145
οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται συγγνώμη τοῖς παραπτώμασί σου. Τοῦτο οὕτως εἶπεν, οὐκ ἀμφιβάλλων (σφόδρα γὰρ ἦν πεπεισμένος), ἀλλὰ βουλόμενος αὐτὸν εἰς μείζονα ἐμβαλεῖν φόβον, καὶ πλείονα ἀνάγκην τοῦ ταῦτα ποιῆσαι. Εἰ γὰρ εἶπεν ὡμολογημένως, ὑπτιώτερος ἂν ἐγένετο ἐκεῖνος. Οὕτω καὶ ἡμεῖς τότε μάλιστα ὠθοῦμέν τινας, ὅταν λέγωμεν· Παρακάλεσον τὸν δεῖνα, καὶ μὴ ἐπαγάγωμεν, ὅτι πάντως ἀκούσεται, ἀλλ', ὅτι ἴσως ἀκούσεται· ὑπὸ γὰρ τῆς ἀμφισβητήσεως μείζων ὁ φόβος γενόμενος, μᾶλλον αὐτὸν ὠθεῖ. ∆ιὰ τοῦτο δῆλον 60.196 αὐτὸ οὐκ ἐποίησε. Τί λέγεις; τοσούτοις ἀσεβήμασιν ἔσται συγγνώμη; Ναί. Οὐκ ἔστιν ἁμάρτημα, ὃ μὴ δύναται καθαρίσαι ἐλεημοσύνη, ὃ μὴ δύναται σβέσαι· πᾶσα ἁμαρτία κατωτέρα ταύτης ἕστηκε· φάρμακόν ἐστι πρὸς πᾶν τραῦμα ἐπιτήδειον. Τί τελώνου χεῖρον; Πάσης ἀδικίας ἐστὶν ὑπόθεσις· ἀλλὰ ταύτην πᾶσαν ἀπενίψατο ὁ Ζακχαῖος. Ὅρα πῶς καὶ ὁ Χριστὸς τοῦτο δείκνυσι, δι' ὧν ἐσπούδασε γλωσσόκομον ἔχειν, καὶ τὰ βαλλόμενα βαστάζειν. Καὶ Παῦλος δέ φησι· Μόνον τῶν πτωχῶν ἵνα μνημονεύωμεν· καὶ πολὺς πανταχοῦ τῶν Γραφῶν ὑπὲρ τοῦ πράγματος τούτου ὁ λόγος. Λύτρον ψυχῆς ἀνδρὸς, φησὶν, ὁ ἴδιος πλοῦτος· καὶ ὁ Χριστός· Εἰ θέλεις τέλειος εἶναι, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς, καὶ δεῦρο, ἀκολούθει μοι. Τοῦτο τελειότης εἰκότως. Ἐλεημοσύνη δὲ οὐκ ἐν χρήμασι γίνεται μόνον, ἀλλὰ καὶ ἐν πράγμασιν. Οἷόν τι λέγω· Ἔστι καὶ προστῆναι, ἔστι καὶ χεῖρα ὀρέξαι· πολλάκις καὶ χρημάτων μειζόνως ἔσωσεν ἡ διὰ πραγμάτων προστασία. δʹ. Οὐκοῦν φέρε πάντα κινήσωμεν ἐπὶ τοῦ παρόντος τὰ τῆς ἐλεημοσύνης εἴδη. ∆ύνασαι διὰ χρημάτων; Μὴ ὄκνει. ∆ύνασαι διὰ προστασίας; Μὴ εἴπῃς, ἐπειδὴ χρήματα οὐκ ἔστι, τοῦτο οὐδέν ἐστι. Σφόδρα καὶ τοῦτο μέγα· ὥσπερ χρυσίον δεδωκὼς, οὕτω διάκεισο. ∆ύνασαι διὰ θεραπείας; Καὶ τοῦτο ποίησον. Οἷον, ἰατρὸς εἶ τὴν ἐπιστήμην; Ἐπιμελήθητι ἀῤῥωστούντων· καὶ τοῦτο μέγα. ∆ύνασαι διὰ συμβουλῆς; Πολλῷ τοῦτο πάντων μεῖζον· αὕτη βελτίων πάντων, ἢ καὶ πλείων, ὅσῳ καὶ μεῖζον ἔχει τὸ κέρδος· οὐ γὰρ λιμὸν λύεις, ἀλλὰ θάνατον χαλεπόν. Τοιαύτης καὶ οἱ ἀπόστολοι ἐκ περιουσίας ἦσαν ἐμπεπλησμένοι· διὰ τοῦτο τὴν τῶν χρημάτων διανομὴν τοῖς μετ' αὐτοὺς ἐνεχείρισαν, αὐτοὶ τὴν διὰ τῶν λόγων ἐπιδεικνύμενοι. Ἢ μικρὰν ἐλεημοσύνην οἴει εἶναι, ψυχὴν ἀπορουμένην, κινδυνεύουσαν περὶ τῶν ἐσχάτων, ὑπὸ πυρώσεως συνεχομένην, δυνηθῆναι ἀπαλλάξαι τῆς νόσου; Οἷον, ὁρᾷς φίλον ὑπὸ φιλαργυρίας κατεχόμενον; Ἐλέησον τὸν ἄνθρωπον. Ἀποπνίγεται; Σβέσον αὐτοῦ τὸ πῦρ. Τί οὖν, ἂν μὴ πείθηται; Σὺ τὸ σαυτοῦ ποίησον, καὶ μὴ κατοκνήσῃς. Εἶδες αὐτὸν ἐν δεσμοῖς κατεχόμενον; (δεσμὰ γὰρ ὄντως τὰ χρήματα.) Ἄπελθε πρὸς αὐτὸν, ἐπίσκεψαι αὐτὸν, παραμύθησαι, πειράθητι τῶν δεσμῶν ἀπολῦσαι. Ἂν μὴ βούληται, τὴν αἰτίαν αὐτὸς ὑπομενεῖ. Εἶδες γυμνὸν καὶ ξένον; (γυμνὸς γὰρ ὄντως καὶ ξένος ἐστὶ τῶν οὐρανῶν ὁ βίου ὀρθοῦ μὴ ἐπιμελούμενος.) Λάβε εἰς τὸ καταγώγιον τὸ σὸν, περίβαλε ἱμάτια τὰ τῆς ἀρετῆς, δὸς πόλιν τὴν ἐν οὐρανῷ. Τί οὖν, ἂν ἐγὼ γυμνὸς ὦ, φησί; Καὶ σαυτὸν ἔνδυσον πρῶτον· εἰ οἶδας ὅτι γυμνὸς εἶ, πάντως καὶ ὅτι ἐνδυθῆναι ὀφείλεις οἶδας. Εἰ ταύτης μόνον τῆς γυμνότητος ἐπίστασαι τὸν τρόπον, δυνήσῃ γνῶναι ῥᾳδίως καὶ τὴν αὐτῆς καταστολήν. Πόσαι γυναῖκες σηρικὰ ἱμάτια φοροῦσι, γυμναὶ δὲ ὄντως εἰσὶ τῶν τῆς ἀρετῆς ἱματίων; Ταύτας οἱ ἄνδρες περιβαλέτωσαν. Ἀλλ' οὐ προσίενται τὰ ἱμάτια ἐκεῖνα, ἀλλὰ ταῦτα βούλονται; Τοῦτο πρῶτον ποίησον· εἰς τὴν ἐπιθυμίαν αὐτὰς τῶν ἱματίων ἐκείνων κατάστησον, δεῖξον ὅτι γυμναί εἰσι, διαλέχθητι περὶ τῆς κρίσεως τῆς μελλούσης· εἰπέ· Ἄλλων ἡμῖν ἐκεῖ δεῖ, οὐ τούτων. Εἰ δὲ ἀνέχοισθέ μου, καὶ ἐγὼ τὴν γυμνότητα δείξω. Ὁ γυμνὸς, ψύχους μὲν ὄντος, πέπηγε καὶ τρέμει, καὶ συνεσταλμένος ἕστηκε, συναγαγὼν τοὺς βραχίονας· θέρους δὲ ὄντος, οὐκ ἔτι. Ἂν τοίνυν δείξω καὶ τοὺς πλουτοῦντας καὶ τὰς πλουτούσας 60.197 τοσούτῳ μάλιστα γυμνὰς, ὅσῳ μάλιστα ἂν περιβάλωνται, μὴ ἀπεχθάνεσθε. Τί οὖν, εἰπέ μοι, ὅταν τοὺς περὶ γεέννης ἀνακινῶμεν λόγους, καὶ τῶν βασανιστηρίων ἐκείνων, οὐχὶ μᾶλλον