178
ἐπιεικῶς καὶ οὐ μετὰ αὐθεντείας διαλέγονται· τὰ γὰρ τοιαῦτα ἐπιθυμητὰ, καὶ πέπηγε μᾶλλον. Ὁρᾷς οὐδαμοῦ λόγων ἐπίδειξιν, ἀλλὰ τὴν διὰ τῶν πραγμάτων, τὴν διὰ τοῦ Πνεύματος; Ἀλλ' ὅμως καὶ τοιαῦτα ἔχοντες τεκμήρια, ἔτι ἐπιεικῶς διαλέγονται. Καὶ ὅρα· οὐκ ἀπέρχονται διαβάλλοντες τοὺς ἐν Ἀντιοχείᾳ, ἀλλ' ἐκεῖθεν πάλιν λαμβάνουσιν ἀφορμήν. Οὕτως ἐμελέτων τὸ φιλαρχεῖν, οἳ καὶ οὐκ εἰδότων τῶν ἀποστόλων ἐμέμφθησαν. Ἀλλ' ὅμως οὐδὲν τούτων οὗτοι προήνεγκαν· ἀλλ' ὅτε ἀπέδειξαν, τότε σφοδρότερον γράφουσι. Μέγα γὰρ ἡ ἐπιείκεια πανταχοῦ καλόν· ἐπιείκεια λέγω, οὐ ψυχρότης· ἐπιείκεια, οὐ κολακεία· πολὺ γὰρ ταῦτα διέστηκεν ἀπ' ἀλλήλων. Οὐδὲν ἐτράχυνε Παῦλον, οὐδὲν Πέτρον. Ὅταν ἔχῃς ἀποδείξεις, τί ὀργίζῃ; ἢ ἵνα καὶ ταύτας ἀκύρους ποιήσῃς; Οὐκ ἔστι τὸν ὀργιζόμενον πεῖσαί ποτε. Καὶ χθὲς περὶ ὀργῆς διελέχθημεν· οὐδὲν δὲ κωλύει καὶ τήμερον· ἡ γὰρ συνέχεια ἴσως ἐργάσεταί τι. Καὶ γὰρ φάρμακον τὸ δύναμιν ἔχον ἀφανίσαι τραῦμα, ἂν μὴ 60.237 συνεχῶς ἐπιτεθῇ, τὸ πᾶν ἀπώλεσε. Μὴ δὴ νομίζετε, κατάγνωσιν ὑμῶν εἶναι, τὸ συνεχῶς περὶ τῶν αὐτῶν διαλέγεσθαι· εἰ γὰρ κατεγνώκειμεν, οὐκ ἂν διελέχθημεν· νῦν δὲ ἐλπίζοντες μεγάλα ἡμᾶς κερδαίνειν, ταῦτα φθεγγόμεθα. Εἴθε γὰρ συνεχῶς περὶ τῶν αὐτῶν ἐλέγομεν! εἴθε μηδὲ ἦν ἄλλη τις λόγων ὑπόθεσις ἢ φροντὶς, ἀλλ' ὅπως τῶν παθῶν κρατήσωμεν τῶν ἡμετέρων! Πῶς γὰρ οὐκ ἄτοπον, βασιλεῦσι μὲν ἐν τρυφῇ ζῶσι καὶ τοσαύτῃ τιμῇ μηδένα εἶναι λόγον, μήτε ἐπὶ τραπέζης, μηδὲ ἐν ἄλλῳ μηδενὶ καιρῷ, ἀλλὰ πῶς μόνον τῶν πολεμίων κρατῆσαι δεῖ, καὶ διὰ τοῦτο καθ' ἑκάστην ἡμέραν συλλόγους ποιεῖν, καὶ στρατηγοὺς καὶ στρατιώτας καταλέγειν, καὶ φόρους ἀπαιτεῖν, καὶ τῶν πολιτικῶν πραγμάτων ταύτας δύο αἰτίας ἀναγκαίας εἶναι ἡγεῖσθαι, ὅπως καὶ τῶν πολεμούντων κρατήσωσι, καὶ τοὺς οἰκείους ἐν εἰρήνῃ καταστήσωσιν· ἡμᾶς δὲ μηδὲ ὄναρ θέλειν τὰ τοιαῦτα διαλέγεσθαι, ἀλλ' ὅπως μὲν ἀγρὸν ὠνησώμεθα, καὶ ὅπως ἀνδράποδα, καὶ ὅπως πλείω τὴν οὐσίαν ποιήσωμεν, καθ' ἑκάστην ἡμέραν διαλεγόμενοι οὐ λαμβάνομεν κόρον· περὶ δὲ τῶν ἐν ἡμῖν πραγμάτων καὶ τῶν ὄντως ἡμῶν οὔτε αὐτοὶ λέγειν βουλόμεθα, οὐδὲ ἑτέρων λεγόντων ἀνεχόμεθα ἀκούειν; Περὶ τίνος οὖν, εἰπέ μοι, διαλέγεσθαι βούλει; περὶ ἀρίστου; Ἀλλὰ ταῦτα μαγείρων τὰ ῥήματα. Ἀλλὰ περὶ χρημάτων; Ἀλλὰ ταῦτα καπήλων καὶ ἐμπόρων. Ἀλλὰ περὶ κτισμάτων; Ἀλλὰ ταῦτα τεκτόνων καὶ οἰκοδόμων. Ἀλλὰ περὶ γῆς; Ἀλλὰ ταῦτα γεωργῶν. Ἡμῶν δὲ οὐδὲν ἕτερόν ἐστιν ἔργον, ἀλλ' ἢ πῶς πλοῦτον περιποιησόμεθα τῇ ψυχῇ. Μὴ τοίνυν προσκορὴς ὁ λόγος γινέσθω. ∆ιὰ τί γὰρ μηδεὶς ἐγκαλεῖ τῷ ἰατρῷ περὶ ἰατρικῆς ἀεὶ διαλεγομένῳ, μηδὲ τοῖς ἄλλοις τοῖς δημιουργοῖς περὶ τῶν οἰκείων τεχνῶν λέγουσιν; Εἰ μὲν γὰρ οὕτως ἡμῖν ἦν κατωρθωμένα τὰ τῶν παθῶν, ὡς μὴ δεῖσθαι ὑπομνήσεως, εἰκότως ἄν τις ἡμῖν ἐνεκάλεσε φιλοτιμίαν καὶ ἐπίδειξιν· μᾶλλον δὲ οὐδὲ οὕτως. Εἰ γὰρ καὶ κατώρθωτο, καὶ οὕτως ἐχρῆν διαλέγεσθαι, ὥστε μὴ ἀναπεσεῖν· ἐπεὶ καὶ ἰατροὶ οὐχὶ νοσοῦσιν, ἀλλὰ καὶ ὑγιαίνουσι διαλέγονται, καὶ ἔστιν αὐτοῖς βιβλία τοιαύτης πραγματείας, τοῖς μὲν, ἵνα τῆς νόσου ἀπαλλάττωσι, τοῖς δὲ, ἵνα τὴν ὑγείαν διαφυλάττωσιν. Ὥστε εἰ καὶ ὑγιαίνομεν, οὐδὲ οὕτως ἀποστῆναι ἐχρῆν, ἀλλὰ πάντα ποιεῖν ὥστε διατηρηθῆναι τὴν ὑγείαν ἡμῖν. γʹ. Ὅταν δὲ καὶ νοσῶμεν, διπλῆ τῶν λόγων ἡ ἀνάγκη· μία μὲν, ἀπαλλαγῆναι τῆς νόσου· δευτέρα δὲ, ἀπαλλαγέντας μὴ περιπεσεῖν πάλιν. Οὐκοῦν θεραπευτικῇ μεθόδῳ διαλεγόμεθα νῦν, οὐχ ὑγιεινῇ πραγματείᾳ. Πῶς οὖν ἄν τις τὸ κακὸν τοῦτο ἐκκόψειε πάθος; πῶς τὸν σφοδρὸν ὑποστείλειε πυρετόν; Ἴδωμεν πόθεν ἐτέχθη, καὶ τὴν αἰτίαν ἀνέλωμεν. Πόθεν τίκτεσθαι εἴωθεν; Ἐξ ἀλαζονείας καὶ ἀπονοίας πολλῆς. Ταύτην οὖν ἀνέλωμεν τὴν αἰτίαν, καὶ συνανῄρηται καὶ τὸ νόσημα. Τί δὲ ἡ ἀλαζονεία; πόθεν τίκτεται; τάχα γὰρ πάλιν ἐφ' ἑτέραν ἀρχὴν κινδυνεύομεν ἀνελθεῖν. Οὐκοῦν ἣν ἂν ὁ λόγος ὑφηγήσηται, ταύτην βαδίζωμεν, ὅπως κάτωθεν καὶ πρόῤῥιζον ἀνασπασθῇ τὸ κακόν. Πόθεν οὖν ἡ ἀλαζονεία; Ἐκ τοῦ μὴ ἐπισκέπτεσθαι τὰ ἡμέτερα, ἀλλ' ὑπὲρ μὲν φύσεως γῆς, καίτοι