179
οὐκ ὄντας γεωργοὺς, πολυπραγμονεῖν, καὶ ὑπὲρ φύσεως φυτῶν, καὶ ὑπὲρ φύσεως χρυσοῦ, καίτοι οὐκ ὄντας ἐμπόρους, καὶ ὑπὲρ ἱματίων, καὶ ὑπὲρ 60.238 πάντων· ὑπὲρ δὲ ἡμῶν καὶ τῆς ἡμετέρας φύσεως μηδέποτε ἀνέχεσθαι τοῦτο ποιεῖν. Καὶ τίς ἀγνοεῖ, φησὶ, τὴν οἰκείαν φύσιν; Πολλοί· τάχα δὲ πάντες πλὴν ὀλίγων· καὶ εἰ βούλεσθε, ἐντεῦθεν ποιήσω τὸν ἔλεγχον. Εἰπὲ γάρ μοι, τί ποτέ ἐστιν ἄνθρωπος; Εἴ τις ἐρωτηθείη, Τίνι τῶν ἀλόγων διέστηκε, πῶς συγγενής ἐστι τῶν ἐν οὐρανῷ, τί δύναται ἐξ ἀνθρώπου γενέσθαι; μὴ δυνήσεται ἐξ εὐθείας ἀποκριθῆναι; Οὐκ ἔγωγε οἶμαι. Καθάπερ γὰρ ἐπὶ ὕλης τινὸς, οὕτω καὶ ἐπὶ ἀνθρώπου τὸ μὲν ὑποκείμενον ἄνθρωπος· δύναται δὲ γενέσθαι καὶ ἄγγελος καὶ θηρίον. Ἆρα οὐ δοκεῖ ξένος εἶναι ὁ λόγος οὗτος; Καίτοι πολλάκις αὐτὸν ἐν ταῖς Γραφαῖς ἠκούσατε. Περὶ μὲν γάρ τινων ἀνθρώπων ἐλέγετο, ὅτι Ἄγγελος Κυρίου ἐστί· καὶ ἐκ χειλέων, φησὶ, αὐτοῦ, ζητήσουσι κρίσιν· καὶ πάλιν· Ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου· περὶ δέ τινων, Ὄφεις, γεννήματα ἐχιδνῶν. Λοιπὸν δὴ παρὰ τοὺς χρωμένους τὸ πᾶν δύναται γενέσθαι καὶ ἄγγελος, καὶ ἄνθρωπος. Τί λέγω, ἄγγελος; Καὶ Θεοῦ τέκνον· Ἐγὼ γὰρ εἶπα, φησὶ, Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες. Καὶ τὸ δὴ μεῖζον, ὅτι τοῦ γενέσθαι καὶ θεὸς καὶ ἄγγελος καὶ Θεοῦ τέκνον τὴν ἐξουσίαν αὐτὸς ἐγκεχείρισται. Καὶ ἔστιν ἄνθρωπος ἀγγέλου δημιουργός. Τάχα ὑμᾶς ἐθορύβησε τὸ ῥῆμα; Ἀλλ' ἀκούετε τοῦ Χριστοῦ λέγοντος· Ἐν τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται, ἀλλ' εἰσὶν ὡς ἄγγελοι· καὶ πάλιν, Ὁ δυνάμενος χωρεῖν χωρείτω. Ὅλως δὲ ἡ ἀρετὴ ἀγγέλους ποιεῖ· ταύτης δὲ ἡμεῖς κύριοι· ἄρα ἀγγέλους δυνάμεθα δημιουργεῖν, κἂν μὴ τῇ φύσει, ἀλλὰ τῇ προαιρέσει. Ταύτης μὲν γὰρ ἀπούσης, οὐδὲν ὄφελος ἄγγελον εἶναι τὴν φύσιν· καὶ δηλοῖ ὁ διάβολος τοῦτο ὢν πρὸ τούτου· ταύτης δὲ παρούσης, οὐδὲν βλάβος ἄνθρωπον εἶναι τὴν φύσιν· καὶ δηλοῖ Ἰωάννης ἄνθρωπος ὢν, καὶ Ἠλίας εἰς τὸν οὐρανὸν ἀνελθὼν, καὶ πάντες οἱ μέλλοντες ἀπιέναι ἐκεῖ. Οὗτοι μὲν γὰρ μετὰ σώματος οὐκ ἐκωλύθησαν τὸν οὐρανὸν οἰκεῖν· ἐκεῖνοι δὲ ἀσώματοι ὄντες, οὐκ ἠδυνήθησαν μεῖναι ἐν οὐρανῷ. Μηδεὶς τοίνυν ἀλγείτω μηδὲ ἀγανακτείτω πρὸς τὴν φύσιν ὡς ἐμποδίζουσαν, ἀλλὰ πρὸς τὴν προαίρεσιν. Λέων ἐκεῖνος ἐγένετο ἐξ ἀσωμάτου· Ἰδοὺ γὰρ, φησὶ, Ὁ ἐχθρὸς ἡμῶν ὡς λέων ὠρυόμενος περιέρχεται, ζητῶν τίνα καταπίῃ· ἡμεῖς ἄγγελοι ἀπὸ σωμάτων. Καθάπερ γὰρ εἴ τις ὕλην εὑρὼν πολύτιμον, οὐκ ὢν τεχνίτης, ἂν καταφρονήσῃ ταύτης, μεγάλως ζημιωθήσεται, οἷον ἢ μαργαρίτας, ἢ κόχλον, ἢ ἕτερόν τι τοιοῦτον· οὕτω δὴ καὶ ἡμεῖς ἐὰν ἀγνοήσωμεν τὴν ἡμετέραν φύσιν, σφόδρα αὐτῆς καταφρονήσομεν· ἂν δὲ γνῶμεν, πολλὴν ἐπιδειξόμεθα σπουδὴν, καὶ τὰ μέγιστα καρπωσόμεθα. Ἀπὸ γὰρ ταύτης ἱμάτιον γίνεται βασιλικὸν, ἀπὸ ταύτης οἰκία γίνεται βασιλικὴ, ἀπὸ ταύτης μέλη γίνεται βασιλικά· πάντα βασιλικά. Μὴ δὴ καταχρησώμεθα εἰς βλάβην τῇ οἰκείᾳ φύσει. Βραχύ τι παρ' ἀγγέλους ἡμᾶς ἠλάττωσε, τῷ θανάτῳ λέγω· ἀλλὰ καὶ τοῦτο ἀπειλήφαμεν τὸ βραχύ. Οὐδὲν οὖν τὸ κωλύον ἡμᾶς ἀγγέλων γενέσθαι ἐγγὺς, ἂν θέλωμεν. Θελήσωμεν τοίνυν, θελήσωμεν, καὶ ἐξασκήσαντες ἑαυτοὺς δόξαν ἀναπέμψωμεν τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.239 ΟΜΙΛΙΑ ΛΓʹ. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, ἀπεκρίθη Ἰάκωβος, λέγων· Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο καθὼς
πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν.
αʹ. Ἐπίσκοπος ἦν τῆς ἐν Ἱεροσολύμοις Ἐκκλησίας οὗτος· διὸ καὶ ὕστερος
λέγει· καὶ τὸ, Ἐπὶ στόματος δύο ἢ τριῶν μαρτύρων σταθήσεται πᾶν ῥῆμα, ἐνταῦθα