141
τίνος ἐγκαλοῦμεν; μέχρι τίνος μεμφόμεθα; Οὐ γὰρ ὡς λυμεῶνας, οὐ γὰρ ὡς φθορέας, οὐ γὰρ ὡς ἐξώλεις καὶ διεφθαρμένους τοὺς τοιούτους, καὶ μυρίων γέμοντας κακῶν τῆς Ἐκκλησίας ἐπελαύνεσθαι ἔδει; Πότε οὗτοι φείσονται γέλωτος, οἱ ἐν ὥρᾳ φρίκης γελῶντες; πότε ἀφέξονται φλυαρίας, οἱ ἐν τῷ καιρῷ τῆς εὐλογίας διαλεγόμενοι; οὐ τοὺς παρόντας αἰδοῦνται; οὐ γὰρ τὸν Θεὸν δεδοίκασιν; οὐ γὰρ ἀρκεῖ ἡμῖν 60.191 ἡ κατὰ διάνοιαν ῥᾳθυμία, οὐδὲ ὅτι εὐχόμενοι ἀλλαχοῦ ῥεμβόμεθα· ἀλλὰ καὶ γέλωτα ἐπεισάγομεν καὶ πολὺν τὸν καγχασμόν. Μὴ γὰρ θέατρόν ἐστι τὰ ἐνταῦθα; Ἀλλ', οἶμαι, τὰ θέατρα τοῦτο ποιεῖ· δυσηνίους τοὺς πολλοὺς ἡμῖν καθίστησιν καὶ ἀῤῥύθμους. Ἅπερ οἰκοδομοῦμεν ἐνταῦθα, ἐκεῖ καταστρέφεται· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἑτέρας ἀκαθαρσίας ἀνάγκη αὐτοὺς ἀναπεπλῆσθαι. Καὶ ταυτὸν γίνεται, οἷον ἂν εἴ τις χωρίον ἐθέλοι καθᾶραι, πηγῆς ἄνωθεν ὑπερκειμένης βόρβορον ἀφιείσης· ὅσον γὰρ ἂν καθάρῃς, πάλιν ἕτερον ἐπιῤῥεῖ. Τοῦτο καὶ ἐνταῦθα γίνεται. Ὅταν γὰρ καθάρωμεν ἀπὸ τῶν θεάτρων εἰσιόντας, ἀκαθαρσίαν ἐπιφέροντας, ἀπελθόντες πάλιν ἐκεῖ, μείζονα δέχονται τὴν ἀκαθαρσίαν, ὡς ἐπίτηδες διὰ τοῦτο ζῶντες, ἵνα κόπους ἡμῖν παρέχωσι, καὶ ἔρχονται πάλιν πολλὴν κόπρον βαστάζοντες, ἐν τοῖς ἤθεσιν, ἐν 60.192 τοῖς κινήμασιν, ἐν τοῖς ῥήμασιν, ἐν τῷ γέλωτι, ἐν τῇ ῥᾳθυμίᾳ. Εἶτα πάλιν ἡμεῖς σκάπτομεν ἄνωθεν, ὡς ἐπίτηδες διὰ τοῦτο σκάπτοντες, ἵνα καθαροὺς αὐτοὺς πέμψαντες πάλιν ἴδωμεν συναγαγόντας τὸν βόρβορον. ∆ιὰ τοῦτο παραδίδωμι ὑμᾶς τῷ Θεῷ. Ἐντεῦθεν ἤδη καὶ διαμαρτύρομαι ὑμῖν τοῖς ὑγιαίνουσιν, ὅτι κρῖμα ὑμῖν ἔσται καὶ κατάκριμα, εἴ τις ἰδὼν ἀτακτοῦντα, εἴ τις διαλεγόμενον μάλιστα ἐν ἐκείνῳ τῷ καιρῷ, μὴ καταμηνύσει, μηδὲ ἐπιστρέψει· βέλτιον εὐχῆς τοῦτο. Ἄφες σου τὴν εὐχὴν, κἀκείνῳ ἐπιτίμησον· οὕτω κἀκεῖνον ὠφελήσεις, καὶ σὺ κερδανεῖς. Οὕτω καὶ δυνησόμεθα ἅπαντες σωθῆναι, καὶ τῆς τῶν οὐρανῶν βασιλείας ἐπιτυχεῖν· ἧς γένοιτο πάντας ἡμᾶς ἀπολαῦσαι χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.191 ΟΜΙΛΙΑ ΚΕʹ. Οἱ μὲν οὖν διασπαρέντες ἀπὸ τῆς θλίψεως τῆς γενο μένης
ἐπὶ Στεφάνῳ, διῆλθον ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις.
αʹ. Οὐ μικρὸν ὁ διωγμὸς κατώρθωσεν εἰς τὸν λόγον. Τοῖς γὰρ ἀγαπῶσι τὸν
Θεὸν πάντα συνεργεῖ, φησὶν, εἰς ἀγαθόν. Οὐκ ἂν, εἴ γε ἐπίτηδες ἐσπούδασαν στῆσαι τὴν Ἐκκλησίαν, ἄλλο τι ἐποίησαν, ἢ τοῦτο· λέγω δὲ τὸ διασπεῖραι τοὺς διδασκάλους. Καὶ ὅρα ποῦ τὸ κήρυγμα ἐξετάθη. ∆ιῆλθον, φησὶν, ἕως Φοινίκης καὶ Κύπρου καὶ Ἀντιοχείας, μηδενὶ λαλοῦντες τὸν λόγον, εἰ μὴ μόνον Ἰουδαίοις. Ὁρᾷς ὅτι οἰκονομικῶς πάντα γέγονε τὰ περὶ Κορνήλιον; Τοῦτο δὲ καὶ εἰς ἀπολογίαν τοῦ Χριστοῦ, καὶ εἰς κατηγορίαν τῶν Ἰουδαίων ἐστίν. Ὅτε γοῦν Στέφανος ἀνῃρέθη, ὅτε Παῦλος δὶς ἐκινδύνευσεν, ὅτε οἱ ἀπόστολοι ἐμαστίχθησαν, ὅτε πολλάκις ἠλάθησαν, τότε τὰ ἔθνη ἐδέχθη, τότε Σαμαρεῖται. Ὃ καὶ Παῦλος βοᾷ λέγων· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ Θεοῦ· ἐπειδὴ δὲ ἀπωθεῖσθε αὐτὸν, καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη. Περιῄεισαν οὖν καὶ ἔθνεσι διαλεγόμενοι. Ἦσαν δέ τινες ἐξ αὐτῶν ἄνδρες Κύπριοι καὶ Κυρηναῖοι, οἵτινες ἐλθόντες εἰς Ἀντιόχειαν, ἐλάλουν πρὸς τοὺς Ἑλληνιστὰς, εὐαγγελιζόμενοι τὸν Κύριον Ἰησοῦν. Καὶ ἦν χεὶρ Κυρίου μετ' αὐτῶν, πολύς τε ἀριθμὸς πιστεύσας ἐπέστρεψεν ἐπὶ τὸν Κύριον Ἰησοῦν. Ὅρα, Ἕλλησιν εὐαγγελίζονται. Εἰκὸς γὰρ αὐτούς τε λοιπὸν εἰδέναι Ἑλληνιστὶ, καὶ ἐν Ἀντιοχείᾳ τοιούτους εἶναι πολλούς. Καὶ ἦν χεὶρ Κυρίου, φησὶ, μετ' αὐτῶν· τουτέστι, σημεῖα εἰργάζοντο. Ὁρᾷς διὰ τί καὶ νῦν ἡ