174
μικροψυχίας· ἑτέρως ἄχρηστος γίνεται, ἂν ἀμύνῃ. Εἰ ᾔδει ὁ Θεὸς, ὅτι διὰ τοῦ μὴ ἀμύνεσθαι ἄχρηστοι ἐγίνοντο οἱ ἄδικοι, οὐκ ἂν τοῦτο ἐπέταξεν, ἀλλ' εἶπεν ἂν, Ἄμυνον σαυτῷ· ἀλλ' οἶδεν ὅτι οὕτω μᾶλλον ὠφελεῖται. Μὴ ἀντινομοθέτει τῷ Θεῷ· ἐκείνῳ πείθου. Οὐκ εἶ σὺ ἀγαθώτερος τοῦ ποιήσαντος ἡμᾶς. Εἶπεν, Ὑβριζόμενος φέρε· σὺ λέγεις. Ἀνθυβρίζω, ἵνα μὴ ἄχρηστος γένηται. Σὺ οὖν μᾶλλον αὐτοῦ φροντίζεις; Πάθους ταῦτα καὶ τραχύτητος τὰ ῥήματα καὶ ἀλαζονείας καὶ τοῦ ἀντινομοθετεῖν τῷ Θεῷ. Εἰ γὰρ καὶ ἐβλάπτετο, οὐχὶ πείθεσθαι ἐχρῆν; Ὅταν ὁ Θεός τι προστάττῃ, μὴ ἀντινομοθετῶμεν ἡμεῖς. Ἀπόκρισις, φησὶν, ὑποπίπτουσα 60.232 ἀποστρέφει ὀργάς. Ἄρα τοῦτο ποιεῖ ὑποπίπτουσα, οὐκ ἐναντιουμένη. Εἰ σὲ ὠφελεῖ, κἀκεῖνον ὠφελεῖ· εἰ δέ σε βλάπτει τὸν μέλλοντα διορθοῦσθαι ἐκεῖνον, πολλῷ μᾶλλον ἐκεῖνον. Ἰατρὲ, θεράπευσον σεαυτόν. Εἶπε κακῶς; Ἐπαίνεσον σύ· ἐλοιδόρησεν; Ἐγκωμίασον· ἐπεβούλευσεν; Εὐεργέτησον· τοῖς ἐναντίοις αὐτὸν ἀμείβου, εἴ γε ὅλως τῆς ἐκείνου σωτηρίας προνοεῖς, καὶ μὴ σαυτοῦ τὸ πάθος ἐκδικεῖν θέλε. Καὶ μὴν πολλάκις, φησὶν, ἀπολαύσας μακροθυμίας χείρων γέγονε. Τοῦτο οὐ παρὰ σὲ, ἀλλὰ παρ' αὐτόν. Βούλει μαθεῖν οἷα ἔπαθεν ὁ Θεός; Τὰ θυσιαστήρια αὐτοῦ κατέσκαψαν, τοὺς προφήτας ἀπέκτειναν, καὶ πάντα ἔφερεν. Οὐκ ἠδύνατο σκηπτὸν ἄνωθεν καταγαγεῖν; Ἀλλ' ὅτε τοὺς προφήτας ἀπέστειλε, καὶ ἀνεῖλον αὐτοὺς, τότε τὸν Υἱὸν ἔπεμψεν· ὅτε μείζονα ἠσέβησαν, τότε μειζόνως εὐηργέτησε; Καὶ σὺ ἂν ἴδῃς τραχυνόμενον, τότε μειζόνως εἶξον· μείζονος γὰρ ἡ μανία αὕτη δεῖται παραμυθίας. Ὅσῳ ἂν χαλεπώτερα ὑβρίζῃ, τοσούτῳ πλείονος ἐπιεικείας δεῖται· καὶ καθάπερ πυρετὸς ὅταν σφοδρὸν πνεύσῃ, τότε δεῖται τοῦ εἴκοντος· οὕτω καὶ ὁ θυμούμενος. Τὸ θηρίον ὅταν μάλιστα ἀγριαίνῃ, τότε φεύγομεν ἅπαντες· οὕτω καὶ τὸν ὀργιζόμενον. Μὴ νομίσῃς τοῦτο τιμὴν εἶναι· ἐπεὶ καὶ τὸ θηρίον τιμῶμεν, καὶ τοὺς μαινομένους γοῦν τιμῶμεν, ὅταν ἐκκλίνωμεν; Οὐδαμῶς· ἀτιμία τοῦτό ἐστι καὶ ὕβρις· μᾶλλον δὲ οὐκ ἀτιμία καὶ ὕβρις, ἀλλ' ἔλεος καὶ φιλανθρωπία. Οὐχ ὁρᾷς τοὺς ναύτας, ὅταν σφοδρὸν ἐμπνεύσῃ τὸ πνεῦμα, καθαιροῦντας τὰ ἱστία, ὥστε μὴ καταδῦσαι τὸ σκάφος; τοὺς ἵππους ὅταν συναρπάσωσι τὸν ἐπιβάτην, συνενδιδόντα, καὶ οὐ καθέλκοντα, ἵνα μὴ αὐτομάτως κενώσῃ τὴν δύναμιν; δʹ. Τοῦτο καὶ σὺ ποίησον. Πῦρ ἐστιν ὁ θυμὸς, φλόξ ἐστιν ὀξεῖα δεομένη ὕλης· μὴ παράσχῃς τὴν τροφὴν τῷ πυρὶ, καὶ ταχέως ἔσβεσας τὸ κακόν. Οὐκ ἔχει καθ' ἑαυτὴν ἰσχὺν ἡ ὀργὴ, ἂν μὴ ἕτερος ὁ τρέφων αὐτὴν ᾖ. Οὐδεμία σοί ἐστιν ἀπολογία. Ἐκεῖνος κατέχεται τῇ μανίᾳ, καὶ οὐκ οἶδε τί ποιεῖ· σὺ θεωρῶν αὐτὸν, ὅταν τοῖς αὐτοῖς περιπέσῃς, καὶ μηδὲ ἐξ ἐκείνου σωφρονισθῇς, ποία συγγνώμη; Εἰ ἐν συμποσίῳ τις γενόμενος τινὰ ἐν προθύροις ἴδοι μεθύοντα καὶ ἀσχημονοῦντα, εἶτα καὶ αὐτὸς τοῖς ὁμοίοις περιπέσῃ, οὐ πολλῷ μᾶλλον μετ' ἐκεῖνον μεθύων ἀσύγγνωστος ἂν εἴη; Οὕτω καὶ ἐνταῦθα· μὴ νομίζωμεν εἶναι ἀπολογίαν τὸ λέγειν, ὅτι Οὐκ ἐγὼ κατῆρξα· τοῦτο καθ' ἡμῶν ἐστιν, ὅτι μηδὲ ἐκεῖνον ἰδόντες ἐσωφρονίσθημεν· ὥσπερ ἂν εἴποι τις, Οὐκ ἐγὼ ἐφόνευσα πρῶτος. ∆ιὰ γὰρ τοῦτο κολάσεως εἶ ἄξιος, ὅτι μηδὲ εἰς τὸ παράδειγμα ἰδὼν ἐπέσχες σαυτόν. Εἰ ἴδοις ἐμοῦντα τὸν μεθύοντα, διασπώμενον, διαῤῥηγνύμενον, τοὺς ὀφθαλμοὺς ἔχοντα διατεταμένους, ἀκαθαρσίας τὴν τράπεζαν πληροῦντα, πάντας αὐτὸν ἀποφεύγοντας, εἶτα τοῖς αὐτοῖς περιπέσῃς, οὐχὶ μᾶλλον ἔσῃ μισητός; Τοιοῦτός ἐστι καὶ ὁ ὀργιζόμενος· μᾶλλον τοῦ ἐμοῦντος διατείνει τὰς φλέβας, πυροῖ τοὺς ὀφθαλμοὺς, διασπᾶται τὰ σπλάγχνα, ἐμεῖ πολλῷ ῥήματα τῆς τροφῆς ἐκείνης ἀκαθαρτότερα, ἀδιαμάσητα πάντα φθέγγεται, οὐδὲν κατειργασμένον (οὐ γὰρ ἀφίησιν ὁ θυμός)· ἀλλ' ὥσπερ ἐκεῖ πολλάκις ἀμετρία χυμῶν διενοχλήσασα τὸν στόμαχον, πάντα ἐκένωσεν· οὕτω καὶ ἐνταῦθα ἀμετρία θερμότητος διενοχλήσασα τὴν ψυχὴν, οὐκ ἀφίησι στέγειν ἃ σιγᾷν καλὸν, ἀλλὰ ῥητὰ καὶ ἄῤῥητα λέγει, οὐχὶ τοὺς ἀκούοντας, ἀλλ' ἑαυτὸν αἰσχύνων. Ὥσπερ οὖν ἀπὸ τῶν ἐμούντων φεύγομεν, οὕτω καὶ ἀπὸ τῶν ὀργιζομένων. Τί ποιοῦντες; 60.233 Κόνιν ἐπιβάλωμεν αὐτῶν τῷ