160
αὐτῶν. Καὶ ὁ χρόνος πολύς· τετρακόσια γὰρ πεντήκοντα ἔτη· Καὶ μετὰ ταῦτα ὡς ἔτεσι τετρακοσίοις καὶ πεν 60.214 τήκοντα ἔδωκεν αὐτοῖς κριτὰς ἕως Σαμουὴλ τοῦ προφήτου. Ἐνταῦθα ὅτι διαφόρως ᾠκονόμει τὰ κατ' αὐτοὺς ἐδήλωσε. Κἀκεῖθεν ᾐτήσαντο βασιλέα. Καὶ οὐ λέγει τὴν ἀγνωμοσύνην αὐτῶν, ἀλλὰ πανταχοῦ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν. Καὶ ἔδωκεν αὐτοῖς τὸν Σαοὺλ υἱὸν Κὶς, ἄνδρα ἐκ φυλῆς Βενιαμὶν, ἔτη τεσσαράκοντα· καὶ μεταστήσας αὐτὸν ἤγειρεν αὐτοῖς τὸν ∆αυῒδ εἰς βασιλέα· ᾧ καὶ εἶπε μαρτυρήσας· Εὗρον ∆αυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου. Οὐ μικρὸν τοῦτο τὸ ἀπὸ ∆αυῒδ εἶναι τὸν Χριστόν. Εἶτα καὶ Ἰωάννην εἰσάγει μαρτυροῦντα, λέγων· Τούτου ὁ Θεὸς ἀπὸ τοῦ σπέρματος κατ' ἐπαγγελίαν ἤγειρε τῷ Ἰσραὴλ Σωτῆρα [Ἰησοῦν], προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας παντὶ τῷ λαῷ Ἰσραήλ. Ὡς δὲ ἐπλήρου ὁ Ἰωάννης τὸν δρόμον, ἔλεγε· Τίνα με ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλ' ἰδοὺ ἔρχεται μετ' ἐμὲ, οὗ οὐκ εἰμὶ ἱκανὸς τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι. Καὶ Ἰωάννης δὲ μαρτυρεῖ οὐχ ἁπλῶς, ἀλλὰ τὴν δόξαν ἐξ ἑαυτοῦ ἀποκρουόμενος, καίτοι πάντων ἐπ' αὐτὸν ταύτην ἀγόντων. Οὐκ ἔστι δὲ ἴσον μηδενὸς διδόντος καὶ πολλῶν παρεχόντων ταύτην τὴν τιμὴν διωθεῖσθαι, καὶ μηδὲ ἁπλῶς, ἀλλὰ μετὰ τοσαύτης ὑποστολῆς. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραὰμ, καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν Θεὸν, ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Οἱ γὰρ κατοικοῦντες Ἱερουσαλὴμ, καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες, καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας, κρίναντες ἐπλήρωσαν· καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν. Πανταχοῦ τοῦτο σπουδάζουσι δεῖξαι οἰκεῖον αὐτῶν ὂν τὸ ἀγαθὸν, ἵνα μὴ ὡς ἀλλοτρίῳ προσέχοντες φεύγωσιν, ἐπειδὴ ἐσταύρωσαν αὐτόν. Τοῦτον, φησὶν, ἀγνοήσαντες· ὥστε ἀγνοίας ἦν τὸ ἁμάρτημα. Ὅρα πῶς καὶ ὑπὲρ ἐκείνων ἀπολογεῖται ἠρέμα. Καὶ οὐ τοῦτο μόνον· ἀλλ' ὅτι καὶ οὕτως ἔδει γενέσθαι προστίθησι. Καὶ ἵνα μή τις εἴπῃ. Πόθεν 60.215 δῆλον, ὅτι ἀνέστη; φησὶ τὸ, Καὶ μάρτυρες αὐτοῦ εἰσιν. Εἶτα πάλιν ἀπὸ τῶν Γραφῶν ἰσχυρίζεται· Ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου, ἔθηκαν εἰς μνημεῖον. Ὁ δὲ Θεὸς αὐτὸν ἤγειρεν ἐκ νεκρῶν, ὃς ὤφθη ἐπὶ ἡμέρος πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἱερουσαλὴμ, οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν. Καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γεγενημένην, ὅτι ταύτην ὁ Θεὸς ἐκπεπλήρωκε τοῖς τέκνοις αὐτῶν ἡμῖν, ἀναστήσας Ἰησοῦν, καθὼς καὶ ἐν τῷ Ψαλμῷ τῷ δευτέρῳ γέγραπται· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα αὐτὸν εἰς διαφθορὰν ὑποστρέφειν, οὕτως εἴρηκεν, ὅτι ∆ώσω ὑμῖν τὰ ὅσια ∆αυῒδ τὰ πιστά. ∆ιὸ καὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. ∆αυῒδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ Θεοῦ βουλῇ ἐκοιμήθῃ, καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ, καὶ εἶδε διαφθοράν· ὃν δὲ ὁ Θεὸς ἤγειρεν, οὐκ εἶδε διαφθοράν. Ὅρα τοῦτον σφοδρότερον διαλεγόμενον. Τοῦτο οὐδαμοῦ Πέτρος εἶπεν. Γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοὶ, ὅτι διὰ τούτου ἡμῖν ἄφεσις ἁμαρτιῶν ἐπαγγέλλεται, καὶ ἀπὸ πάντων, ὧν οὐκ ἠδυνήθητε ἐν νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται. Εἶτα καὶ τὸ φοβερόν· Βλέπετε οὖν, μὴ ἐπέλθῃ ἐφ' ὑμᾶς τὸ εἰρημένον ἐν τοῖς προφήταις· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐμβλέψατε, καὶ θαυμάσατε, καὶ ἀφανίσθητε, ὅτι ἔργον ἐγὼ ἐργάζομαι ἐν ταῖς ἡμέραις ὑμῶν, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. βʹ. Ὅρα πῶς πλέκει τὸν λόγον ἀπὸ τῶν παρόντων, ἀπὸ τῶν προφητῶν, ἀπὸ τοῦ σπέρματος τοῦ κατ' ἐπαγγελίαν. Ἀλλ' ἄνωθεν ἴδωμεν τὰ εἰρημένα. Ἄνδρες ἀδελφοὶ, υἱοὶ γένους Ἀβραάμ. Καὶ ἀπὸ τοῦ πατρὸς αὐτοὺς καλεῖ. Ὑμῖν ὁ λόγος τῆς σωτηρίας ταύτης ἐξαπεστάλη. Ἐνταῦθα τὸ, Ὑμῖν, οὐκ Ἰουδαίοις ἀφωρισμένως λέγει, ἀλλὰ δίδωσιν αὐτοῖς ἐξουσίαν ἀποσχισθῆναι τῶν τὸν φόνον τετολμηκότων· καὶ τοῦτο