176
Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.233.40 ΟΜΙΛΙΑ ΛΒʹ. ∆ιέτριβον δὲ ἐκεῖ, φησὶ, χρόνον οὐκ ὀλίγον σὺν τοῖς
μαθηταῖς. Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰου δαίας, ἐδίδασκον τοὺς ἀδελφοὺς, ὅτι Ἐὰν μὴ περιτέμνησθε τῷ ἔθει Μωϋσέως, οὐ δύνασθε σω θῆναι.
αʹ. Ὅρα πανταχοῦ τῆς εἰς τὰ ἔθνη μεταβάσεως ἀναγκαίαν τὴν ἀρχὴν ἀπ'
αὐτῶν εἰσαγομένην. Πρὸ τούτου ἐγκαλούμενος ἀπελογήσατο, καὶ ἐν τάξει ἀπολογίας τὸ πᾶν εἶπεν· ὅπερ εὐπαράδεκτον τὸν λόγον ἐποίει· ἔπειτα τῶν Ἰουδαίων ἀποστραφέντων, οὕτως ἦλθεν εἰς τὰ ἔθνη. Ἐνταῦθα πάλιν ἄλλην ἀμετρίαν ὁρῶν φερομένην, οὕτως ἵστησι τὸν νόμον. Ἐπειδὴ γὰρ, ἅτε παρὰ τοῦ Θεοῦ διδαχθέντες, ἀδιαφόρως διελέγοντο πᾶσι, τοῦτο εἰς ζῆλον ἤγαγε τοὺς ἀπὸ Ἰουδαίων. Καὶ οὐκ ἐδίδασκον ἁπλῶς περιτομὴν, ἀλλ' ὅτι οὐδὲ σωθῆναι δύνασθε. Οὗ τοὐναντίον εὔκαιρον ἦν λέγειν, ὅτι περιτεμνόμενοι σωθῆναι οὐ δύνασθε. Ὁρᾷς συνεχεῖς τοὺς πειρασμοὺς ἔνδοθεν, ἔξωθεν; Καλῶς δὲ οἰκονομεῖται τοῦτο Παύλου παρόντος, ἵνα ἀντείπῃ. Καὶ οὐκ εἶπεν ὁ Παῦλος· Τί γάρ; οὐκ εἰμὶ ἀξιόπιστος ἀπὸ τοσούτων σημείων; ἀλλ' ἐπείσθη δι' 60.234 ἐκείνους. Καὶ ὅρα μανθάνουσι λοιπὸν πάντες τὰ εἰς τὰ ἔθνη γεγενημένα καὶ Σαμαρεῖται, καὶ ἔχαιρον. Γενομένης οὖν στάσεως καὶ ζητήσεως οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρνάβᾳ πρὸς αὐτοὺς, ἔταξαν ἀναβαίνειν τὸν Παῦλον καὶ Βαρνάβαν, καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἱερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου. Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς Ἐκκλησίας, διήρχοντο τὴν Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν· καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσι τοῖς ἀδελφοῖς. Παραγενόμενοι δὲ εἰς Ἰερουσαλὴμ, ἀπεδέχθησαν ὑπὸ τῆς Ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ Θεὸς ἐποίησε μετ' αὐτῶν. Ὅρα πόση οἰκονομία γίνεται. Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες, ὅτι ∆εῖ περιτέμνειν αὐτοὺς, παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως. Συνήχθησαν δὲ οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ 60.235 λόγου τούτου. Πολλῆς δὲ συζητήσεως γενομένης, ἀναστὰς Πέτρος εἶπε πρὸς αὐτούς· Ἄνδρες ἀδελφοὶ, ὑμεῖς ἐπίστασθε, ὅτι ἀφ' ἡμερῶν ἀρχαίων ὁ Θεὸς ἐν ὑμῖν ἐξελέξατο διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου, καὶ πιστεῦσαι. Ὅρα τὸν Πέτρον ἄνωθεν κεχωρισμένον τοῦ πράγματος, καὶ μέχρι τοῦ νῦν ἰουδαΐζοντα. Ὑμεῖς ἐπίστασθε, φησί. Παρῆσαν ἴσως καὶ οἱ ἐγκαλέσαντες αὐτῷ ἐπὶ Κορνηλίου πάλαι, καὶ εἰσελθόντες μετ' αὐτοῦ· διὰ τοῦτο αὐτοὺς παράγει μάρτυρας. Ἀφ' ἡμερῶν ἀρχαίων ἐν ὑμῖν ὁ Θεὸς ἐξελέξατο. Τί ἐστιν, Ἐν ὑμῖν; Ἤτοι ἐν Παλαιστίνῃ, φησὶν, ἢ παρόντων ὑμῶν. ∆ιὰ τοῦ στόματός μου. Ὅρα πῶς δείκνυσι τὸν Θεὸν δι' αὐτοῦ φθεγγόμενον, καὶ οὐδὲν ἀνθρώπινον. Καὶ ὁ καρδιογνώστης Θεὸς ἐμαρτύρησεν αὐτοῖς. Ἐπὶ τὴν πνευματικὴν ἀνάγει μαρτυρίαν αὐτούς. ∆οὺς αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον, καθὼς καὶ ἡμῖν. Ὅρα πῶς πανταχοῦ ἐξισοῖ τὰ ἔθνη. Καὶ οὐδὲν διέκρινε μεταξὺ ἡμῶν τε καὶ αὐτῶν, τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν. Ἀπὸ τῆς πίστεως μόνης, φησὶ, τῶν αὐτῶν ἔτυχον. Κἀκείνων ταῦτα ἐντρεπτικά· μᾶλλον δὲ καὶ ἐκείνους διδάξαι δύναται, ὅτι πίστεως δεῖ μόνης, καὶ οὐκ ἔργων οὐδὲ περιτομῆς. Οὐ γὰρ δὴ ὑπὲρ τῶν ἐθνῶν ἀπολογούμενοι ταῦτα λέγουσι μόνον, ἀλλὰ κἀκείνους παιδεύοντες ἀποστῆναι τοῦ νόμου. Ἀλλὰ τέως οὔπω λέγουσι τοῦτο. Νῦν οὖν τί πειράζετε τὸν Θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν ὃν οὔτε οἱ πατέρες ἡμῶν, οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι, Ἀλλὰ διὰ τῆς χάριτος τοῦ Κυρίου Ἰησοῦ πιστεύομεν σωθῆναι, καθ' ὃν τρόπον κἀκεῖνοι. Τί ἐστι, Πειράζετε τὸν Θεόν; Τί