147
καὶ ἐπὶ Στεφάνου γέγονε· δεύτερον δὲ, διδοὺς αὐτοῖς μετὰ τὸ ἐμπλῆσαι τὸν θυμὸν ἀνενεγκεῖν ἀπὸ τῆς μανίας· καὶ τρίτον, δεικνὺς, ὅτι κατὰ συγχώρησιν αὐτοῦ γέγονε τοῦτο. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ὢ τῆς μιαρίας τῆς πολλῆς! Ὑπὲρ τίνων αὐτοῖς ἐχαρίζετο, φόνους ποιῶν ἁπλῶς καὶ εἰκῆ; Ἦν δὲ ἡμέρα τῶν Ἀζύμων. Πάλιν ἡ περιττὴ τῶν Ἰουδαίων ἀκριβολογία· ἀνελεῖν μὲν οὐκ ἐκώλυον, ἐν δὲ καιρῷ τοιούτῳ τοιαῦτα ἔπραττον. Ὃν καὶ πιάσας ἔθετο εἰς φυλακὴν, παραδοὺς 60.198 τέσσαρσι τετραδίοις στρατιωτῶν. Καὶ τοῦ θυμοῦ τοῦτο ἦν καὶ τοῦ δέους. Ἀνεῖλε, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Εἶδες αὐτῶν τὴν ἀνδρείαν; Ἵνα γὰρ μηδεὶς λέγῃ, ὅτι διὰ τοῦτο ἀκινδύνως καὶ ἀδεῶς κατατολμῶσι τοῦ θανάτου, ἅτε ἐξαρπάζοντος αὐτοὺς τοῦ Θεοῦ, διὰ τοῦτο ἀναιρεθῆναι συγχωρεῖ, καὶ τοὺς κορυφαίους μάλιστα, πείθων αὐτοὺς τοὺς ἀναιροῦντας, ὅτι οὐδὲ ταῦτα ἀφίστησιν αὐτοὺς καὶ κωλύει. Ὁ μὲν οὖν Πέτρος ἐτηρεῖτο ἐν τῇ φυλακῇ· προσευχὴ δὲ ἦν ἐκτενὴς γινομένη ὑπὸ τῆς Ἐκκλησίας πρὸς τὸν Θεὸν ὑπὲρ αὐτοῦ. Περὶ τὰ καίρια λοιπὸν ἦν ὁ ἀγών. Καὶ τὸ ἐκεῖνον γὰρ ἀναιρεθῆναι, περιδεεῖς ἐποίει, καὶ τὸ τοῦτον ἐμβεβλῆσθαι. Ὅτε δὲ ἔμελλε προάγειν αὐτὸν ὁ Ἡρώδης, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος κοιμώμενος μεταξὺ δύο στρατιωτῶν δεδεμένος ἁλύσεσι δυσί· φύλακές τε πρὸ τῆς θύρας ἐτήρουν τὴν φυλακήν. Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι. Πατάξας τὴν πλευρὰν τοῦ Πέτρου ἤγειρεν αὐτὸν, λέγων, Ἀνάστα ἐν τάχει. Καὶ ἐξέπεσον αὐτοῦ αἱ ἁλύσεις ἐκ τῶν χειρῶν. Ὅρα, κατ' ἐκείνην τὴν νύκτα αὐτὸν ἐξήρπασε. Καὶ φῶς ἔλαμψεν ἐν τῷ οἰκήματι, ἵνα μὴ νομίσῃ φαντασίαν εἶναι· καὶ τὸ φῶς οὐδεὶς εἶδε πλὴν ἐκείνου. Εἰ γὰρ καὶ τοῦτο γέγονε, καὶ ὅμως ἐνόμιζε φαντασίαν εἶναι διὰ τὸ ἀπροσδόκητον· εἰ μὴ τοῦτο γέγονε, πολλῷ πλέον· οὕτω παρετάττετο πρὸς τὸν θάνατον. Τὸ γοῦν πολλὰς ἡμέρας ἐκεῖ μείναντα μὴ σωθῆναι, τοῦτο ἐποίει. Καὶ διὰ τί, φησὶν, οὐκ ἀφῆκεν αὐτὸν εἰς τὰς χεῖρας ἐμπεσεῖν Ἡρώδου, καὶ τότε ἐξήρπασεν; Ὅτι ἐκεῖνο μὲν εἰς ἔκπληξιν ἤγαγεν ἄν· τοῦτο δὲ ὑπὲρ αὐτῶν ἐγένετο. Οὐκ ἂν γὰρ ἐνομίσθησαν ἄνθρωποι εἶναι, εἰ θεοπρεπῶς πάντα ἐποίει. Ἐπὶ δὲ τοῦ Στεφάνου τί οὐκ ἐποίησεν; οὐχ ὡς ἀγγέλου τὸ πρόσωπον αὐτοῖς ἔδειξε; Τί δὲ ὅλως ἐνέλιπε καὶ ἐνταῦθα; Εἶπέ τε ὁ ἄγγελος πρὸς αὐτόν· Περίζωσαι καὶ ὑπόδησαι τὰ σανδάλιά σου. Πάλιν ἐνταῦθα δεί 60.199 κνυσιν, ὅτι οὐ κακουργίᾳ γέγονεν· οὐδεὶς γὰρ ἐπειγόμενος καὶ διορύξαι βουλόμενος, τοσαύτην ποιεῖται σπουδὴν, ὥστε καὶ τὰ σανδάλια αὐτοῦ λαβεῖν, ὥστε καὶ ζώσασθαι. Ἐποίησε δὲ οὕτω. Καὶ λέγει αὐτῷ· Περιβαλοῦ τὸ ἱμάτιόν σου, καὶ ἀκολούθει μοι. Καὶ ἐξελθὼν ἠκολούθει αὐτῷ· καὶ οὐκ ᾔδει, ὅτι ἀληθές ἐστι τὸ γινόμενον ὑπὸ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. ∆ιελθόντες δὲ πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν τὴν φέρουσαν εἰς τὴν πόλιν, ἥτις αὐτομάτη ἠνοίχθη αὐτοῖς. Ἰδοὺ δεύτερον σημεῖον. Ὅτε ἀπέστη ὁ ἄγγελος, τότε ἐνόησεν ὁ Πέτρος. Καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ὁ ἄγγελος ἀπ' αὐτοῦ ἀπέστη. Καὶ ὁ Πέτρος γενόμενος ἐν ἑαυτῷ, εἶπε· Νῦν οἶδα, ὅτι ἀληθῶς ἐξαπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Νῦν ἔγνων, φησὶν, οὐ τότε. ∆ιὰ τί δὲ γίνεται τοῦτο, καὶ οὐκ ἔστιν ὁ Πέτρος ἐν αἰσθήσει τῶν γινομένων, καίτοι ἤδη τοιαύτης ἀπολαύσας ἀπαλλαγῆς, ὅτε οἱ πάντες ἀπελύθησαν; Ἀθρόον βούλεται τὴν ἀπαλλαγὴν αὐτῷ γενέσθαι, καὶ μετὰ τὸ ἀπαλλαγῆναι τότε τὴν αἴσθησιν λαβεῖν. Τὸ τὰς ἁλύσεις δὲ ἀπὸ τῶν χειρῶν πεσεῖν, μέγα τεκμήριον τοῦ μὴ φυγεῖν. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου τοῦ ἐπικαλουμένου Μάρκου, οὗ ἦσαν ἱκανοὶ συνηθροισμένοι καὶ προσευχόμενοι. Κρούσαντος δὲ τοῦ Πέτρου τὴν θύραν τοῦ πυλῶνος, προσῆλθε παιδίσκη ὑπακοῦσαι, ὀνόματι Ῥόδη. Καὶ ἐπιγνοῦσα τὴν φωνὴν τοῦ Πέτρου, ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα. Ὅρα τὸν Πέτρον οὐκ εὐθέως ἀναχωροῦντα, ἀλλὰ πρότερον εὐαγγελιζόμενον τοὺς αὐτοῦ. Εἰσδραμοῦσα δὲ