155
τὰ δὲ τοὐναντίον, τὴν μὲν καρτερίαν πρόσκαιρον, διηνεκῆ δὲ τὴν ἀπόλαυσιν. Ὁ τοίνυν οὕτω χαῦνος καὶ ῥᾴθυμος, ὥστε μὴ ὑπεριδεῖν τῶν παρόντων ἡδέων ὑπὲρ τῶν μελλόντων, ταχέως ἁλίσκεται. Εἰπέ μοι, ὁ Ἡσαῦ πόθεν ἑάλω; πόθεν τὴν παροῦσαν ἡδονὴν τῆς μελλούσης προτετίμηκε τιμῆς; Ἀπὸ χαυνότητος καὶ μαλακίας. Τοῦτο δὲ αὐτὸ πόθεν, φησίν; Ἐξ ἡμῶν αὐτῶν· καὶ δῆλον ἐκεῖθεν. Ὅταν γὰρ θέλωμεν, διανιστῶμεν ἑαυτοὺς, καὶ καρτερικοὶ γινόμεθα Ἐὰν γοῦν ἀνάγκη ποτὲ ἐπέλθοι, πολλάκις δὲ καὶ φιλονεικήσαντες μόνον, τὸ χρήσιμον συνείδομεν. Ὅταν τοίνυν μέλλῃς τρυφᾷν, ἐννόησον τὸ πρόσκαιρον τῆς ἡδονῆς, τὴν ζημίαν (ζημία γὰρ ὄντως ἐστὶ μετὰ τῆς οἰκείας λύμης τοσαῦτα χρήματα δαπανᾷν), τὰς νόσους, τὰς ἀῤῥωστίας, καὶ καταφρόνησον τρυφῆς. Πόσους σοὶ βούλει ἀριθμήσω κακὰ παθόντας ἀπὸ τῆς τρυφῆς; Ὁ Νῶε ἐμεθύσθη καὶ ἐγυμνώθη, καὶ ὅρα πόσα γέγονε κακὰ ἀπὸ τούτου· ὁ Ἡσαῦ ἀπὸ λαιμαργίας προέδωκε τὰ πρωτοτόκια, καὶ εἰς ἀδελφοκτονίαν ὥρμησεν. Ὁ λαὸς ὁ τοῦ Ἰσραὴλ ἐκάθισε φαγεῖν καὶ πιεῖν, καὶ ἀνέστησαν παίζειν. ∆ιὰ τοῦτό φησι, Φαγὼν καὶ πιὼν μνήσθητι Κυρίου τοῦ Θεοῦ σου. Εἰς γὰρ κρημνὸν ἐνέπεσον οἱ εἰς τὴν τρυφὴν ἐμπεσόντες. Ἡ χήρα, φησὶν, ἡ σπαταλῶσα, ζῶσα τέθνηκεν· καὶ πάλιν, Ἐλιπάνθη, ἐπαχύνθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος· καὶ πάλιν ὁ Ἀπόστολος, Τῆς σαρκὸς πρόνοιαν μὴ ποιεῖσθε εἰς ἐπιθυμίας. Οὐ νομοθετῶ νηστείαν (οὐδὲ γὰρ ὁ ἀκούων ἐστίν), ἀλλ' ἀναιρῶ σπατάλην, ἐκκόπτω τρυφὴν, διὰ τὸ χρήσιμον τὸ ὑμέτερον· καθάπερ γὰρ χείμαῤῥος, οὕτω πάντα ἀνατρέπει ἡ τρυφή· οὐδὲν αὐτὴν τὸ κωλύον ἐστί· βασιλείας ἐκβάλλει. Τί τὸ πλέον; Βούλει τρυφᾷν; ∆ὸς πένησι, κάλεσον τὸν Χριστὸν ἵνα καὶ μετὰ τὸ τὴν τράπεζαν ἀρθῆναι ἔχῃς τρυφᾷν. Νῦν μὲν γὰρ οὐκ ἔχεις. εἰκότως· οὐδὲ γὰρ ἕστηκε τὰ ἐνταῦθα· τότε δὲ ἕξεις. Βούλει τρυφῆσαι; Θρέψον τὴν ψυχὴν, μετάδος αὐτῇ σιτίων ὧν ἔθος ἔχει· μὴ λιμοκτονήσῃς αὐτήν. Καιρὸς πολέμου, καιρὸς ἀγῶνος· σὺ δὲ κάθησαι τρυφῶν; Οὐχ ὁρᾷς καὶ τοὺς τὰ σκῆπτρα ἐγκεχειρισμένους ἐν ταῖς ἔξω στρατείαις εὐτελῶς ζῶντας; Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα· σὺ δὲ λιπαίνεις σαυτὸν μέλλων παλαίειν; Ἕστηκε τρίζων τοὺς ὀδόντας αὐτοῦ ὁ ἀντίπαλος, σὺ δὲ διακεχυμένος τυγχάνεις, καὶ τραπέζῃ προσέχεις. Οἶδα εἰκῆ ταῦτα λέγων, ἀλλ' οὐχ ἅπασιν. Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω. Ὁ Χριστὸς ὑπὸ λιμοῦ τήκεται, σὺ δὲ ὑπὸ γαστριμαργίας διασπᾷς σαυτόν· δύο ἀμετρίαι. Τί γὰρ οὐ ποιεῖ κακὸν ἡ τρυφή; Πρὸς ἑαυτὴν ἐναντία ἐστίν· ὅθεν οὐκ οἶδα, πῶς καὶ τὸ ὄνομα τοῦτο ἔχει· ἀλλ' ὥσπερ ἡ δόξα ἀτιμία οὖσα, καὶ ὁ πλοῦτος πενία ὢν, τοῦτο κέκληται· οὕτω καὶ ἡ τρυφὴ ἀηδία οὖσα. Μὴ γὰρ τυθῆναι ἔχομεν, ὅτι λιπαίνομεν ἑαυτούς; Τί παρέχεις τῷ σκώληκι λαμπρὰν τὴν τράπεζαν; τί πλείονας ποιεῖς τοὺς ἰχώρας; τί πηγὰς ἱδρώτων, καὶ δυσωδίας ἐναποτίθεσαι; τί πρὸς πάντα σεαυτὸν ἄχρηστον κατασκευάζεις; Βούλει γενέσθαι ἰσχυρὸν τὸν ὀφθαλμόν; Τὸ σῶμα ποίησον εὔτονον. Καὶ γὰρ ἐν ταῖς χορδαῖς ἡ μὲν 60.209 παχεῖα καὶ ἀδιακάθαρτος, ἄχρηστος πρὸς τὰς μελῳδίας· ἡ δὲ πάντοθεν ἐπεξεσμένη εὔτονός ἐστι καὶ παναρμόνιος. Τί καταχωννύεις τὴν ψυχήν; τί τοῖχον παχύτερον ποιεῖς; τί πολὺν τὸν καπνὸν καὶ τὴν νεφέλην, ὅταν ἀτμοὶ καθάπερ τις ἀχλὺς πάντοθεν ὦσιν ἀναδιδόμενοι; Εἰ καὶ μηδεὶς ἕτερος, οἱ ἀθληταί σε παιδευέτωσαν, ὅτι τὸ ἰσχνότερον σῶμα ἰσχυρότερον. Οὐκοῦν καὶ ἡ φιλοσοφοῦσα ψυχὴ εὐτονωτέρα· ἡνιόχῳ γὰρ καὶ ἵππῳ ἔοικε. Καὶ ἔξεστιν ὁρᾷν, καθάπερ ἐπὶ τῶν τρυφῇ προσεχόντων ἀνθρώπων καὶ εὐσαρκούντων, οὕτω καὶ τοὺς εὐσαρκοῦντας τῶν ἵππων δυσκινήτους ὄντας, καὶ πολλὰ τῷ ἡνιόχῳ πράγματα παρέχοντας. Ἀγαπητὸν εὐήνιον ἵππον ἔχοντα καὶ εὐσκελῆ δυνηθῆναι τὸ βραβεῖον λαβεῖν. Ὅταν 60.210 δὲ ἀναγκάζηται ὁ ἡνίοχος ἕλκειν αὐτὸν, καὶ καταπεσόντα μυριάκις νύττων μὴ διανιστᾷν, κἂν σφόδρα αὐτὸς ἔμπειρος ᾖ, τῆς νίκης ἀποστερηθήσεται. Μὴ δὴ περιΐδωμεν ἡμῶν τὴν ψυχὴν ἐπηρεαζομένην διὰ τὸ σῶμα, ἀλλὰ καὶ ἐκείνην διορατικωτέραν ἐργασώμεθα· τὸ πτερὸν αὐτῇ κοῦφον ποιήσωμεν, χαυνότερα τὰ δεσμά· λόγοις αὐτὴν τρέφωμεν, αὐταρκείᾳ, ὅσον ὑγιαίνειν μόνον τὸ