1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

151

καὶ ἀποκαλύψεις θαυμασταί. Τοῦτο ποίησον καὶ σὺ ὁ ἀνὴρ, μὴ μόνη ἡ γυνή. Ἔστω ἐκκλησία ἡ οἰκία ἐξ ἀνδρῶν καὶ γυναικῶν συνεστηκυῖα. Μὴ γὰρ ὅτι σὺ μόνος εἶ ὁ ἀνὴρ, μηδὲ ὅτι αὕτη μόνη ἐστὶν ἡ γυνὴ, νομίσῃς κώλυμα εἶναι. Ὅπου γάρ εἰσι δύο εἰς τὸ ἐμὸν ὄνομα, φησὶ, συνηγμένοι, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ὅπου ὁ Χριστὸς μέσος, πολὺ πλῆθός ἐστιν· ὅπου ὁ Χριστὸς, ἀνάγκη καὶ ἀγγέλους εἶναι, ἀνάγκη καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας δυνάμεις. Οὐκ ἄρα μόνοι ἐστὲ τὸν πάντων ἔχοντες ∆εσπότην. Καὶ πάλιν ἄκουε τοῦ προφήτου λέγοντος· Κρείσσων εἷς ποιῶν τὸ θέλημα Κυρίου, ἢ μυρίοι παράνομοι. Οὐδὲν ἀσθενέστερον πολλῶν παρανόμων, οὐδὲν ἰσχυρότερον ἑνὸς κατὰ νόμον Θεοῦ ζῶντος. Εἴ σοι καὶ παιδία ἐστὶ, διανάστησον καὶ τὰ παιδία, καὶ γενέσθω διὰ πάντων ἡ οἰκία ἐκκλησία διὰ τῆς νυκτός· ἂν δὲ ἁπαλὰ ᾖ, καὶ μὴ φέρῃ τὴν ἀγρυπνίαν, μέχρι μιᾶς εὐχῆς καὶ δευτέρας, καὶ κατάπαυσον· μόνον διανάστηθι, μόνον ἐν συνηθείᾳ κατάστησον σαυτόν. Οὐδὲν τοῦ ταμείου βέλτιον ἐκείνου τοῦ τοιαύτας εὐχὰς δεχομένου. Ἄκουε τοῦ προφήτου λέγοντος· Εἰ ἐμνημόνευόν σου ἐπὶ τῆς στρωμνῆς μου, ἐν τοῖς ὄρθροις ἐμελέτων εἰς σέ. Ἀλλὰ κέκμηκα, φησὶ, μεθ' ἡμέραν πολλὰ, καὶ οὐ δύναμαι. Σκῆψις ταῦτα καὶ πρόφασις· ὅσα γὰρ ἂν κάμῃς, οὐ πονήσεις ὡς ὁ χαλκοτύπος σφῦραν οὕτω βαρεῖαν καταφέρων ἀπὸ πολλοῦ τοῦ ὕψους ἐπὶ τοὺς σπινθῆρας, καὶ τὸν καπνὸν ὅλῳ δεχόμενος τῷ σώματι· καὶ ὅμως τὸ πλέον ἐκεῖνος τῆς νυκτὸς εἰς τοῦτο ἀναλίσκει. Ἴστε καὶ γυναῖκες, εἴποτε εἰς ἀγρὸν ἡμῖν γέγονεν ἀνάγκη βαδίσαι, ἢ εἰς παννυχίδα προελθεῖν, πῶς δι' ὅλης τῆς νυκτὸς ἀγρυπνοῦσι. Καί σοι τοίνυν χαλκεῖον 60.204 ἔστω πνευματικὸν, οὐχ ὥστε χύτρας οὐδὲ λέβητας, ἀλλὰ τὴν ψυχὴν κατασκευάσαι τὴν σὴν, ἣ καὶ χαλκοτύπου καὶ χρυσοχόου πολλῷ βελτίων. Τὴν παλαιὰν γενομένην τοῖς ἁμαρτήμασιν εἰσάγαγε εἰς τὸ χωνευτήριον τῆς ἐξομολογήσεως· τὴν σφῦραν κατένεγκαι ἀπὸ πολλοῦ τοῦ ὕψους· τουτέστι, τῶν ῥημάτων τὴν κατάγνωσιν· ἄναψον τὸ πῦρ τοῦ Πνεύματος. Πολλῷ μείζονα τέχνην ἔχεις. Οὐ χρυσᾶ σκεύη ῥυθμίζεις, ἀλλὰ τὴν παντὸς χρυσίου τιμιωτέραν ψυχὴν, καθάπερ ὁ χαλκεὺς τὸ σκεῦος. Οὐ γὰρ σωματικὸν σκεῦος ῥυθμίζεις, ἀλλὰ τὴν ψυχὴν ἀπαλλάττεις τῆς φαντασίας πάσης τῆς βιωτικῆς. Παρακείσθω σοι λύχνος, οὐχ οὗτος ὁ καιόμενος, ἀλλ' ὃν ὁ προφήτης λέγων εἶχε· Λύχνος γὰρ τοῖς ποσί μου ὁ νόμος σου. Πύρωσον διὰ τῆς εὐχῆς τὴν ψυχήν· ἂν ἴδῃς ἱκανῶς ἔχουσαν, ἐξάγαγε, τύπωσον πρὸς ὅπερ ἂν θέλῃς. Πίστευσόν μοι, οὐχ οὕτω τὸ πῦρ τὸν ἰὸν ἀποκαθαίρειν εἴωθεν, ὡς εὐχὴ νυκτερινὴ τὸν ἰὸν τῶν ἁμαρτημάτων τῶν ἡμετέρων. Αἰδεσθῶμεν, εἰ μηδένα ἄλλον, τοὺς νυκτερινοὺς φύλακας. Ἐκεῖνοι δι' ἀνθρώπινον νόμον περιΐασιν ἐν κρυμῷ βοῶντες μεγάλα, καὶ διὰ τῶν στενωπῶν βαδίζοντες, βρεχόμενοι πολλάκις, πεπηγότες, διὰ σὲ καὶ τὴν σωτηρίαν τὴν σὴν, καὶ τὴν τῶν χρημάτων τῶν σῶν φυλακήν. Ἐκεῖνος ὑπὲρ τῶν χρημάτων σου τοσαύτην ποιεῖται πρόνοιαν· σὺ δὲ οὐδὲ ὑπὲρ τῆς ψυχῆς τῆς σῆς. Καὶ μὴν ἐγὼ οὐκ ἀναγκάζω αἴθριον περιϊέναι καθάπερ ἐκεῖνος, οὐδὲ μεγάλα βοᾷν καὶ διαῤῥήγνυσθαι· ἀλλ' ἐν αὐτῷ τῷ ταμείῳ ὢν, ἐν αὐτῷ τῷ κοιτῶνι, κάμψον τὰ γόνατα, παρακάλεσον τὸν ∆εσπότην. ∆ιὰ τί αὐτὸς ὁ Χριστὸς διενυκτέρευεν ἐν τῷ ὄρει; οὐχ ἵνα τύπος ἡμῖν γένηται; Τότε ἀναπνεῖ τὰ φυτὰ, ἐν τῇ νυκτὶ λέγω· τότε καὶ ψυχὴ μάλιστα μᾶλλον ἐκείνων δρόσον δέχεται. Ἅπερ μεθ' ἡμέραν ὁ ἥλιος κατέκαυσε, ταῦτα ἐν τῇ νυκτὶ καταψύχεται. Πάσης δρόσου μᾶλλον τὰ τῆς νυκτὸς δάκρυα καὶ κατὰ τῶν ἐπιθυμιῶν καὶ κατὰ πάσης φλεγμονῆς καὶ καύσωνος καθίεται, καὶ οὐκ ἀφίησι χαλεπόν τι παθεῖν. Ἂν δὲ μὴ τῆς δρόσου ἀπολαύσῃ ἐκείνης, μεθ' ἡμέραν κατακαυθήσεται. Ἀλλὰ μὴ γένοιτο μηδένα ὑμῶν ὑπέκκαυμα τοῦ πυρὸς ἐκείνου γενέσθαι, ἀλλὰ ἀναψύξαντας καὶ τῆς παρὰ τοῦ Θεοῦ φιλανθρωπίας ἀπολαύσαντας, οὕτω πάντας ἡμᾶς ἐλευθερωθῆναι τοῦ φορτίου τῶν ἁμαρτημάτων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.