167
ἐξάγουσιν. Ὅρα πανταχοῦ τοὺς διωγμοὺς μεγάλα ἐργαζομένους ἀγαθὰ, καὶ τοὺς μὲν διώκοντας ἡττωμένους, τοὺς δὲ διωκομένους λαμπροὺς ἀποφαίνοντας. Ἐλθὼν γὰρ ἐν Λύστροις, ποιεῖται θαῦμα μέγα, τὸν χωλὸν ἀναστήσας, καὶ μεγάλῃ τῇ φωνῇ· καὶ πῶς, ἄκουε. Καί τις, φησὶν, ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων, ὃς οὐδέποτε περιπεπατήκει. Οὗτος ἤκουσε τοῦ Παύλου λαλοῦντος. Ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι, εἶπε μεγάλῃ τῇ φωνῇ· Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. Καὶ ἥλατο καὶ περιεπάτει. ∆ιὰ τί μεγάλῃ τῇ φωνῇ; Ὥστε τοὺς ὄχλους πιστεῦσαι. Ὅρα δὲ, προσεῖχεν ἀκριβῶς τοῖς λεγομένοις ὑπὸ τοῦ Παύλου· τοῦτο γάρ ἐστι τὸ Ἤκουσεν. Εἶδες φιλοσοφίαν; Οὐδὲν ὑπὸ τῆς χωλείας πρὸς τὴν σπουδὴν τῆς ἀκροάσεως παρεβλάβη. Ὃς ἀτενίσας αὐτῷ, καὶ ἰδὼν ὅτι πίστιν ἔχει τοῦ σωθῆναι. Ἤδη ᾠκείωτο τὴν προαίρεσιν· καίτοι ἐπὶ τῶν ἄλλων τοὐναντίον ἐγίνετο. Πρότερον γὰρ ἰώμενοι τὰ σώματα, τότε τὰς ψυχὰς ἐθεραπεύοντο· οὗτος δὲ οὐχ οὕτως. Ἐμοὶ δοκεῖ εἰς τὴν ψυχὴν ἰδεῖν τὴν αὐτοῦ τὸν Παῦλον. Καὶ ἥλατο, φησὶ, καὶ περιεπάτει. Τεκμήριον τῆς ὑγείας τῆς ἀκριβοῦς τὸ ἅλλεσθαι. Οἱ δὲ ὄχλοι, ἰδόντες ὃ ἐποίησε Παῦλος, ἐπῆραν αὐτῶν τὴν φωνὴν, λυκαονιστὶ λέγοντες· Οἱ θεοὶ, ὁμοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡμᾶς. Ἐκάλουν δὲ τὸν μὲν Βαρνάβαν ∆ία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου. Ὅ τε ἱερεὺς τοῦ ∆ιὸς, τοῦ ὄντος πρὸ τῆς πόλεως αὐτῶν, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελε θύειν. Ἀλλ' οὐκ ἦν τοῦτο οὐδέπω δῆλον· τῇ γὰρ οἰκείᾳ φωνῇ ἐφθέγγοντο, λέγοντες, ὅτι Οἱ θεοὶ, ὁμοιωθέντες ἀνθρώποις, κατέβησαν πρὸς ἡμᾶς· διὰ τοῦτο οὐδὲν αὐτοῖς ἔλεγον. Ἐπειδὴ δὲ εἶδον τὰ στέμματα, τότε ἐξελθόντες, διέῤῥηξαν τὰ ἱμάτια αὐτῶν. Ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος, διαῤῥήξαντες ἱμάτια αὐτῶν εἰσεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες καὶ λέγοντες· Ἄνδρες, τί τοῦτο ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι. Ὅρα αὐτοὺς πανταχοῦ δόξης καθαροὺς, οὐ μόνον οὐκ ἐφιεμένους, ἀλλὰ καὶ διδομένην διακρουομένους· ὥσπερ καὶ Πέτρος ἔλεγε· Τί ἡμῖν ἀτενίζετε, ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν; Καὶ οὗτοι τὸ αὐτό φασι. Καὶ Ἰωσὴφ δὲ ἔλεγεν ἐπὶ τῶν ἐνυπνίων· Οὐχὶ διὰ τοῦ Θεοῦ ἡ διασάφησις αὐτῶν; καὶ ὁ ∆ανιὴλ ὁμοίως· Καὶ ἐμοὶ δὲ οὐκ ἐν σοφίᾳ τῇ οὔσῃ ἐν ἐμοὶ ἀπεκαλύφθη. Καὶ Παῦλος πανταχοῦ τοῦτό φησι, ὡς ὅταν λέγῃ· Καὶ πρὸς ταῦτα τίς ἱκανός; Καὶ πάλιν, Οὐχ ὅτι ἱκανοί ἐσμεν ἀφ' ἑαυτῶν λογίσασθαι, ὡς ἐξ ἑαυτῶν, ἀλλ' ἡ ἱκανότης ἡμῶν ἐκ τοῦ Θεοῦ. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Οὐχ ἁπλῶς αὐτοῖς προσετέθησαν οἱ ὄχλοι· ἀλλὰ πῶς; Ἠξίουν λαληθῆναι αὐτοῖς τὰ αὐτὰ πάλιν, καὶ διὰ τῶν ἔργων ἐπεδείξαντο τὴν σπουδήν. Ὅρα πανταχοῦ παρακαλοῦντας, οὐκ ἀποδεχομένους ἁπλῶς, οὐδὲ κολακεύοντας. ∆ιὰ τοῦτο ἔλεγεν· Οἵτινες προσλαλοῦντες αὐτοῖς, ἔπειθον προσμένειν τῇ χάριτι τοῦ Θεοῦ. ∆ιὰ τί πρὸ τούτου μὴ ἀντέλεγον; Ὅτι τέως οἱ ἀναπείθοντες ἡσύχαζον. Ὁρᾷς ὅτι πανταχοῦ πάθει ἐκινοῦντο; Καὶ οὐκ ἀντέλεγον μόνον, ἀλλὰ καὶ ἐβλασφήμουν· καὶ 60.224 γὰρ ἡ κακία οὐδαμοῦ ἵσταται. Ἀλλ' ὅρα παῤῥησίαν. Ὑμῖν ἦν, φησὶν, ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον· ἐπεὶ δὲ ἀπωθεῖσθε αὐτόν. Οὐδὲν ὑβριστικόν. Ὃ δὴ καὶ ἐπὶ τῶν προφητῶν ἐποίουν. Μὴ λαλεῖτε ἡμῖν, φησὶ, λαλιᾷ. Ἐπεὶ δὲ ἀπωθεῖσθε αὐτὸν, φησὶν, οὐχ ἡμᾶς· οὐ γὰρ εἰς ἡμᾶς ἡ ὕβρις ἡ παρ' ὑμῶν. Ἵνα γὰρ μή τις εὐλαβείας εἶναι νομίσῃ τὸ, Οὐκ ἀξίους κρίνετε ἑαυτοὺς, διὰ τοῦτο πρῶτον εἶπεν· Ἀπωθεῖσθε αὐτόν· καὶ τότε, Στρεφόμεθα εἰς τὰ ἔθνη. Πολλῆς ἐπιεικείας γέμει τὸ ῥῆμα. Οὐκ εἶπεν, Ἐγκαταλιμπάνομεν ὑμᾶς, δεικνὺς, ὅτι δυνατὸν καὶ ἐνταῦθα πάλιν στραφῆναι· καὶ τοῦτο οὐκ ἀπὸ τῆς ὑμετέρας ὕβρεως γέγονεν· οὕτω γὰρ ἐντέταλται ἡμῖν. Ἔδει μὲν οὖν ἀκοῦσαι τὰ ἔθνη· πλὴν τοῦτο οὐ παρ' ἡμῶν, παρ' ὑμῶν δὲ γέγονε τὸ πρὸ ὑμῶν ὀφεῖλον. Οὕτω γὰρ ἐντέταλται ἡμῖν ὁ Κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν· τουτέστιν, εἰς γνῶσιν τὴν ἐπὶ σωτηρίᾳ· καὶ οὐχ ἁπλῶς ἐθνῶν, ἀλλὰ