1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

154

νηστεία ἀγαθόν· οὐχ ὅρῳ περιορίζεται. Ὅτε χειροτονεῖν ἔδει, τότε νηστεύουσι· καὶ νηστεύουσιν αὐτοῖς εἶπε τὸ Πνεῦμα. Ἡ νηστεία δὲ οὐ τοῦτο μόνον ἐστὶν, ἀλλὰ καὶ τὸ τρυφῆς ἀπέχεσθαι, νηστείας εἶδός ἐστι. Τοσοῦτον ἐπιτάττω μόνον ἐγώ· μὴ νηστεύσητε, ἀλλὰ τρυφῆς ἀπέχεσθε. Τροφὰς ζητῶμεν, μὴ διαφθο 60.207 ράν· τροφὰς ζητῶμεν, μὴ νόσων ὑποθέσεις, νόσων καὶ ψυχικῶν καὶ σωματικῶν· τροφὴν ζητῶμεν ἡδονὴν ἔχουσαν, μὴ τρυφὴν ἀηδίας γέμουσαν· τοῦτο τρυφὴ, ἐκεῖνο λύμη· τοῦτο ἡδονὴ, ἐκεῖνο πόνος· τοῦτο κατὰ φύσιν, ἐκεῖνο παρὰ φύσιν. Εἰπὲ γάρ μοι, εἴ τις ἔδωκέ σοι κώνειον πιεῖν, οὐχὶ παρὰ φύσιν ἦν; εἴ τις ξύλα καὶ λίθους, οὐκ ἂν ἀπεστράφης; Εἰκότως· παρὰ φύσιν γάρ ἐστι. Τοιοῦτον καὶ ἡ τρυφή. Καθάπερ γὰρ ἐν πόλει πολιορκίας γενομένης πολὺς θόρυβος γίνεται καὶ τάραχος τῶν πολεμίων ἐπεισελθόντων· οὕτως ἐν τῇ ψυχῇ γίνεται, οἴνου καὶ τρυφῆς ἐπεισελθούσης. Τίνι οὐαὶ, τίνι θόρυβοι, τίνι ἀηδίαι καὶ λέσχαι, τίνι κρίσις; οὐχὶ τοῖς ἐγχρονίζουσιν ἐν οἴνοις; Τίνος πελιδινοὶ οἱ ὀφθαλμοί; Ἀλλὰ γὰρ, ὅσα ἂν εἴπωμεν, οὐκ ἀποστήσομεν τοὺς περὶ τὴν τρυφὴν ἀπησχολημένους, ἂν μὴ πρὸς ἕτερον ἀντιστήσωμεν τὸ πάθος. Καὶ πρῶτον μὲν πρὸς τὰς γυναῖκας ἡμῖν ἔστω ὁ λόγος. Οὐδὲν αἰσχρότερον γυναικὸς τρυφώσης, οὐδὲν αἰσχρότερον μεθυούσης· ἀμαυροῦται αὐτῆς τὸ τῆς ὄψεως ἄνθος, θολοῦται τὸ γαληνὸν καὶ ἥμερον τῶν ὀφθαλμῶν, οἱονεὶ νεφέλης τινὸς ἀκτῖνας ὑποδραμούσης ἡλιακάς. Ἀνελεύθερον τὸ πρᾶγμα καὶ δουλικὸν, καὶ πάσης δυσγενείας ἀνάμεστον. Πῶς ἐστιν ἀηδὴς οἴνου ἀποπνέουσα γυνὴ ὀδωδότος, σεσηπότος· ἐρευγομένη κρεῶν διεφθορότων χυμὸν, βεβαρημένη καὶ διαναστῆναι μὴ δυναμένη, ἐρυθρὰ οὖσα τοῦ δέοντος πλέον, χάσμης γέμουσα καὶ ἀχλύος πολλῆς; Ἀλλ' οὐκ ἐκείνη ἡ τρυφῆς ἀπεχομένη τοιαύτη· ἀλλὰ σεμνὴ καὶ σώφρων καὶ εὔμορφος. Καὶ γὰρ τῷ σώματι πολὺ περιτίθησι κάλλος τῆς ψυχῆς ἡ κατάστασις. Μὴ γὰρ δὴ νομίσῃς ἀπὸ τῶν σωματικῶν τύπων τοῦτο γίνεσθαι μόνον. ∆ὸς εὔμορφον κόρην, τεταραγμένην, λάλον, λοίδορον, μέθυσον, πολυτελῆ, εἰ μὴ πάσης αἰσχρᾶς δυσειδεστέρα καθέστηκεν; Εἰ δὲ αἰσχύνοιτο, εἰ δὲ σιγῴη, εἰ δὲ ἐρυθριᾷν μανθάνοι, εἰ δὲ φθέγγεσθαι συμμέτρως, εἰ δὲ νηστείαις ἐσχολακέναι· διπλοῦν τὸ κάλλος, πλείων ἡ ὥρα, ποθεινοτέρα ἡ ὄψις, σωφροσύνης γέμουσα καὶ κοσμιότητος. Βούλει λοιπὸν καὶ περὶ ἀνδρῶν εἴπωμεν; Τί τοῦ μεθύοντος αἰσχρότερον; Καταγέλαστος οἰκέταις, καταγέλαστος ἐχθροῖς, ἐλεεινὸς παρὰ φίλοις, μυρίας καταγνώσεως ἄξιος, θηρίον ἐστὶ μᾶλλον ἢ ἄνθρωπος· τὸ γὰρ πολλὰ σιτεῖσθαι, παρδάλεως, καὶ λέοντος, καὶ ἄρκτου ἐστίν. Εἰκότως· οὐ γὰρ ἔχουσιν ἐκεῖνα ψυχὴν λογικήν. Καὶ μὴν κἀκεῖνα πλέον τοῦ δέοντος καὶ τοῦ μέτρου τοῦ παρὰ τῆς φύσεως αὐτοῖς ὡρισμένου σιτισθέντα, διέφθειρε τὸ πᾶν σῶμα· πόσῳ οὖν μᾶλλον ἡμεῖς; ∆ιὰ τοῦτο ἡμῖν εἰς μικρὸν συνέστειλε τὴν γαστέρα ὁ Θεός· διὰ τοῦτο ὀλίγον μέτρον ὥρισε τροφῆς, ἵνα παιδεύσῃ ψυχῆς ἐπιμελεῖσθαι. γʹ. Καταμάθωμεν αὐτὴν τὴν κατασκευὴν τὴν ἡμετέραν, καὶ ὀψόμεθα ἓν μόριον ἐν ἡμῖν ταύτην ἔχον τὴν ἐνέργειαν. Τὸ στόμα γὰρ ἡμῶν καὶ ἡ γλῶττα πρὸς ὕμνους ἀφώρισται, ὁ φάρυγξ πρὸς φωνήν. ∆ιὰ τοῦτο καὶ ἀνάγκη τῆς φύσεως ἡμᾶς ἐγκατέδησεν, ἵνα μηδὲ ἄκοντες ἐμπίπτωμεν εἰς πολλὴν πραγματείαν. Ὡς εἴ γε ἡ τρυφὴ πόνους μὴ εἶχε, μηδὲ νόσους καὶ ἀῤῥωστίας, φορητὸν ἦν· νῦν δέ σοι τέθεικεν ὁροθέσια τῆς φύσεως, ἵνα μηδὲ βουλόμενος ὑπερβαίνῃς. Οὐχ ἡδονὴν ζητεῖς, ἀγαπητέ; Τοῦτο παρὰ τῆς αὐταρκείας εὑρήσεις. Οὐχ ὑγείαν; καὶ τοῦτο· οὐχὶ ἀμεριμνίαν; καὶ τοῦτο· οὐχὶ ἐλευθερίαν; οὐχὶ ῥῶσιν σώματος, οὐχὶ εὐεξίαν, οὐχὶ νῆψιν ψυχῆς, οὐχὶ διέγερσιν; οὕτω πάντα τὰ καλὰ ἐνταῦθα· ἐν 60.208 ἐκείνῃ δὲ τὰ ἐναντία, ἀηδία, καχεξία, νόσος, ἀνελευθερία, δαπάνη. Πόθεν οὖν, φησὶν, ἐπὶ ταύτην τρέχομεν ἅπαντες; Ἀπὸ νόσου. Εἰπὲ γάρ μοι, διὰ τί τὸ βλάπτον ὁ νοσῶν ἐπιζητεῖ; οὐχὶ καὶ αὐτὸ τοῦτο τοῦ νοσεῖν σημεῖόν ἐστι; ∆ιὰ τί ὁ χωλὸς μὴ ὀρθὰ βαδίζει; αὐτὸ δὲ τοῦτο οὐκ ἀπὸ ῥᾳθυμίας καὶ τοῦ μὴ βούλεσθαι παρὰ τὸν ἰατρὸν ἰέναι; Τῶν γὰρ πραγμάτων τὰ μὲν πρόσκαιρον ἡδονὴν ἔχει, διηνεκῆ δὲ τὴν κόλασιν·