146
τῶν γυμνῶν ἐκείνων πεπήγασιν οὗτοι καὶ τρέμουσιν; οὐχὶ πικρὰ στενάζουσι, καὶ καταδικάζουσιν ἑαυτούς; Τί δαὶ, ὅταν τῷ δεῖνι προσέρχωνται καὶ λέγωσιν· Εὖξαι ὑπὲρ ἐμοῦ· οὐχὶ τὰ αὐτὰ ῥήματα φθέγγονται ἐκείνοις; Ἀλλὰ νῦν μὲν, ὅσα ἂν εἴπωμεν, οὔπω δήλη ἡ γυμνότης· ἔσται δὲ ἐκεῖ δήλη. Πῶς καὶ τίνι τρόπῳ; Ὅταν τῶν σηρικῶν ἱματίων τούτων καὶ τῶν λίθων ἀπωλολότων, ἀπὸ μόνων τῶν τῆς ἀρετῆς καὶ τῆς κακίας ἱματίων ἅπαντες φαίνωνται· ὅταν οἱ μὲν πένητες ὦσιν ἠμφιεσμένοι δόξαν πολλὴν, οἱ δὲ πλουτοῦντες γυμνοὶ καὶ ἀσχημονοῦντες πρὸς τὰ κολαστήρια σύρωνται. Τί ἁβρότερον ἦν τοῦ πλουσίου τοῦ τὴν πορφύραν ἐνδιδυσκομένου; τί δὲ πενέστερον τοῦ Λαζάρου; τίς οὖν τὰ τῶν ἐπαιτῶν ἐφθέγγετο ῥήματα; τίς δὲ ἐν ἀφθονίᾳ ἦν; Εἰπέ μοι, εἴ τις τὴν οἰκίαν περιβάλλοι πολλοῖς τοῖς παραπετάσμασιν, αὐτὸς δὲ ἔνδον κάθηται γυμνὸς, τί τὸ κέρδος; Οὕτω καὶ ἐπὶ τῶν γυναικῶν γίνεται. Τὴν μὲν γὰρ οἰκίαν τῆς ψυχῆς, τὸ σῶμα λέγω, πολλοῖς περιβάλλουσιν· ἡ δὲ οἰκοδέσποινα ἔνδον κάθηται γυμνή. Χρήσατέ μοι τοὺς τῆς ψυχῆς ὀφθαλμοὺς, καὶ ὑποδείξω ὑμῖν τῆς ψυχῆς τὴν γυμνό 60.198 τητα. Τί γάρ ἐστιν ἱμάτιον ψυχῆς, Ἀρετὴ δηλονότι. Τί δὲ γυμνότης; Κακία. Καθάπερ γὰρ εἴ τις ἀποδύσειέ τινα τῶν ἐλευθέρων, αἰσχύνεται καὶ συστέλλεται καὶ φεύγει· οὕτω δὴ καὶ ψυχὴ, ἂν θέλωμεν εἰς αὐτὴν ἰδεῖν, ἡ μὴ ταῦτα ἔχουσα τὰ ἱμάτια, ἐρυθριᾷ. Πόσας οἴει νῦν αἰσχύνεσθαι, καὶ πρὸς αὐτὸ καταδύεσθαι τὸ βάθος, ὥσπερ τι παραπέτασμα καὶ προκάλυμμα ἐπιζητούσας, ἵνα τούτων μὴ ἀκούοιεν τῶν λόγων; Αἱ δὲ μηδὲν συνειδυῖαι ἑαυταῖς, γάννυνται, χαίρουσιν, ἐναβρύνονται καὶ ἐγκαλλωπίζονται τοῖς λεγομένοις. Ἄκουσον περὶ τῆς μακαρίας Θέκλης. Ἐκείνη ἵνα Παῦλον ἴδῃ, καὶ τὰ χρυσία ἔδωκεν ἑαυτῆς· σὺ δὲ ἵνα τὸν Χριστὸν ἴδῃς, οὐδὲ ὀβολὸν δίδως, ἀλλὰ θαυμάζεις μὲν τὰ γεγενημένα ὑπ' ἐκείνης, οὐ ζηλοῖς δέ. Οὐκ ἀκούεις πῶς τοὺς ἐλεήμονας μακαρίζει ὁ Λόγος; Μακάριοι οἱ ἐλεήμονες, φησὶν, ὅτι αὐτοὶ ἐλεηθήσονται. Τί τὸ κέρδος ἀπὸ τῶν πολυτελῶν ἱματίων; μέχρι πότε πρὸς ταύτην κεχήναμεν τὴν στολήν; Ἀμφιασώμεθα τὴν δόξαν τοῦ Χριστοῦ, περιβαλώμεθα τὸ κάλλος ἐκεῖνο, ἵνα καὶ ἐνταῦθα ἐπαινεθῶμεν, καὶ ἐκεῖ τῶν αἰωνίων τύχωμεν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.197 ΟΜΙΛΙΑ Κςʹ. Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν ἐπέβαλεν Ἡρώδης ὁ βασιλεὺς
τὰς χεῖρας κακῶσαί τινας τῶν ἀπὸ τῆς Ἐκκλησίας. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Καὶ ἰδὼν ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέ τρον. Ἦσαν δὲ αἱ ἡμέραι τῶν Ἀζύμων.
αʹ. Ποῖον ἐκεῖνον λέγει καιρόν; Πάντως τὸν ἐφεξῆς. Ἀλλ' ἐνταῦθα μὲν οὕτως,
ἀλλαχοῦ δὲ ἑτέρως. Ὅταν γὰρ ὁ Ματθαῖος λέγῃ· Ἐν ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης κηρύσσων, οὐ τὰς ἐφεξῆς ἡμέρας δηλῶν λέγει, ἀλλ' ἐκείνας, ἐν αἷς ἔμελλε γίνεσθαι ἅπερ διηγεῖται. Ἔθος γὰρ τῇ Γραφῇ τούτῳ κεχρῆσθαι τῷ τρόπῳ, καὶ ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν μέλλοντα ἐκτιθέναι, ποτὲ δὲ τὰ ὕστερον συμβαίνειν μέλλοντα ὡς ἐφεξῆς ἀπαγγέλλειν. Καλῶς δὲ λέγει, ὅτι Ἡρώδης ὁ βασιλεύς· οὗτος γὰρ οὐκ ἦν ὁ ἐπὶ τοῦ Χριστοῦ. Ἰδοὺ πειρασμὸς ἕτερος. Καὶ ὅρα, ὅπερ ἐξ ἀρχῆς εἶπον, πῶς τὰ πράγματα πλέκεται, πῶς δι' ἀνέσεως καὶ θλίψεως πάντα ὑφαίνεται. Οὐκ ἔτι Ἰουδαῖοι, οὐδὲ τὸ συνέδριον· ἀλλ' ὁ βασιλεὺς ἐπιβάλλει τὰς χεῖρας εἰς τὸ κακῶσαι. Μείζων ἡ ἐξουσία, χαλεπώτερος ὁ πόλεμος, ὅσῳ καὶ πρὸς χάριν ἐγίνετο τοῖς Ἰουδαίοις. Ἀνεῖλε δὲ Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Ἁπλῶςκαὶ ὡς ἔτυχεν. Εἰ δέ τις ζητοίη, διὰ τί συνεχώρησεν ὁ Θεός; ἐροῦμεν, ὅτι ὑπὲρ αὐτῶν τούτων· πρῶτον μὲν, πείθων αὐτοὺς, ὅτι καὶ ἀναιρούμενοι κρατοῦσιν, ὅπερ