172
ἔλεγον, τοῦτο ἐδείκνυον. Ἐπιστηρίζοντες, φησὶ, τὰς ψυχὰς τῶν μαθητῶν. Ὥστε ἐστηριγμένοι ἦσαν· μᾶλλον δὲ προσετίθεντο. Προὔλεγον τοίνυν, ἵνα μὴ σκανδαλισθῶσιν. Ὥσπερ ἐπίτηδες δὲ τὸ αὐτὸ γίνεται, οὐ διὰ τῶν ἀποστόλων μόνον, ἀλλὰ καὶ διὰ τῶν μαθητῶν· ἵνα μάθωσιν ἐκ προοιμίων εὐθέως καὶ τοῦ κηρύγματος τὴν δύναμιν, καὶ ὅτι καὶ αὐτοὺς δεῖ τοιαῦτα πάσχειν, καὶ ἵνα γενναίως στῶσι, μὴ μόνον πρὸς τὰ σημεῖα κεχηνότες, ἀλλὰ πολλῷ μᾶλλον πρὸς τοὺς πειρασμούς. ∆ιὰ τοῦτο καὶ αὐτὸς ἔλεγε· Τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ καὶ ἠκούσατε. ∆ιωγμοὶ διωγμοὺς διεδέχοντο· πανταχοῦ πόλεμοι, μάχαι, λιθοβολίαι. Ποία προτροπή; πῶς ἔπειθον ἐν προοιμίοις θλίψεις λέγοντες; Εἶτα καὶ ἄλλη παραμυθία. Χειροτονήσαντες δὲ αὐτοῖς πρεσβυτέρους κατ' Ἐκκλησίαν, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ Κυρίῳ, εἰς ὃν πεπιστεύκεισαν. Εἶδες θερμότητα Παύλου; Προσευξάμενοι, φησὶ, μετὰ νηστειῶν παρέθεντο αὐτοὺς τῷ Κυρίῳ. Ὅρα, μετὰ νηστειῶν αἱ χειροτονίαι. Πάλιν νηστεία, τὸ καθάρσιον τῶν ἡμετέρων ψυχῶν. Καὶ διελθόντες τὴν Πισιδίαν, ἦλθον εἰς Παμφυλίαν· καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον, κατήντησαν εἰς Ἀττάλειαν. Ἵνα γὰρ μὴ καταπέσῃ τὰ φρονήματα τῶν μαθητῶν, ὅτι οἱ νομιζόμενοι θεοὶ τοιαῦτα πάσχουσιν, εἰσῆλθον πρὸς αὐτοὺς, καὶ διελέχθησαν. Καὶ ὅρα· πρῶτον εἰς ∆έρβην ἐξέρχεται, διδοὺς αὐτοῖς ἀναπνεῦσαι τοῦ θυμοῦ, καὶ τότε πάλιν εἰς Λύστραν καὶ Ἰκόνιον καὶ Ἀντιόχειαν, θυμουμένοις μὲν αὐτοῖς εἴκων, πεπαυμένοις δὲ ἐπιτιθέμενος. Ὁρᾷς, ὅτι οὐ πάντα χάριτι, ἀλλὰ καὶ οἰκείᾳ σπουδῇ διῴκουν; Κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ Θεοῦ εἰς τὸ ἔργον, ὃ ἐπλήρωσαν. ∆ιὰ τί πάλιν ἔρχονται εἰς Ἀντιόχειαν; Ἵνα ἀπαγγείλωσι τὰ ἐκεῖ γενόμενα. Ἄλλως δὲ καὶ οἰκονομεῖται μέγα πρᾶγμα ἐντεῦθεν· ἔδει γὰρ λοιπὸν μετὰ παῤῥησίας τοῖς ἔθνεσι κηρύττειν. Ἔρχονται οὖν ταῦτα ἀπαγγέλλοντες, ἵνα εἰδέναι ἔχωσι. Καὶ οἰκονομεῖται τότε κατελθεῖν τοὺς κωλύοντας τοῖς ἔθνεσιν ὁμιλεῖν, ἵνα λοιπὸν ἀπὸ Ἱεροσολύμων πολλὴν λαβόντες ἄδειαν, μετὰ παῤῥησίας ἀπίωσιν. Ἢ καὶ ἄλλως, δείκνυσιν αὐτῶν τὸ ἦθος οὐκ αὔθαδες. Ἔρχονται γὰρ τήν τε παῤῥησίαν ἐνδεικνύμενοι, ὅτι καὶ χωρὶς ἐκείνων τοῖς ἔθνεσιν ἐκήρυξαν, καὶ τὴν 60.230 ὑπακοὴν, ὅτι αὐτοῖς ἀναφέρουσιν· οὐ γὰρ ὡς τοσαῦτα κατορθωκότες ἀπενοήθησαν. Ὅθεν ἦσαν παραδεδομένοι, φησὶ, τῇ χάριτι τοῦ Θεοῦ. Καὶ μὴν τὸ Πνεῦμα εἶπεν· ἀλλὰ τὰ τοῦ Πνεύματος οἶδεν ὄντα τοῦ Υἱοῦ· μία γὰρ ἐξουσία, ὥσπερ ἡ φύσις καὶ Υἱοῦ καὶ Πνεύματος μία. Παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν Ἐκκλησίαν, ἀπήγγειλαν ὅσα ἐποίησεν ὁ Θεὸς μετ' αὐτῶν, καὶ ὅτι ἤνοιξεν ὁ Θεὸς τοῖς ἔθνεσι θύραν πίστεως. ∆ιέτριβον δὲ ἐκεῖ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς. Εἰκότως· μεγάλη γὰρ οὖσα ἡ πόλις, ἐδεῖτο διδασκάλων. Ἴδωμεν λοιπὸν ἄνωθεν τὰ εἰρημένα. Αὐτῇ τῇ ὄψει κατέπληξαν αὐτοὺς διαῤῥήξαντες τὰ ἱμάτια. Τοῦτο καὶ Ἰησοῦς ὁ τοῦ Ναυὴ ἐποίει ἐπὶ τῇ ἥττῃ τοῦ λαοῦ. Μὴ τοίνυν νομίσῃς ἀνάξιον αὐτῶν εἶναι τοῦτο, καὶ τῆς εὐσταθείας αὐτῶν· οὐκ ἂν γὰρ ἄλλως ἐπέσχον τὴν τοσαύτην ὁρμὴν, οὐκ ἂν ἄλλως τὴν πυρὰν ἔσβεσαν. Ὅταν οὖν τι δέῃ τῶν δεόντων γενέσθαι, μηδὲ ἡμεῖς παραιτώμεθα. Εἰ τοίνυν καὶ μετὰ ταῦτα μόλις ἔπεισαν, εἰ μὴ οὕτως εἰργάσαντο, τί οὐκ ἂν ἐγένετο; Εἰ γὰρ μὴ οὕτως ἐποίησαν, ἐνομίσθησαν ἄν πως ὑψηλοφρονεῖν, καὶ μᾶλλον ἐφίεσθαι τῆς τιμῆς. Καὶ ὅρα τὸν λόγον μεμετρημένον ἐν τῇ ἐπιπλήξει, καὶ θαύματος ὁμοῦ γέμοντα καὶ ἐπιπλήξεως. Τοῦτο μάλιστα αὐτοὺς ἐκώλυσε, τὸ εἰπεῖν, Καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τῶν ματαίων τούτων ἐπιστρέφειν ἐπὶ τὸν Θεόν. Ὡσεὶ ἔλεγον· Ἄνθρωποι μέν ἐσμεν, φησὶ, τούτων δὲ μείζους· ταῦτα γὰρ νεκρά. Ὅρα αὐτοὺς οὐκ ἀνατρέποντας μόνον, ἀλλὰ καὶ διδάσκοντας, καὶ οὐδὲν περὶ ἀοράτων φθεγγομένους. Ὃς ἐποίησε, φησὶ, τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα τὰ ἐν αὐτοῖς. Μάρτυρας αὐτοὺς λέγει τοὺς ἐνιαυτούς. Ὢ τῆς μανίας τῆς Ἰουδαϊκῆς! εἰς δῆμον οὕτω τιμήσαντα τοὺς ἀποστόλους ἐτόλμησαν