149
ἐκάθευδεν. Ἐδόκει δὲ ὅραμα βλέπειν, φησί. ∆ιῆλθε δὲ πρώτην καὶ δευτέραν φυλακήν. Ποῦ νῦν εἰσιν οἱ αἱρετικοί; Πῶς διῆλθεν, εἰπάτωσαν ἡμῖν· ἀλλ' οὐκ ἂν ἔχοιεν. Καίτοι διὰ τοῦτο αὐτὸν καὶ ζώσασθαι κελεύει καὶ ὑποδήσασθαι, καὶ τούτῳ πείθων αὐτὸν, ὅτι οὐκ ἔστι φάντασμα· καὶ ἵνα ἀποτινάξηται τὸν ὕπνον, καὶ γνῷ, ὅτι ἀληθές ἐστι. ∆ιὰ τοῦτο καὶ εὐθέως ἀπέπεσον αὐτοῦ αἱ ἁλύσεις ἀπὸ τῶν χειρῶν, καὶ, Ἀνάστα ἐν τάχει, ἀκούει. Οὐ θορυβοῦντος δέ ἐστι τοῦτο, ἀλλὰ πείθοντος μὴ ἀναβάλλεσθαι. Καὶ οὐκ ᾔδει, φησὶν, ὅτι ἀληθές ἐστι τὸ γινόμενον διὰ τοῦ ἀγγέλου· ἐδόκει δὲ ὅραμα βλέπειν. Εἰκότως, διὰ τὴν ὑπερβολὴν τῶν γινομένων. γʹ. Ὁρᾷς πόσον ἐστὶν ὑπερβολὴ σημείου; πῶς ἐκπλήττει τὸν ὁρῶντα; πῶς οὐκ ἀφίησι πιστευθῆναι; Εἰ 60.201 γὰρ Πέτρος ἐδόκει ὅραμα βλέπειν ἐν τοσούτῳ χρόνῳ, καίτοι αὐτὸς ζωσάμενος καὶ ὑποδησάμενος· τί ἕτερος μὴ ἔπαθεν ἄν; ∆ιελθόντες δὲ, φησὶ, πρώτην φυλακὴν καὶ δευτέραν, ἦλθον ἐπὶ τὴν πύλην τὴν σιδηρᾶν· καὶ ἐξελθόντες προῆλθον ῥύμην μίαν, καὶ εὐθέως ἀπέστη ὁ ἄγγελος ἀπ' αὐτοῦ. Τὰ μέντοι ἔνδον γενόμενα θαυμασιώτερα ἦν· τοῦτο δὲ λοιπὸν ἀνθρωπινώτερον. Ὅτε οὐδὲν κώλυμα ἦν, τότε ἀπέστη ὁ ἄγγελος. Οὐ γὰρ ἂν προῆλθεν ὁ Πέτρος τοσούτων ὄντων κωλυμάτων· ὄντως γὰρ, ὄντως ἔκπληξις ἦν. Νῦν ἔγνων, φησὶν, ὅτι ἀληθῶς ἀπέστειλεν ὁ Κύριος τὸν ἄγγελον αὐτοῦ, καὶ ἐξείλετό με ἐκ χειρὸς Ἡρώδου καὶ πάσης τῆς προσδοκίας τοῦ λαοῦ τῶν Ἰουδαίων. Νῦν, οὐχὶ τότε, ὅτε ἐν τῷ δεσμῷ ἤμην. Συνιδών τε ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας τῆς μητρὸς Ἰωάννου, φησί. Τί ἐστι, Συνιδών; Λογισάμενος ὅπου ἐστίν. Ἢ τοίνυν τοῦτο συνεῖδεν· ἢ ὅτι οὐχ ἁπλῶς ἀπελθεῖν δεῖ, ἀλλ' ἀμείψασθαι τὸν εὐεργέτην· ὃ καὶ συνιδὼν ἦλθεν ἐπὶ τὴν οἰκίαν Μαρίας. Τίς ἐστιν οὗτος ὁ Ἰωάννης; Ἴσως ἐκεῖνος ὁ ἀεὶ αὐτοῖς συνών· διὰ γὰρ τοῦτο καὶ τὸ παράσημον αὐτοῦ ἔθηκεν. Ὅρα ὅσον ἐστὶν ἀγαθὸν ἡ θλῖψις, πόσον εὐχόμενοι ἐν νυκτὶ ἤνυον, πῶς διεγηγερμένους αὐτοὺς εἰργάσατο. Εἶδες τοῦ φόνου Στεφάνου ὅσον τὸ κέρδος; εἶδες τοῦ δεσμωτηρίου τούτου ὅση ἡ ὠφέλεια; Οὐ γὰρ δὴ ἐπεξιὼν ὁ Θεὸς τοῖς ἀδικοῦσιν αὐτοὺς, μέγα δείκνυσιν τὸ Εὐαγγέλιον· ἀλλ' ἐν αὐτοῖς τοῖς ἀδικοῦσιν, οὐδὲν ἐκείνων πασχόντων δεινὸν, αὐτὰς καθ' ἑαυτὰς τὰς θλίψεις δείκνυσι μέγα οὔσας, ἵνα μὴ τὴν ἀπαλλαγὴν αὐτῶν πάντως ζητῶμεν, μηδὲ τὴν ἐκδικίαν. Σκόπει δὲ πῶς καὶ αἱ παιδίσκαι αὐτῶν λοιπὸν ὁμότιμοι αὐτοῖς ἦσαν. Ἀπὸ τῆς χαρᾶς, φησὶν, οὐκ ἤνοιξε. Καλῶς καὶ τοῦτο γέγονε, ἵνα μὴ καὶ ἐκεῖνοι ἐκπλαγῶσιν εὐθέως ἰδόντες, καὶ ἀπιστήσωσιν, ἀλλ' ἐγγυμνασθῇ αὐτῶν ἡ διάνοια. Καὶ ὅπερ ἔθος ἡμῖν ποιεῖν, εὑρέθη πράττουσα καὶ αὐτή· ἵνα γὰρ αὐτὴ τὰ εὐαγγέλια κομίσῃ ἐσπούδαζεν· ὄντως γὰρ εὐαγγέλια ἦν. Οἱ δὲ εἶπον πρὸς αὐτήν· Μαίνῃ· ἡ δὲ διισχυρίζετο οὕτως ἔχειν· οἱ δὲ εἶπον, ὅτι Ἄγγελος αὐτοῦ ἐστιν. Ἐκ τούτου ἀληθὲς, ὅτι ἕκαστος ἡμῶν ἄγγελον ἔχει. Καὶ πόθεν ἐπῆλθεν αὐτοῖς ἄγγελον εἶναι τότε ὑπονοῆσαι; Ἀπὸ τοῦ καιροῦ τοῦτο ὑπώπτευσαν. Ὡς δὲ ἐπέμενε κρούων, φησὶν, ἀνοίξαντες εἶδον αὐτὸν, καὶ ἐξέστησαν. Ὁ δὲ κατασείσας τῇ χειρὶ, ἡσυχίαν πολλὴν ἐποίησεν, ὥστε ἀκοῦσαι τὰ παρ' αὐτοῦ. Ποθεινότερος πολλῷ λοιπὸν ἦν τοῖς μαθηταῖς, οὐ τῷ σωθῆναι μόνον, ἀλλὰ καὶ τῷ ἐπιστῆναι καὶ εὐθέως ἐπελθεῖν. Μανθάνουσι λοιπὸν καὶ οἱ οἰκεῖοι πάντα σαφῶς· μανθάνουσι καὶ οἱ ἀλλότριοι, εἴ γε ἤθελον πιστεῦσαι· ἀλλ' οὐκ ἠθέλησαν. Τοῦτο καὶ ἐπὶ τοῦ Χριστοῦ γέγονεν. Ἀπαγγείλατε, φησὶν, Ἰακώβῳ καὶ τοῖς ἀδελφοῖς ταῦτα. Ὅρα, πῶς οὐκ ἔστι κενόδοξος. Οὐ γὰρ εἶπε· Τοῖς ἁπανταχοῦ δῆλα ποιήσατε ταῦτα· ἀλλὰ, Τοῖς ἀδελφοῖς. Καὶ ἀνεχώρησεν εἰς ἕτερον τόπον. Οὐ γὰρ ἐπείραζε τὸν Θεὸν, οὐδὲ εἰς πειρασμοὺς ἐνέβα[λ]λεν ἑαυτόν· ἐπεὶ ὅτε καὶ τοῦτο ἐκελεύσθησαν, ἐποίησαν. Εἰσελθόντες γὰρ, φησὶν, ἐν τῷ ἱερῷ λαλεῖτε τῷ λαῷ. Ἤκουσαν, καὶ εὐθέως ἐπείσθησαν. Τοῦτο δὲ οὐκ εἶπεν ὁ ἄγγελος, ἀλλὰ τῷ σιγῇ ἀποστῆναι καὶ νυκτὸς ἐξαγαγεῖν ἔδωκεν ἐξουσίαν ἀναχωρῆσαι. Καὶ τοῦτο δὲ γίνεται, ἵνα μάθωμεν ὅτι καὶ ἀνθρωπίνως πολλὰ ᾠκονόμηται, ὥστε μὴ περι 60.202 πεσεῖν πάλιν αὐτόν. Ἵνα γὰρ μὴ εἴπωσιν, ὅτι ὁ