1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

180

πληροῦται. Ὅρα δὲ καὶ τούτου τὴν σύνεσιν, ἀπό τε νέων, ἀπό τε παλαιῶν βεβαιουμένου τῶν προφητῶν τὸν λόγον. Οὐ γὰρ εἶχέ τι πρᾶγμα δεῖξαι καθάπερ Πέτρος, καθάπερ Παῦλος. Καὶ καλῶς οἰκονομεῖται δι' ἐκείνων ταῦτα γενέσθαι τῶν οὐ μελλόντων ἐπιχωριάζειν τοῖς Ἱεροσολύμοις, τοῦτόν τε τὸν διδάσκοντα αὐτοὺς μὴ εἶναι ὑπεύθυνον, μηδὲ μὴν ἀπεσχίσθαι τῆς γνώμης. Καὶ τί φησιν; Ἄνδρες ἀδελφοὶ, ἀκούσατέ μου. Συμεὼν ἐξηγήσατο. Τινὲς τοῦτον εἶναί φασι τὸν ὑπὸ τοῦ Λουκᾶ εἰρημένον· ἄλλοι δὲ ἕτερον ὁμώνυμον τούτῳ. Εἴτε δὲ οὗτος, εἴτε ἐκεῖνός ἐστιν, οὐκ ἀκριβολογεῖσθαι χρὴ, ἀλλὰ μόνον ὡς ἀναγκαῖα δέχεσθαι, ἃ ἐξηγήσατο. Ἄνδρες, φησὶν, ἀδελφοί. Πολλὴ ἡ ἐπιείκεια τοῦ ἀνδρὸς, καὶ τελειοτέρα αὕτη ἡ δημηγορία, ὅπου γε καὶ τέλος ἐπιτίθησι τοῖς πράγμασι. Καθὼς πρῶτον ὁ Θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν τῷ ὀνόματι αὐτοῦ. Καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν. Ἐπειδὴ ἐκεῖνος ἀπὸ μὲν τοῦ χρόνου δῆλος ἦν, τὸ δὲ ἀξιόπιστον οὐκ εἶχε διὰ τὸ μὴ παλαιὸς εἶναι, ἐπάγει καὶ παλαιὰν προφητείαν, λέγων· Καθὼς γέγραπται· Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω τὴν σκηνὴν ∆αυῒδ τὴν πεπτωκυῖαν, καὶ τὰ κατεσκαμμένα αὐτῆς ἀνοικοδομήσω, καὶ ἀνορθώσω αὐτὴν, ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον, καὶ πάντα τὰ ἔθνη, ἐφ' οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ' αὐτοὺς, λέγει Κύριος ὁ ποιῶν ταῦτα πάντα. Τί οὖν; ἠγέρθη τὰ Ἱεροσόλυμα, ἀλλ' οὐχὶ κατεσκάφη μᾶλλον; Ἀλλ' οὐ περὶ τούτων αὐτῷ εἴρηται ταῦτα. Καὶ ποίαν, φησὶ, λέγει ἔγερσιν; Τὴν μετὰ Βαβυλῶνα. Γνωστὰ ἀπ' αἰῶνός ἐστι τῷ Θεῷ πάντα τὰ ἔργα αὐτοῦ. Εἶτα τὸ ἀξιόπιστον τοῦ λόγου, ὅτι οὐδὲν καινὸν, ἀλλ' ἐξ ἀρχῆς ταῦτα προτετύπωτο. Καὶ τὸ ἀξίωμα πάλιν. ∆ιὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἀποστρέφουσιν ἐπὶ τὸν Θεὸν, ἀλλ' ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. Ἐπειδὴ οὐκ ἦσαν ἀκηκοότες τοῦ νόμου, εἰκότως ταῦτα ἐπιτάττει ἀπὸ τοῦ νόμου, ἵνα μὴ δόξῃ ἀκυροῦν αὐτόν. Καὶ ὅρα πῶς οὐκ ἀφίησιν αὐτοὺς ἀπὸ τοῦ νόμου ταῦτα ἀκούειν, ἀλλὰ παρ' ἑαυτοῦ, εἰπών· Κρίνω ἐγὼ, τουτέστιν, ἐξ ἐμαυτοῦ, οὐχὶ παρὰ τοῦ νόμου ἀκούσας. Εἶτα λοιπὸν κοινὸν τὸ δόγμα γίνεται. Τότε ἔδοξε τοῖς ἀποστόλοις καὶ πρεσβυτέροις σὺν ὅλῃ τῇ Ἐκκλησίᾳ, ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν Παύλῳ καὶ Βαρνάβᾳ, Ἰούδαν τὸν ἐπικαλούμενον Βαρσαβᾶν καὶ Σίλαν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς, γράψαντες διὰ χειρὸς αὐτῶν τάδε. Ὅρα αὐτοὺς οὐχ ἁπλῶς ταῦτα νομοθετοῦντας· ὥστε δὲ ἀξιόπιστον γενέσθαι τὸ δόγμα, 60.240 πέμπουσι τοὺς παρ' αὐτῶν, καὶ ἵνα ἀνύποπτοι ὦσιν οἱ περὶ Παῦλον λοιπόν. Καὶ ὅρα πῶς φορτικῶς ἐκείνους διαβάλλοντες ἐπιστέλλουσιν. Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι καὶ οἱ ἀδελφοὶ τοῖς κατὰ Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν. Ἐπειδὴ ἠκούσαμεν, ὅτι τινὲς ἐξ ἡμῶν ἐτάραξαν ὑμᾶς, λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν, λέγοντες περιτέμνειν αὐτοὺς τὰ τέκνα, καὶ τηρεῖν τὸν νόμον, οἷς οὐ διεστειλάμεθα. Ἀρκοῦσα αὕτη κατηγορία τῆς ἐκείνων προπετείας, καὶ ἀξία τῆς τῶν ἀποστόλων ἐπιεικείας οὐδὲν μακρότερον εἰρηκότων. Ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν, ἐκλεξαμένους ἄνδρας πέμψαι πρὸς ὑμᾶς, σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρνάβᾳ καὶ Παύλῳ, ἀνδράσι παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ὥστε δεῖξαι, ὅτι οὐ τυραννικῶς, ὅτι πᾶσι ταῦτα δοκεῖ, ὅτι μετὰ ἐπισκέψεως ταῦτα γράφουσιν. Ἐκλεξάμενοι, εἶπεν, ἄνδρας ἐξ ἡμῶν. Εἶτα ἵνα μὴ δόξῃ διαβολὴ εἶναι Παύλου καὶ Βαρνάβα τὸ ἐκείνους ἀποσταλῆναι, ὅρα τὰ ἐγκώμια αὐτῶν· Ἀνθρώποις, φησὶ, παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. Ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδοξε γὰρ τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν. Ἄρα οὐδὲν ἀνθρώπινον, εἰ Πνεύματι ταῦτα δοκεῖ. Μηδὲν