162
αὐτοῦ ὁ Χριστός. Εἴσοδον δὲ ὁ Ἰωάννης καλεῖ λέγων, Πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ, τὴν σάρκωσιν τοῦ Χριστοῦ, τὴν μετὰ σαρκὸς αὐτοῦ φανέρωσιν. Οὕτω καὶ ὁ Ἰωάννης τὸ Εὐαγγέλιον γράφων, ἐπὶ τοῦτον καταφεύγει συνεχῶς· ὄνομα γὰρ ἦν αὐτῷ πολὺ κατὰ τὴν οἰκουμένην ἅπασαν. Καὶ ὅρα· οὐ λέγει αὐτὸ ἐξ ἑαυτοῦ, ἀλλὰ τὴν ἐκείνου φέρει μαρτυρίαν. 60.217 γʹ. Εἶδες πῶς σπουδαίως ἔδειξεν οἰκονομίας τὸ πρᾶγμα ὅν; Ἀλλ' ἀκούσωμεν τί καὶ λέγοντες οἱ ἀπόστολοι ἔπεισαν, ὅτι ἐσταυρώθη. Τί τούτου ἀπιθανώτερον, ὅτι ἐτάφη παρ' αὐτῶν, οἷς ἐπηγγέλλετο σωτηρίαν ἔσεσθαι, ὅτι ὁ ταφεὶς ἀφίησιν ἁμαρτήματα, καὶ τοῦ νόμου μᾶλλον; ∆ιὸ καὶ οὐκ εἶπεν, Ὧν οὐκ ἠβουλήθητε· ἀλλ' Ὧν οὐκἠδυνήθητε ἐν τῷ νόμῳ Μωϋσέως δικαιωθῆναι, ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται, τὸ ἀσθενὲς τοῦ νόμου δεικνύς. Καλῶς δὲ προσέθηκε καὶ τὸ, Πᾶς, ἵνα δείξῃ ὅτι ὅστις ἂν ᾖ ὁ πιστεύων. Οὐδὲν γὰρ ὄφελος ἐκείνων, ἐὰν μή τις εὐεργεσία ᾖ. ∆ιὰ τοῦτο ὕστερον τίθησι τὴν ἄφεσιν, ἐντεῦθεν τὸ μεῖζον συνάγων, καὶ δεικνὺς ὅτι, ὃ ἀδυνάτως εἶχεν ὁ νόμος ποιεῖν, τοῦτο ἐργασάμενος διὰ τοῦ θανάτου ὁ παθὼν φαίνεται. Ὥστε καλῶς ἔλεγε· Οἵτινές εἰσι μάρτυρες αὐτοῦ πρὸς τὸν λαὸν, τὸν ἀνελόντα φησὶν, οὐκ ἂν ὄντες, εἰ μὴ θείᾳ δυνάμει ἐβεβαιοῦντο· οὐκ ἂν γὰρ πρὸς ἀνθρώπους φονῶντας τοιαῦτα ἐμαρτύρησαν, οὐκ ἂν πρὸς αὐτοὺς τοὺς ἀνελόντας. Τὸ δὲ, Ἐγὼ σήμερον γεγέννηκά σε, εἶπεν, ὡς τούτῳ λοιπὸν εἰδὼς ὅτι καὶ τὰ ἄλλα ἕπεται. Καὶ διὰ τί μὴ ἐπήγαγε μαρτυρίαν, δι' ἧς ἔμελλον πείθεσθαι, ὅτι ἄφεσις ἁμαρτιῶν δι' αὐτοῦ γίνεται; Ὅτι τὸ σπουδαζόμενον τοῦτο ἦν, δεῖξαι τέως, ὅτι ἀνέστη· τούτου δὲ ὡμολογημένου, ἐκεῖνο ἀναμφισβήτητον ἦν διὰ τούτου, τὸ καὶ ὅτι ὑπ' αὐτοῦ ἄφεσις ἁμαρτιῶν γίνεται. Ἄλλως δὲ ἐβούλετο εἰς πόθον αὐτοὺς ἀγαγεῖν τοῦ μεγάλου τούτου. Οὐκ ἄρα ἐγκατάλειψις ἦν ὁ θάνατος αὐτοῦ, ἀλλὰ προφητείας πλήρωσις. Ἀναμιμνήσκει ἱστοριῶν, ἃς ἀγνοήσαντες μυρία ἔπαθον δεινά. Καὶ τοῦτο αἰνίττεται διὰ τοῦ τέλους λέγων· Ἴδετε οἱ καταφρονηταὶ, καὶ ἐπιβλέψατε. Καὶ ὅρα πῶς αὐτὸ τραχὺ ὃν ὑποτέμνεται. Μὴ ἐπέλθοι, φησὶν, ἐφ' ὑμᾶς τὸ πρὸς τοὺς ἄλλους εἰρημένον, ὅτι ἔργον ἐγὼ ἐργάζομαι, ὃ οὐ μὴ πιστεύσητε, ἐάν τις ἐκδιηγῆται ὑμῖν. Μὴ θαυμάζετε, ὅτι ἄπιστον δοκεῖ εἶναι· καὶ αὐτὸ προείρηται ἄνωθεν. Τοῦτο καὶ πρὸς ἡμᾶς εἰκότως ἂν λεχθείη, Βλέπετε οἱ καταφρονηταὶ, περὶ τῶν τῇ ἀναστάσει διαπιστούντων. Καὶ γὰρ σφόδρα κακῶς τὰ τῆς Ἐκκλησίας διάκειται, καίτοι γε νομίζετε ἐν εἰρήνῃ εἶναι τὰ πράγματα. Τὸ γὰρ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν πολλοῖς ὄντες κακοῖς, οὐδ' ὅτι ἐσμὲν ἐν κακοῖς ἴσμεν. Τί λέγεις; τὰς Ἐκκλησίας κατέχομεν, τὰ κτήματα, τὰ ἄλλα πάντα, αἱ συνάξεις γίνονται, καθ' ἑκάστην ἡμέραν πρόσεισιν ὁ λαός· καὶ καταφρονοῦμεν; Ἀλλ' οὐκ ἀπὸ τούτου Ἐκκλησίαν ἄν τις δοκιμάσειεν. Ἀλλὰ πόθεν, φησίν; Εἰ εὐλάβειά ἐστιν, εἰ κερδαίνοντες ἀναχωροῦμεν οἴκαδε καθ' ἑκάστην ἡμέραν, εἰ καρπούμενοι μέγα τι ἢ μικρὸν, εἰ μὴ νόμον ἁπλῶς πληροῦντες καὶ ἀφοσιούμενοι. Τίς βελτίων γέγονεν ὁλοκλήρῳ μηνὶ συλλεγόμενος· Τοῦτό ἐστι τὸ ζητούμενον ἐπεὶ καὶ αὐτὸ τοῦτο, ὃ δοκεῖ εὐπραγίας εἶναι, τοῦτο δυσπραγία ἐστὶν, ὅταν τούτων γινομένων μηδὲν πλέον γίνηται. Εἴθε μὲν οὖν μηδὲν πλέον· νῦν δὲ καὶ ἐπὶ τὸ χεῖρον. Τί καρποῦσθε ἀπὸ τῶν συνάξεων; Καίτοι εἴ γέ τι ὄφελος ὑμῖν ἐγίνετο, πάλαι πάντας ἔδει τὸν τῆς φιλοσοφίας βίον ζῇν, τοσούτων μὲν προφητῶν δεύτερον τῆς ἑβδομάδος ὑμῖν διαλεγομένων, τοσούτων δὲ ἀποστόλων, εὐαγγελιστῶν, πάντων τὰ σωτήρια δόγματα προτιθέντων, καὶ τὰ δυνάμενα ἦθος ῥυθμίσαι μετὰ πολλῆς ἀκριβείας παριστώντων ὑμῖν. Ὁ στρατιώτης ἐπὶ τὸ γυμνάσιον ἰὼν, ἀκριβέστερος γίνεται περὶ τὰ τακτικά· ὁ ἀθλητὴς εἰς πα 60.218 λαίστραν βαδίζων, ἐμπειρότερος γίνεται περὶ τὴν πάλην· ὁ ἰατρὸς πρὸς τὸν διδάσκαλον ἐρχόμενος, ἀκριβέστερος γίνεται, καὶ πλείονα οἶδε, καὶ πλείονα μανθάνει· σὺ τί κεκέρδηκας; οὐ λέγω πρὸς τοὺς ἐνιαυτὸν ἔχοντας, ἀλλὰ πρὸς τοὺς ἐκ πρώτης ἡλικίας συναγομένους. Ἢ τοῦτο νομίζετε εὐλάβειαν εἶναι, τὸ συνεχῶς παραβάλλειν τῇ συνάξει; Τοῦτο οὐδέν ἐστιν, ἂν μή τι καρπωσώμεθα· ἂν μή τι συνάγωμεν, βέλτιον οἴκοι μένειν. Καὶ γὰρ οἱ