1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

148

ἀπήγγειλεν ἑστάναι τὸν Πέτρον πρὸ τοῦ πυλῶνος. Οἱ δὲ πρὸς αὐτήν· Μαίνῃ. Ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν. βʹ. Ὅρα καὶ τὰς παιδίσκας εὐλαβείας γεμούσας. Ἀπὸ τῆς χαρᾶς οὐκ ἤνοιξε τὸν πυλῶνα· ἐκεῖνοι δὲ καὶ τούτου γενομένου ἀνένευσαν. Ἡ μὲν, φησὶ, διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ ἔλεγον· Ὁ ἄγγελος αὐτοῦ ἐστιν. Ὁ δὲ Πέτρος ἐπέμενε κρούων. Ἀνοίξαντες δὲ εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Κατασείσας δὲ αὐτοῖς τῇ χειρὶ σιγᾷν, διηγήσατο αὐτοῖς, πῶς ὁ Κύριος αὐτὸν ἐξήγαγεν ἐκ τῆς φυλακῆς. Εἶπε δέ· Ἀπαγγείλατε Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Καὶ ἐξελθὼν ἐπορεύθη εἰς ἕτερον τόπον. Ἴδωμεν οὖν ἄνωθεν τὴν ἀκολουθίαν τῶν εἰρημένων. Κατ' ἐκεῖνον τὸν καιρὸν, φησὶν, ἐπέβαλε τὰς χεῖρας ὁ βασιλεὺς Ἡρώδης κακῶσαί τινας ἀπὸ τῆς Ἐκκλησίας. Καθάπερ θηρίον ἁπλῶς καὶ ἀλογίστως πᾶσιν ἐπῄει. Τοῦτό ἐστιν ὁ ἔλεγεν ὁ Χριστός· Τὸ μὲν ποτήριον, ὃ μέλλω πίνειν, πίεσθε, καὶ τὸ βάπτισμα, ὃ ἐγὼ βαπτίζομαι, βαπτισθήσεσθε. Ἀνεῖλε δὲ, φησὶ, Ἰάκωβον τὸν ἀδελφὸν Ἰωάννου μαχαίρᾳ. Καὶ πῶς, φησὶ, τὸν Πέτρον οὐκ εὐθέως ἀνεῖλεν; Εἶπε τὴν αἰτίαν ὁ συγγραφεύς· Ἡμέραι γὰρ, φησὶν, ἦσαν τῶν Ἀζύμων· καὶ μᾶλλον αὐτοῦ ἐμπομπεῦσαι ἐβούλετο τῇ σφαγῇ. Αὐτοὶ μὲν οὖν ἀπὸ τῆς παραινέσεως τῆς Γαμαλιήλου ἐπεῖχον λοιπὸν ἑαυτοὺς τῶν φόνων· ἄλλως δὲ οὐδὲ αἰτίας εὕρισκον· δι' ἑτέρων δὲ αὐτὰ κατεσκεύαζον. Ἐπεὶ δὲ καὶ ἕτερος Ἰάκωβος ἦν, ὁ ἀδελφὸς τοῦ Κυρίου, διὰ τοῦτο ἐπεσημήνατο εἰπών· Τὸν ἀδελφὸν Ἰωάννου. Ὁρᾷς, ὅτι τὸ κεφάλαιον ἐν τούτοις ἦν τοῖς τρισὶ, μάλιστα δὲ Πέτρου 60.200 καὶ Ἰακώβου; Τοῦτο μάλιστα κατάκρισις αὐτῶν ἦν· Οὐκ ἔτι γὰρ ἀνθρώπινον τὸ κήρυγμα ἐδείκνυτο, καὶ ὄντως ἐκεῖνο ἐπληροῦτο, ὅτι Ἐλογίσθημεν ὡς πρόβατα σφαγῆς. Ἰδὼν δὲ, ὅτι ἀρεστόν ἐστι, φησὶ, τοῖς Ἰουδαίοις, προσέθετο συλλαβεῖν καὶ Πέτρον. Ἀρεστὸν φόνος, καὶ φόνος ἄδικος. Πολλὴ ἡ ἄνοια τοῦ Ἡρώδου· ταῖς ἐπιθυμίαις αὐτῶν ταῖς ἀτόποις ὑπηρετεῖτο. ∆έον γὰρ τοὐναντίον ποιεῖν, καὶ ἐγκόπτειν αὐτῶν τὴν ὁρμήν· ὁ δὲ ἐπέτεινε, καθάπερ τις δήμιος ὢν τῶν νοσούντων, ἀλλ' οὐκ ἰατρός· καίτοι μυρία παραδείγματα ἔχων καὶ τοῦ πάππου καὶ τοῦ πατρὸς Ἡρώδου, καὶ πῶς ἐκεῖνος μὲν διὰ τὴν ἀναίρεσιν τῶν παιδίων μέγιστα ἔπαθε κακὰ, οὗτος δὲ Ἰωάννην ἀνελὼν πόλεμον ἤγειρε χαλεπόν. Ὃν καὶ πιάσας, φησὶν, ἔθετο εἰς φυλακήν. Ἐφοβεῖτο, μὴ διὰ τὸν φόνον τοῦ Ἰακώβου ἀναχωρήσῃ ὁ Πέτρος, καὶ βουλόμενος ἔχειν αὐτὸν ἐν ἀσφαλεῖ, ἐνέβαλε τῷ δεσμωτηρίῳ. Ὅσῳ ἀκριβεστέρα ἡ φρουρὰ, τοσούτῳ θαυμασιωτέρα ἡ ἐπίδειξις. Τοῦτο δὲ ἦν ὑπὲρ Πέτρου, δοκιμωτέρου μᾶλλον ἐντεῦθεν γενομένου, καὶ τὴν ἀνδρείαν τὴν οἰκείαν ἐπιδεικνῦντος. Προσευχὴ δὲ ἦν, φησὶν, ἐκτενὴς γινομένη. Φιλοστοργίας δεῖγμα ἡ προσευχή. Πατέρα πάντες ἐζήτουν, πατέρα ἥμερον. Ἐκτενὴς, φησὶν, ἦν προσευχὴ γινομένη ὑπὲρ αὐτοῦ. Ἀκούσατε, πῶς διέκειντο περὶ τοὺς διδασκάλους. Οὐκ ἐστασίασαν, οὐκ ἐθορυβήθησαν, ἀλλ' ἐπὶ εὐχὴν ἐτράπησαν, τὴν ὄντως συμμαχίαν τὴν ἄμαχον, ἐπ' αὐτὴν κατέφυγον. Οὐκ ἔλεγον· Ὁ ταπεινὸς ἐγὼ καὶ οὐδαμινὸς ὑπὲρ ἐκείνου εὔχομαι! ἐπειδὴ γὰρ ἀγάπῃ ἐποίουν, οὐδὲν τούτων ἐλογίζοντο. Βούλει μαθεῖν πόσα εἰργάσαντο καὶ ἄκοντες; Ἐκείνους δοκιμωτέρους ἀπέδειξαν, τούτους σπουδαιοτέρους ἐποίησαν. Καὶ ὅρα ἐν τῇ ἑορτῇ τοὺς πειρασμοὺς ἐπαγομένους, ἵνα δοκιμώτεροι φανῶσιν οὗτοι. Ὅτε δὲ ἔμελλεν αὐτὸν προάγειν ὁ Ἡρώδης, φησὶ, τῇ νυκτὶ ἐκείνῃ ἦν ὁ Πέτρος καθεύδων. Ὅρα τὸν Πέτρον καθεύδοντα, καὶ οὐκ ὄντα ἐν ἀγωνίᾳ οὐδὲ ἐν φόβῳ. Αὐτῇ τῇ νυκτὶ, ᾗ προάγεσθαι ἔμελλεν, ἐκάθευδε, τὸ πᾶν ῥίψας ἐπὶ τὸν Θεόν. Οὐχ ἁπλῶς δὲ ἐκάθευδεν, ἀλλὰ μέσον στρατιωτῶν καὶ δεδεμένος. Μεταξὺ γὰρ, φησὶ, δύο στρατιωτῶν κοιμώμενος ἦν, δεδεμένος ἁλύσεσι δυσίν. Ὁρᾷς, πῶς ἀκριβὴς ἡ φυλακή; Καὶ ἰδοὺ ἄγγελος Κυρίου ἐπέστη, φησὶ, λέγων· Ἀνάστα ἐν τάχει. Συγκαθεύδοντες ἦσαν οἱ φύλακες· διὸ καὶ τῶν γινομένων οὐδὲν ἐπαισθάνονται. Φῶς δὲ ἔλαμψεν, ὥστε καὶ ἰδεῖν καὶ ἀκοῦσαι τὸν Πέτρον, καὶ μὴ νομίσαι φαντασίαν εἶναι. Ὡς ἂν δὲ μὴ ῥᾳθυμήσῃ, καὶ τὴν πλευρὰν πατάσσεται. Καὶ οὐχ ἁπλῶς ἀκούει· Ἀνάστα· ἀλλ', Ἐν τάχει, μετὰ προσθήκης· οὕτω βαθέως