1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

152

Ἀμήν. 60.203 ΟΜΙΛΙΑ ΚΖʹ. Γενομένης δὲ ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευεν ἀπαχθῆναι· καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβε. αʹ. Πολλοὶ διαποροῦσι πῶς περιεῖδεν ὁ Θεὸς τότε δι' αὐτὸν τοὺς παῖδας ἀναιρουμένους, καὶ νῦν πάλιν τοὺς στρατιώτας διὰ τὸν Πέτρον καίτοι γε δυνατὸν ἦν αὐτῷ μετὰ τοῦ Πέτρου κἀκείνους ἐξελέσθαι. Ἀλλ' εἰ καὶ τοὺς στρατιώτας ἐξήγαγεν ὁ ἄγγελος μετὰ τοῦ Πέτρου, ἐνομίσθη ἂν φυγῆς εἶναι τὸ πρᾶγμα. Τί οὖν οὐχ ἑτέρως ᾠκονόμησε, φησί; ποία γὰρ βλάβη γέγονε νῦν; Ἂν ἴδωμεν, ὅτι οἱ ἀδίκως τι παθόντες καὶ κακῶς οὐδὲν ἐβλάβησαν, οὐ ζητήσομεν ταῦτα. ∆ιὰ τί γὰρ μὴ λέγεις καὶ περὶ Ἰακώβου, διὰ τί αὐτὸν οὐκ ἐξείλετο; Ἄλλως δὲ οὐκ 60.204 ἦν οὐδέπω τῆς κρίσεως ὁ καιρὸς, ὥστε τὸ κατ' ἀξίαν ἀπονεῖμαι ἑκάστῳ. Ἀλλ' οὐδὲ ἐνέβαλλεν αὐτοὺς εἰς τὰς χεῖρας αὐτοῦ Πέτρος. Μᾶλλον οὖν αὐτὸν ἐλύπει τὸ ἐμπαιχθῆναι, ὥσπερ τὸν πάππον αὐτοῦ ὑπὸ τῶν μάγων ἀπατηθέντα, μᾶλλον ἐποίει διαπρίεσθαι καὶ καταγέλαστον εἶναι. Καλὸν δὲ καὶ αὐτῶν τῶν ῥημάτων ἀκοῦσαι τοῦ συγγραφέως. Γενομένης, φησὶν, ἡμέρας, ἦν τάραχος οὐκ ὀλίγος ἐν τοῖς στρατιώταις, τί ἄρα ὁ Πέτρος ἐγένετο. Ἡρώδης δὲ ἐπιζητήσας αὐτὸν, καὶ μὴ εὑρὼν, ἀνακρίνας τοὺς φύλακας, ἐκέλευσεν ἀπαχθῆναι. Καίτοι ἤκουσε παρ' αὐτῶν (ἀνέκρινε γάρ), καὶ ὅτι αἱ ἁλύσεις ἀφέθησαν, καὶ ὅτι τὰ σανδάλια ἔλαβε, καὶ ὅτι μέχρι τῆς νυκτὸς ἐκείνης μετ' αὐτῶν ἦν. Ἀλλὰ τί συνέκρυψαν; διὰ τί οὖν μὴ καὶ αὐτοὶ ἔφυγον; Καὶ μὴν αὐτὸν ἔδει θαυμάσαι, ἔδει καταπλαγῆναι τοῦτο. Λοιπὸν φανερὸν γίνεται πᾶσι διὰ τοῦ θανάτου τούτων, καὶ τοῦ 60.205 Θεοῦ τὸ θαῦμα ἤ τε ἐκείνου κακία κατάδηλος. Ἀλλ' ὅρα. πῶς οὗτος ταῦτα οὐ κρύπτει, ἀλλὰ καὶ μέμνηται ἱστορίας ὥστε διδάξαι ἡμᾶς. Εἶτά φησι· Καὶ κατελθὼν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν διέτριβεν. Ἦν δὲ ὁ Ἡρώδης θυμομαχῶν Τυρίοις καὶ Σιδωνίοις· ὁμοθυμαδόν τε παρῆσαν πρὸς αὐτὸν, καὶ πείσαντες Βλάστον τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην, διὰ τὸ διατρέφεσθαι αὐτῶν τὴν χώραν ἀπὸ τῆς βασιλικῆς. Τακτῇ δὲ ἡμέρᾳ ὁ Ἡρώδης ἐνδυσάμενος ἐσθῆτα βασιλικὴν, καὶ καθίσας ἐπὶ τοῦ βήματος ἐδημηγόρει πρὸς αὐτούς· ὁ δὲ δῆμος ἐπεφώνει· Θεοῦ φωνὴ καὶ οὐκ ἀνθρώπου. Παραχρῆμα δὲ αὐτὸν ἐπάταξεν ἄγγελος Κυρίου, ἀνθ' ὧν οὐκ ἔδωκε δόξαν τῷ Θεῷ· καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξεν. Ὁ δὲ λόγος τοῦ Θεοῦ ηὔξανε καὶ ἐπληθύνετο. Οὐ μικρὸν οὐδὲ τοῦτό ἐστιν. Εὐθέως ἡ δίκη κατέλαβεν αὐτὸν, εἰ καὶ μὴ διὰ Πέτρον, ἀλλὰ διὰ τὴν αὐτοῦ μεγαληγορίαν. Καὶ μὴν εἰ ἐκεῖνοι, φησὶν, ἐβόησαν, τί πρὸς τοῦτον; Ὅτι κατεδέξατο τὴν φωνὴν, ὅτι ἄξιον ἑαυτὸν ἐνόμισεν εἶναι τῆς κολακείας. ∆ιὰ τούτου ἐκεῖνοι μάλιστα παιδεύονται οἱ κολακεύοντες εἰκῇ. Ὅρα πάλιν ἀμφοτέρους μὲν ὄντας ἀξίους τιμωρίας, τοῦτον δὲ κολαζόμενον. Οὐ γάρ ἐστι νῦν τῆς κρίσεως ὁ καιρὸς, ἀλλὰ τὸν μάλιστα ὑπεύθυνον, τοῦτον κολάζει, ἐκείνους ἀφιεὶς ἀπὸ τούτου κερδάναι. Καὶ ὁ λόγος τοῦ Θεοῦ ηὔξανε, φησὶ, καὶ ἐπληθύνετο· τουτέστι, τούτου γενομένου. Εἶδες Θεοῦ οἰκονομίαν; Βαρνάβας δὲ καὶ Σαῦλος ὑπέστρεψαν ἐξ Ἱερουσαλὴμ πληρώσαντες τὴν διακονίαν, συμπαραλαβόντες καὶ Ἰωάννην τὸν ἐπικληθέντα Μάρκον. Ἦσαν δέ τινες ἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν Ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι, ὅ τε Βαρνάβας καὶ Σιμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναῆν τε Ἡρώδου τοῦ τετράρχου σύντροφος, καὶ Σαῦλος. Ἔτι Βαρνάβα πρῶτον μνημονεύει· οὔπω γὰρ Παῦλος ἦν λαμπρὸς, οὔπω σημεῖον οὐδὲν εἰργάσατο. Λειτουργούντων δὲ αὐτῶν τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον εἰς· τὸ ἔργον, ὃ προσκέκλημαι αὐτούς. Τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς, ἀπέλυσαν. Τί ἐστι, Λειτουργούντων; Κηρυττόντων. Ἀφορίσατέ μοι, φησὶ, τὸν Βαρνάβαν καὶ Σαῦλον. Τί ἐστιν, Ἀφορίσατέ μοι; Εἰς τὸ ἔργον, εἰς τὴν ἀποστολήν. Ὅρα πάλιν ὑπὸ τίνων χειροτονεῖται· ὑπὸ Λουκίου τοῦ Κυρηναίου καὶ