δῆλον κατάστησον· οὐ δύναμαι πάντα ὁρᾷν, σύγγνωτε. Ὁρᾶτε, ὅση κακία τὴν οἰκουμένην κατέχει. Μήτι ἁπλῶς ἔλεγον, ὅτι πλῆθός ἐσμεν χόρτου, πέλαγος ἄτακτον; Οὐ λέγω, ὅτι ἐκεῖνοι τοιαῦτα ποιοῦσιν, ἀλλ' ὅτι τοσοῦτος ὕπνος καταχεῖται τῶν εἰσιόντων, ὥστε μηδὲ ταῦτα διορθοῦν. Πάλιν ἑτέρους ὁρῶ διαλεγομένους ἑστῶτας, τῆς εὐχῆς γινομένης· οἱ δὲ ἐπιεικέστεροι αὐτῶν, οὐδὲ τῆς εὐχῆς γινομένης μόνον, ἀλλὰ καὶ εὐλογοῦντος τοῦ ἱερέως. Ὢ τῆς τόλμης! πότε ἔσται σωτηρία; πῶς δυνησόμεθα τὸν Θεὸν ἐξιλεώσασθαι; Εἰς παιδιὰν ἂν ἀπέλθῃς, ὄψει πάντας εὐρύθμους χορεύοντας, καὶ οὐδὲν παρημελημένον. Ὡς οὖν ἐν λύρᾳ παναρμονίῳ καὶ ποικίλως ἐσκευασμένῃ μία τις εὔηχος συμφωνία ἀποτελεῖται ἐκ τῆς καθ' ἕκαστον εὐταξίας τῶν συγκειμένων· οὕτω δὴ καὶ ἐνταῦθα μίαν ἐξ ἁπάντων σύμφωνον ἁρμονίαν προσῆκεν ἀποτελεῖσθαι. Μία γὰρ γεγόναμεν Ἐκκλησία, μιᾶς κεφαλῆς συναρμολογούμενα μέλη τελοῦμεν, ἓν οἱ πάντες κατέστημεν σῶμα· ἂν ἀμεληθῇ τὸ τυχὸν, τὸ πᾶν ἠμέληται καὶ διέφθαρται. Οὕτω τῇ τῶν πολλῶν εὐταξίᾳ ἡ τοῦ ἑνὸς ἀταξία λυμαίνεται. Καὶ τὸ δὴ φοβερὸν, ὅτι ἐνταῦθα οὐχὶ παιδιὰν οὐδὲ χορείαν ἔρχῃ χορεύσων, καὶ ἕστηκας ἄτακτος. Οὐκ οἶδας ὅτι μετὰ ἀγγέλων ἕστηκας; μετ' ἐκείνων ᾄδεις, μετ' ἐκείνων ὑμνεῖς, καὶ ἕστηκας γελῶν; Ὅτι γὰρ σκηπτὸς οὐκ ἀφίεται, οὐκ ἐπ' ἐκείνους μόνον, ἀλλὰ καὶ ἐφ' ἡμᾶς, οὐ θαυμαστόν; ἄξια γὰρ σκηπτοῦ ταῦτα. Πάρεστιν ὁ βασιλεὺς, θεωρεῖ τὸ στρατόπεδον· σὺ δὲ ὑπὸ ταῖς ἐκείνων ὄψεσιν ἕστηκας γελῶν, ἢ τὸν γελῶντα περιορῶν; ἀλλὰ μέχρι