153
Μαναῆ· μᾶλλον δὲ ὑπὸ τοῦ Πνεύματος. Ὅσῳ γὰρ τὰ πρόσωπα ἐλάττονά ἐστι, τοσούτῳ γυμνοτέρα ἡ τοῦ Θεοῦ φαίνεται χάρις. Χειροτονεῖται λοιπὸν εἰς ἀποστολὴν, ὥστε μετ' ἐξουσίας κηρύττειν. Πῶς οὖν αὐτός φησιν· Οὐκ ἀπ' ἀνθρώπων, οὐδὲ δι' ἀνθρώπων; Τὸ μὲν, Οὐκ ἀπ' ἀνθρώπων, εἶπεν, ἵνα δηλώσῃ, ὅτι οὐκ ἄνθρωπος αὐτὸν ἐκάλεσεν οὐδὲ προσηγάγετο· τὸ δὲ, ∆ι' ἀνθρώπων, ὅτι οὐχ ὑπὸ τοῦδε ἐπέμφθη, ἀλλ' ὑπὸ τοῦ Πνεύματος. ∆ιὸ καὶ οὕτως ἐπήγαγεν· Οὗτοι μὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ Πνεύματος κατῆλθον εἰς τὴν Σελεύκειαν, ἐκεῖθέν τε ἐπέπλευσαν εἰς τὴν Κύπρον. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἡμέρας δὲ γενομένης, φησὶν, ἦν τάραχος οὐκ ὀλίγος διὰ τὸν Πέτρον, καὶ ἀνακρίνας τοὺς φύλακας ἐκέλευσεν ἀπαχθῆναι. Οὕτως οὐκ ᾔσθετο, ὅτι καὶ κολάζειν ἀδίκως ἐπιχειρεῖ. Ἰδοὺ τὸν ὑπὲρ αὐτῶν ἀναλαμβάνω λόγον. Τὰ δεσμὰ ἦν, οἱ φύλακες ἔνδον, τὸ δεσμωτήριον κεκλεισμένον, οὐδαμοῦ τοῖχος διορωρυγ 60.206 μένος, πάντες τὰ αὐτὰ ἔλεγον· ἀνάρπαστος ὁ ἄνθρωπος γέγονε, διὰ τί αὐτοὺς καταδικάζεις; εἰ ἤθελον ἀπολῦσαι, πρὸ τούτου ἀπέλυσαν ἂν, ἢ συνεξῆλθον. Ἀλλὰ χρήματα ἔλαβον; Πόθεν ὁ μηδὲ πένητι δοῦναι ἔχων, τούτοις ἐδίδου; οὐδὲ γὰρ διεθρύβησαν αἱ ἁλύσεις, οὐδὲ λελυμέναι ἦσαν. Ἔδει ἰδεῖν, ὅτι θεῖον τὸ πρᾶγμα ἦν καὶ οὐκ ἀνθρώπινον. Εἶτα ἐπειδὴ ἱστορίας ἔμελλε μεμνῆσθαι λοιπὸν, διὰ τοῦτο καὶ τὰ ὀνόματα τίθησιν, ἵνα δειχθῇ πάντα ἐπαληθεύων. Καὶ πείσαντες Βλάστον, φησὶ, τὸν ἐπὶ τοῦ κοιτῶνος τοῦ βασιλέως, ᾐτοῦντο εἰρήνην. Τοῦτο ποιοῦσιν, ἐπειδὴ λιμὸς ἦν. Τακτῇ δὲ ἡμέρᾳ καθίσας ὁ Ἡρώδης ἐπὶ τοῦ βήματος ἐδημηγόρει, φησί. Παραχρῆμα δὲ ἐπάταξεν αὐτὸν ἄγγελος Κυρίου· καὶ γενόμενος σκωληκόβρωτος ἐξέψυξε. βʹ. Τοῦτο καὶ Ἰώσηπος λέγει, ὅτι μακρᾷ περιέπεσε νόσῳ. Οἱ μὲν οὖν πολλοὶ τοῦτο οὐκ ᾔδεσαν, ὁ δὲ ἀπόστολος αὐτὸ τίθησι. Πλὴν ἀλλὰ καὶ ἡ ἄγνοια ὠφέλει λογιζομένων αὐτῶν τῷ Ἰακώβου θανάτῳ καὶ τῷ τῶν στρατιωτῶν φόνῳ τὸ κατὰ τὸν Ἡρώδην συμβεβηκέναι. Ὅρα· ὅτε μὲν τὸν ἀπόστολον ἔσφαξεν, οὐδὲν τοιοῦτον εἰργάσατο, ὅτε δὲ τούτους, λοιπὸν ἐν ἀφασίᾳ ἦν. Ἅτε οὖν ἠπορηκὼς καὶ αἰσχυνόμενος κατῆλθεν ἀπὸ τῆς Ἰουδαίας εἰς τὴν Καισάρειαν. Ἐμοὶ δοκεῖ καὶ ἐκείνους ἀπαγαγεῖν βουλόμενος, πρὸς ἀπολογίαν ἦλθε τούτων· ὠργίζετο γὰρ ἐκείνοις τούτους οὕτω θεραπεύων. Ὅρα πῶς κενόδοξος ὁ ἄνθρωπός ἐστι. Μέλλων αὐτοῖς διδόναι τὴν δωρεὰν, ἐδημηγόρησεν. Ὁ δὲ Ἰώσηπός φησιν, ὅτι καὶ ἐσθῆτα λαμπρὰν ἐξ ἀργύρου πεποιημένην περιέκειτο. Ὅρα καὶ ἐκεῖνοι πῶς κόλακες ἦσαν, καὶ τῶν ἀποστόλων τὸ φρόνημα. Ὃν γὰρ ἔθνος ὁλόκληρον ἐθεράπευσε, τοῦτον οὗτοι διέπτυον. Πάλιν δὲ γίνεται ἀνάπνευσις αὐτῶν μεγάλη, καὶ μυρία ἀγαθὰ ἐκ τῆς ἐκείνου τιμωρίας. Εἰ δὲ οὗτος ἀκούσας, ὅτι Φωνὴ Θεοῦ καὶ οὐκ ἀνθρώπου, καίτοι γε μηδὲν εἰπὼν τοιαῦτα ἔπαθε· πολλῷ μᾶλλον ἂν ὁ Χριστὸς, εἰ μὴ Θεὸς ἦν αὐτὸς, ἀεὶ λέγων, ὅτι Τὰ ῥήματα τὰ ἐμὰ οὐκ ἔστιν ἐμὰ, καὶ, Οἱ ὑπηρέται ἂν οἱ ἐμοὶ ἠγωνίζοντο, καὶ ὅσα τοιαῦτα. Ἐκεῖνος δὲ αἰσχρῶς καὶ ἐλεεινῶς τὸν βίον κατέλυσε, καὶ οὐδὲ φαίνεται λοιπόν. Ὅρα δὲ αὐτὸν καὶ ὑπὸ τοῦ Βλάστου ἀναπειθόμενον, καὶ ἅτε δὴ ταλαίπωρον ὄντα εὐκόλως ὀργιζόμενον, καὶ πάλιν καταλλαττόμενον, καὶ πανταχοῦ δοῦλον τῶν δήμων, καὶ οὐδὲν ἐλεύθερον ἔχοντα. Σκόπει δὲ καὶ τὴν αὐθεντείαν τοῦ ἁγίου Πνεύματος. Λειτουργούντων δὲ αὐτῶν, φησὶ, τῷ Κυρίῳ καὶ νηστευόντων, εἶπε τὸ Πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρνάβαν καὶ Σαῦλον. Τίς ἂν ἐτόλμησε, μὴ τῆς αὐτῆς ἐξουσίας ὢν, ταῦτα εἰπεῖν; Τοῦτο δὲ γίνεται, ὥστε μὴ εἶναι αὐτοὺς κοινῇ μεθ' ἑαυτῶν. Εἶδεν αὐτοὺς μείζονα δύναμιν ἔχοντας, καὶ πολλοῖς δυναμένους ἀρκέσαι. Πῶς δὲ αὐτοῖς εἶπεν; ∆ιὰ προφητῶν ἴσως. ∆ιὰ τοῦτο προλαβὼν εἶπεν, ὅτι καὶ προφῆται ἦσαν καὶ ἐνήστευον καὶ ἐλειτούργουν, ἵνα μάθῃς, ὅτι πολλῆς νήψεως χρεία ἦν. Ἐν Ἀντιοχείᾳ χειροτονεῖται, ἔνθα κηρύττει. ∆ιὰ τί μὴ εἶπε, Τῷ Κυρίῳ ἀφορίσατε, ἀλλ' Ἐμοί; ∆είκνυσιν, ὅτι ἕν ἐστι τὸ τῆς ἐξουσίας καὶ τῆς δυνάμεως. Ὁρᾷς ὅσον ἡ νηστεία μέγα; ∆είκνυσιν, ὅτι πάντα τὸ Πνεῦμα ἐποίει. Μέγα τι ἡ