1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

143

θλῖψιν ἕξετε; Σὺ δὲ ταῦτα λέγων, τάχα καὶ τοῦτο ἐρεῖς, ὅτι ἔδει μηδὲ μαστίζεσθαι. Ἀλλ' ὅρα αὐτοῖς γινόμενον καὶ τὸν λιμὸν σωτηρίας αἴτιον, ἐλεημοσύνης ἀφορμὴν, πολλῶν πρόξενον ἀγαθῶν· ὥστε καὶ ὑμῖν γέγονεν ἂν, εἴ γε ἐβούλεσθε, ἀλλ' οὐκ ἠθελήσατε. Προλέγεται δὲ, ὥστε λοιπὸν προπαρασκευασθῆναι πρὸς τὴν ἐλεημοσύνην, ὅτι δεινὰ ἔπασχον οἱ ἐν Ἱερουσαλήμ· πρὸ δὲ τούτου οὐκ ἐν λιμῷ ἦσαν. Καὶ πέμπεται Βαρνάβας καὶ Παῦλος διακονήσοντες. Τῶν δὲ μαθητῶν, καθὼς ηὐπορεῖτό τις. Εἶδες ἅμα πιστεύοντας, καὶ ἅμα καρποφοροῦντας, οὐ τοῖς αὐτῶν μόνον, ἀλλὰ καὶ τοῖς πόῤῥω; Τοῦτο δοκεῖ μοι ἐνταῦθα λέγειν, ὅπερ ἀλλαχοῦ ὁ Παῦλός φησιν, ὅτι ∆εξιὰς ἔδωκαν ἐμοὶ καὶ Βαρνάβα κοινωνίας, μόνον ἵνα τῶν πτωχῶν μνημονεύωμεν. Τοσοῦτον ὠφέλησεν ὁ λιμός. Καὶ ὅρα αὐτοὺς οὐδὲ ἐν τῇ θλίψει εἰς θρήνους καὶ δάκρυα καταπίπτοντας, καθάπερ ἡμεῖς, ἀλλ' εἰς ἔργον μέγα καὶ ἀγαθὸν ἑαυτοὺς ἐκδιδόντας· μετὰ πλείονος γὰρ ἀδείας ἐκήρυττον τὸν λόγον. Καὶ οὐκ εἶπον· Ἡμεῖς Κυρηναῖοι καὶ Κύπριοι ὄντες, τοιαύτῃ ἐπιθώμεθα πόλει λαμπρᾷ καὶ μεγάλῃ· ἀλλὰ τῇ χάριτι τοῦ Θεοῦ πιστεύοντες, καὶ ἐκεῖνοι ἐπεχείρησαν τῇ διδασκαλίᾳ, καὶ οὗτοι οὐκ ἀπηξίωσαν παρ' ἐκείνων τι μαθεῖν. Ὅρα διὰ τῶν μικρῶν πάντα κατασκευαζόμενα, τὸ κήρυγμα αὐξανόμενον, τοὺς ἐν Ἱεροσολύμοις πάντων ὁμοίως φροντίζοντας, ὡς μίαν οἰκίαν τὴν οἰκουμένην ἔχοντας. Ἤκουσαν, ὅτι Σαμάρεια δέδεκται τὸν λόγον, καὶ ἔπεμψαν Πέτρον καὶ Ἰωάννην· ἤκουσαν τὰ εἰς Ἀντιόχειαν, καὶ πέμπουσι Βαρνάβαν. Πολὺ γὰρ τὸ διάστημα ἦν, καὶ οὐκ ἔδει τοὺς ἀποστόλους τέως χωρισθῆναι, ἵνα μὴ νομισθῶσιν εἶναι φυγάδες, καὶ τοὺς αὐτῶν πεφευγέναι. Τότε δὲ ἀναγκαίως χωρίζονται, ὅτε λοιπὸν ἀνίατα ἔχειν ἐδόκει τὰ κατ' αὐτούς· ὅτε λοιπὸν ὁ πόλεμος ἐπέστη, καὶ ἀπολέσθαι ἔδει· ὅτε ἡ ἀπόφασις ἐξηνέχθη· ἐπεὶ ἕως Παῦλος εἰς Ῥώμην μὴ ἀνέβαινεν, ἐκεῖ ἦσαν. Ἐξέρχονται 60.194 δὲ, οὐχὶ τὸν πόλεμον δεδοικότες· πῶς γὰρ, οἵ γε πρὸς τοὺς πολεμεῖν μέλλοντας ἀπῄεσαν; Καὶ ὁ πόλεμος δὲ γίνεται λοιπὸν τελευτησάντων τῶν ἀποστόλων, καὶ πέρας τὸ περὶ αὐτῶν ῥηθὲν λαμβάνει· Ἔφθασεν ἐπ' αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. Ὅσῳ ἀσημότεροι οὖν ἦσαν, τοσούτῳ μᾶλλον ἔλαμπεν ἡ χάρις, διὰ μικρῶν ἐργαζομένη μεγάλα. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Παρεκάλει πᾶντας, φησὶ, προσμένειν τῷ Κυρίῳ, ὅτι ἦν ἀνὴρ ἀγαθός. Ἐμοὶ δοκεῖ ἀγαθὸν νῦν τὸν ἀφελῆ λέγειν, τὸν ἄπλαστον, τὸν σφόδρα τῆς τῶν πλησίον ἐπιθυμοῦντα σωτηρίας. Οὐ μόνον δὲ ἦν ἀνὴρ ἀγαθὸς, ἀλλὰ καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως. ∆ιὸ καὶ τῇ προθέσει τῆς καρδίας παρεκάλει πάντας· τουτέστι, μετὰ ἐγκωμίου καὶ ἐπαίνου. Καὶ σκόπει, πῶς καθάπερ γῆ λιπαρὰ τὸν λόγον ἐδέξατο ἡ πόλις αὕτη, καὶ πολὺν τὸν καρπὸν ἀπεδείξατο. ∆ιὰ τί δὲ τῆς Ταρσοῦ αὐτὸν ἀπέστησεν ὁ Βαρνάβας καὶ ἐνταῦθα ἤγαγεν; Οὐχ ἁπλῶς· ἀλλ' ὅτι ἐνταῦθα καὶ ἐλπίδες χρησταὶ, καὶ μείζων ἡ πόλις, καὶ πολὺ τὸ πλῆθος. Εἶδες πάντα τὴν χάριν ἐργαζομένην, οὐ Παῦλον· καὶ πῶς διὰ τῶν μικρῶν τὸ πρᾶγμα ἀρχὴν ἔλαβεν, ὅτε δὲ περιφανὲς γέγονε, τότε Βαρνάβαν πέμπουσι; Καὶ διὰ τί μὴ πρὸ τούτου ἔπεμψαν αὐτόν; Πολλὴν τῶν καθ' ἑαυτοὺς πρόνοιαν ἐποιοῦντο, καὶ οὐκ ἐβούλοντο ἐγκαλεῖν αὐτοῖς Ἰουδαίους, ὅτι προσελάμβανον τὰ ἔθνη· καίτοι διὰ τὸ ἀπαραιτήτως αὐτοῖς ἐπιμίγνυσθαι, ἐπεὶ ἔμελλέ τις ἀμφισβήτησις γίνεσθαι παρ' αὐτῶν, τὰ κατὰ Κορνήλιον προὔλαβε. Τότε γοῦν καὶ λέγουσιν· Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομήν. Καὶ σκόπει, πῶς εὐκαίρως ἡ ἀνάγκη τοῦ λιμοῦ εἰσήγαγε τὴν κοινωνίαν τὴν ἀπὸ τῶν ἐθνῶν τὴν πρὸς τοὺς ἐν Ἱεροσολύμοις πεμφθεῖσαν. ∆έχονται γὰρ τὰ παρ' αὐτῶν, οἳ καὶ οὐ, καθάπερ ἡμεῖς ἐν θρήνοις τὰς συμφορὰς διάγομεν, οὕτω δήπου καὶ οὗτοι· ἀλλὰ μετὰ πλείονος ἀδείας διῆγον, ἅτε πόῤῥω γενόμενοι τῶν κωλυόντων αὐτοὺς, καὶ ἐν ἀνθρώποις ὄντες οὐ πεφοβημένοις τοὺς Ἰουδαίους· ὃ καὶ αὐτὸ συνεβάλλετο οὐ μικρόν. Ἀλλὰ καὶ εἰς Κύπρον ἀφίκοντο, ὅπου πολὺ μὲν τὸ ἀδεὲς, πλείων δὲ ἡ ἀμεριμνία. Οὐδενὶ δὲ τὸν λόγον, φησὶν, εἰ μὴ Ἰουδαίοις ἐλάλουν. Οὐ διὰ τὸν τῶν ἀνθρώπων φόβον, ὃν οὐδὲν ἡγοῦντο, τοῦτο