158
ἐσταυρωμένος, παρατεταγμένος, ᾔδει πόσης ἀπέλαυσε χάριτος· ἀντίῤῥοπον εἰσήγαγε τὴν σπουδήν. Οὐκ ὠργίσθη πρὸς Ἰωάννην· οὐ γὰρ τούτου ἦν· ἀλλὰ τοῦ ἔργου εἴχετο· οὐκ ἐδειλίασεν, οὐκ ἐφοβήθη ἐν μέσῳ πλήθους ἀπειλημμένος. Ὅρα πῶς οἰκονομεῖται Παῦλον μὴ κηρύττειν ἐν Ἱεροσολύμοις· ἀρκεῖ καὶ τοῦτο μόνον τὸ ἀκοῦσαι, ὅτι ἐπίστευσε· κηρύττοντος δὲ οὐκ ἂν ἠνέσχοντο διὰ τὸ μῖσος· καὶ πόῤῥω ἄπεισιν, ἔνθα γνώριμος οὐκ ἦν. Πρότερον ἤλεγξε τὸν μάγον ὅστις ἦν· 60.212 καὶ ὅτι τοιοῦτος ἦν, τὸ σημεῖον ἐδείκνυ. Τῆς ἐν τῇ ψυχῇ τυφλότητος τοῦτο σημεῖον ἦν· Ἄχρι δὲ καιροῦ πάσχει, ὥστε μετανοῆσαι. Καλῶς δὲ τῷ σαββάτῳ εἰσῆλθον εἰς τὴν συναγωγὴν, ὅτε πάντες ἦσαν συνειλεγμένοι. Καὶ μετὰ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν, φησὶν, ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι, λέγοντες· Ἄνδρες ἀδελφοὶ, εἰ ἔστι λόγος ἐν ὑμῖν παρακλήσεως πρὸς τὸν λαὸν, λέγετε. Ὅρα αὐτοὺς ἀφθόνως τότε τοῦτο ποιοῦντας, μετὰ δὲ τοῦτο οὐκ ἔτι. Εἰ τοῦτο ἐβούλεσθε, μᾶλλον ἔδει παρακαλέσαι. Ἀλλ' ὢ τῆς φιλαρχίας, ὢ τῆς κενοδοξίας, πῶς πάντα ἀνατρέπει καὶ ἀπόλλυσι· κατὰ τῆς οἰκείας, κατὰ τῆς ἀλλήλων σωτηρίας ἑστάναι παρασκευάζει· πηροὺς οὕτω καὶ τυφλοὺς ἐργάζεται, ὥστε καὶ χειραγωγοὺς ζητεῖν. Εἴθε κἂν τοῦτο, εἴθε κἂν χειραγωγοὺς ἐζήτουν· ἀλλ' οὐκ ἔτι τούτου ἀνέχονται, ἀλλ' ἑαυτοῖς ἐπιτρέπουσι τὸ πᾶν. Οὐδένα ἀφίησιν ἰδεῖν· καθάπερ ἀχλὺς ἐπιτίθεται καὶ ζόφος, οὐκ ἀφιεὶς διαβλέψαι. Ποίαν ἕξομεν ἀπολογίαν διὰ πάθος πάθους κρατοῦντες, διὰ δὲ τὸν τοῦ Θεοῦ φόβον οὐκ ἔτι; Οἷον, πολλοὶ ἀσελγεῖς ὄντες καὶ φιλοχρήματοι, διὰ τὴν τῶν χρημάτων φειδωλίαν ἐχαλίνωσαν τὴν ἡδονήν· ἄλλοι τοὐναντίον, διὰ τὴν ἡδονὴν ὑπερεῖδον χρημάτων. Πάλιν οἱ ἡττώμενοι δόξης κενῆς ἀμφοτέρων περιγεγόνασι, χρήματα ἀναλίσκοντες ἀφειδῶς, καὶ σωφρονοῦντες εἰκῆ· ἄλλοι πάλιν κενόδοξοι σφόδρα ὄντες, κατεφρόνησαν τοῦ πάθους, πολλὰ ὑπομείναντες αἰσχρὰ, καὶ δι' ἔρωτας καὶ διὰ χρήματα· ἕτεροι πάλιν, ἵνα τὸν θυμὸν ἐμπλήσωσι τὸν αὐτῶν, εἵλοντο ζημιωθῆναι μυρία, καὶ οὐδενὸς αὐτοῖς τούτων ἐμέλησεν, ἵνα μόνον τὸ θέλημα ποιήσωσι τὸ αὐτῶν. Καὶ ὅπερ ἰσχύει πάθος, οὐκ ἴσχυσε παρ' ἡμῖν ὁ τοῦ Θεοῦ φόβος. Καὶ τί λέγω πάθος; Ὅπερ αἰδὼς ἀνθρώπων ἰσχύει, οὐκ ἰσχύει ὁ τοῦ Θεοῦ φόβος. Πολλὰ καὶ κατορθοῦμεν, καὶ ἁμαρτάνομεν ἀνθρώπους αἰδούμενοι· τὸν δὲ Θεὸν οὐ δεδοίκαμεν. Πόσοι δι' αἰσχύνην προήκαντο χρήματα; πόσοι ἐφιλοτιμήσαντο εἰκῆ ὑπηρετούμενοι τοῖς αὐτῶν φίλοις ἐπὶ κακῷ; πόσοι φιλίας αἰδεσθέντες μυρία ἥμαρτον; γʹ. Εἰ τοίνυν καὶ πάθος καὶ αἰδὼς ἀνθρωπίνη δύναται ἐμβαλεῖν ἡμᾶς καὶ εἰς ἁμαρτήματα καὶ εἰς κατορθώματα, εἰκῆ λέγομεν, ὅτι οὐ δυνάμεθα· δυνάμεθα γὰρ ἂν θέλωμεν· θελῆσαι δὲ πάντας χρή. Εἰπὲ δή μοι, διὰ τί οὐ δύνασαι δόξης κρατεῖν, ὅταν ἕτεροι ὦσι κρατοῦντες τὴν αὐτὴν ἔχοντες ψυχὴν, τὸ αὐτὸ σῶμα, τὴν αὐτὴν μορφὴν, τὴν αὐτὴν ζῶντες ζωήν; Ἐννόησον τὸν Θεὸν, ἐννόησον τὴν ἄνωθεν δόξαν· ἀντίστησον αὐτῇ τὰ παρόντα, καὶ ταχέως ταύτης ἀποπηδήσεις. Ὅλως εἰ δόξης ἐπιθυμεῖς, τῆς ὄντως δόξης ἐπιθύμει. Ποία δόξα ὅταν ἀτιμίας ποιῇ; ποία δόξα, ὅταν τῆς ἐλαττόνων ἀναγκάζῃ τιμῆς ἐφίεσθαι, κἀκείνης χρείαν ἔχῃ; Τιμή ἐστι τὸ τῆς παρὰ τῶν μειζόνων ἀπολαύειν δόξης. Ὅλως εἰ δόξης ἐρᾷς, μᾶλλον ἐράσθητι τῆς παρὰ τοῦ Θεοῦ. Ἂν ἐρασθεὶς ἐκείνης, ταύτης καταφρονήσῃς, ὄψει ταύτην ἄτιμον· ἕως ἂν ἐκείνην μὴ ἴδης, οὐδὲ ταύτην ἰδεῖν δυνήσῃ πῶς ἐστιν αἰσχρὰ, πῶς καταγέλαστος. Καθάπερ γὰρ οἱ πονηρᾷ τινι γυναικὶ προκατειλημμένοι εἰδεχθεῖ καὶ αἰσχρᾷ, ἕως ἂν φιλῶσιν αὐτὴν, οὐ δύνανται τὴν δυσείδειαν ἰδεῖν, τοῦ πάθους ἐπισκοτοῦντος τῇ κρίσει· οὕτω δὴ καὶ ἐνταῦθα· ἕως ἂν κατεχώμεθα τῷ πάθει, οὐ δυνάμε 60.213 θα συνιδεῖν οἷόν ἐστι κακόν. Πῶς οὖν ἀπαλλαγείημεν ἂν, φησὶν, αὐτοῦ; Ἐννόει τοὺς χρήματα ἀναλώσαντας μυρία, καὶ οὐδὲν ἀπ' αὐτῶν καρπωσαμένους· ἐννόει τοὺς ἀποθανόντας ὅσης ἀπήλαυσαν δόξης, καὶ οὐδαμοῦ αὕτη βεβαία, ἀλλ' ἀπόλωλε καὶ διέφθαρται· ἐννόησον, ὅτι ὄνομα μόνον ἐστὶ, πρᾶγμα δὲ οὐκ ἔχει· ἐπεὶ τί ἐστι δόξα; εἰπέ μοι· δὸς ὅρον τινά. Τὸ θαυμάζεσθαι παρὰ πάντων, φησί. ∆ικαίως, ἢ καὶ ἀδίκως;