181
πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος. Πάλιν βάρος τὸν νόμον καλεῖ. Εἶτα καὶ ὑπὲρ αὐτῶν τούτων ἀπολογεῖται. Πλὴν τῶν ἐπάναγκες τούτων, ἀπέχεσθαι εἰδωλοθύτων καὶ πνικτοῦ καὶ πορνείας καὶ αἵματος, ἐξ ὧν διατηροῦντες ἑαυτοὺς, εὖ πράξετε. Ταῦτα ἡ Καινὴ οὐ διετάττετο· οὐδαμοῦ γὰρ περὶ τούτων διελέχθη ὁ Χριστός· ἀλλ' ἀπὸ τοῦ νόμου ταῦτα λαμβάνουσι. Καὶ πνικτοῦ, φησίν. Ἐνταῦθα τὸν φόνον ἀνείργει. Οἱ μὲν οὖν ἀπολυθέντες, ἦλθον εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος, ἐπέδωκαν τὴν ἐπιστολήν. Ἀναγνόντες δὲ, ἐχάρησαν ἐπὶ τῇ παρακλήσει. Εἶτα δηλῶν, ὅτι κἀκεῖνοι αὐτοὺς παρεκάλεσαν, ἐπήγαγεν· Ἰούδας τε καὶ Σίλας, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς, καὶ ἐπεστήριξαν. Ποιήσαντες δὲ χρόνον, ἀπελύθησαν μετ' εἰρήνης ὑπὸ τῶν ἀδελφῶν πρὸς τοὺς ἀποστόλους. βʹ. Οὐκέτι στάσεις καὶ μάχαι· διὸ καὶ βεβαιώσαντες αὐτοὺς ἀπῆλθον μετ' εἰρήνης· πρὸς γὰρ Παῦλον φιλονεικότερον διέκειντο· καὶ λοιπὸν Παῦλος διδάσκει. Οὕτως οὐδεὶς τῦφος ἦν ἐν τῇ Ἐκκλησίᾳ, ἀλλὰ πολλὴ ἡ εὐταξία. Καὶ ὅρα, μετὰ Πέτρον Παῦλος φθέγγεται, καὶ οὐδεὶς ἐπιστομίζει· Ἰάκωβος ἀνέχεται, καὶ οὐκ ἀποπηδᾷ· ἐκεῖνος γὰρ ἦν τὴν ἀρχὴν ἐγκεχειρισμένος. Οὐδὲν Ἰωάννης ἐνταῦθα, οὐδὲν οἱ ἄλλοι ἀπόστολοι φθέγγονται, ἀλλὰ σιγῶσι, καὶ οὐκ ἀγανακτοῦσιν· οὕτω καθαρὰ δόξης ἦν αὐτῶν ἡ ψυχή. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς, φησὶν, ἀπεκρίθη Ἰάκωβος, λέγων· Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ἐπεσκέψατο ὁ Θεός· ἐξ ἀρχῆς σφοδρότερον μὲν ὁ Πέτρος διελέγετο, οὗτος δὲ ἡμερώτερον. Οὕτως ἀεὶ χρὴ τὸν ἐν μεγάλῃ δυναστείᾳ ποιεῖν, τὰ μὲν φορτικὰ ἑτέροις παραχωρεῖν, αὐτὸν δὲ ἀπὸ τῶν ἡμερωτέρων διαλέγεσθαι. Καλῶς εἶπε, Συμεὼν ἐξηγήσατο, ὡς κἀκεῖνον 60.241 ἑτέρων λέγειν γνώμην. Ὅρα πῶς δείκνυσι παλαιὸν ὂν τοῦτο. Λαβεῖν ἐξ ἐθνῶν λαὸν, φησὶ, τῷ ὀνόματι αὐτοῦ. Οὐχ ἁπλῶς ἐξελέξατο, ἀλλὰ τῷ ὀνόματι αὐτοῦ· τουτέστι, τῇ δόξῃ αὐτοῦ. Οὐκ αἰσχύνεται τὸ ὄνομα αὐτοῦ τῇ προλήψει τῶν ἐθνῶν δόξαν καλῶν. Τοῦτο γὰρ μείζων δόξα. Ἐνταῦθά τι καὶ μέγα αἰνίττεται. Ποῖον τοῦτο; Ὅτι, φησὶ, πρὸ πάντων οὗτοι. Μετὰ ταῦτα ἀναστρέψω, καὶ ἀνοικοδομήσω, φησὶ, τὴν σκηνὴν ∆αυῒδ τὴν πεπτωκυῖαν. Εἴ τις ἀκριβῶς σκοποίη, νῦν τὴν βασιλείαν ἱσταμένην τοῦ ∆αυῒδ εὕροι. Τοῦ ἐκγόνου γὰρ αὐτοῦ βασιλεύοντος, πανταχοῦ ἕστηκεν αὕτη. Τί γὰρ ὄφελος τῶν οἰκημάτων καὶ τῆς πόλεως, τῶν ὑπακουόντων οὐκ ὄντων; ποῖον δὲ βλάβος ἐκ τῆς καθαιρέσεως τῆς πόλεως, πάντων καὶ τὰς ψυχὰς βουλομένων ἐπιδοῦναι; Ὥστε οὐ μόνον ἕστηκεν, ἀλλὰ καὶ λαμπροτέρα πάντων γέγονε· πανταχοῦ γὰρ νῦν τῆς οἰκουμένης ᾄδεται. Ἐκεῖνο ἐξέβη· οὐκοῦν καὶ τοῦτο ἐκβῆναι δεῖ. Εἰπὼν δὲ, Καὶ ἀνοικοδομήσω, ἐπάγει καὶ τὴν αἰτίαν τοῦ διὰ τί, λέγων· Ὅπως ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν Κύριον. Εἰ τοίνυν διὰ τοῦτο ἐξανέστη ἡ πόλις διὰ τὸν ἐξ αὐτῶν, δῆλον ὅτι τῆς οἰκοδομῆς τῆς πόλεως αἴτιον γέγονε τὸ τὰ ἔθνη κληθῆναι. Τίνες εἰσὶν Οἱ κατάλοιποι; Οἱ ὑπολειπόμενοι τότε. Ἀλλ' ὅρα αὐτὸν καὶ τὴν τάξιν φυλάττοντα, καὶ δευτέρους αὐτοὺς εἰσάγοντα. Λέγει Κύριος, ὁ ποιῶν, φησὶ, ταῦτα πάντα. Οὐ λέγει μόνον, ἀλλὰ καὶ ποιεῖ· ἄρα Θεοῦ ἔργον ἡ κλῆσις τῶν ἐθνῶν. Ἄλλο ἦν τὸ ζητούμενον, ὅπερ σαφέστερον καὶ Πέτρος ἔλεγεν· οὐ δεῖ αὐτοὺς περιτέμνεσθαι. Τί τοίνυν ταῦτα δημηγορεῖς; Οὐ γὰρ δὴ τοῦτο ἔλεγον, ὅτι οὐ δεῖ αὐτοὺς δέχεσθαι πιστεύοντας, ἀλλ' ὅτι μετὰ νόμου. Καὶ τοῦτο ὁ Πέτρος καλῶς ἐδημηγόρησεν· ἀλλ' ἐπειδὴ τοῦτο ἐθορύβει μάλιστα πάντων τοὺς ἀκροατὰς, καὶ τοῦτο θεραπεύει πάλιν. Καὶ ὅρα, ὅπερ ἐχρῆν νομοθετηθῆναι, ὅτι οὐ δεῖ φυλάττειν τὸν νόμον, ὁ Πέτρος εἰσήγαγε· τὸ δὲ ἡμέτερον, καὶ πάλαι παραδεχθὲν, τοῦτο οὗτός φησι, καὶ ἐνδιατρίβει ἐκείνῳ, ὑπὲρ οὗ οὐδὲν γέγραπται, ἵνα αὐτῶν θεραπεύσας τὴν διάνοιαν τῷ συγκεχωρημένῳ, εὐκαίρως εἰσαγάγῃ καὶ τοῦτο. ∆ιὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι· τουτέστι, μὴ ἀνατρέπειν. Εἰ γὰρ ὁ Θεὸς ἐκάλεσεν, αὗται δὲ αἱ παρατηρήσεις ἀνατρέπουσι, τῷ Θεῷ πολεμοῦμεν. Καὶ καλῶς εἶπε, Τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσι, δηλῶν καὶ τοῦ Θεοῦ τὴν ἄνωθεν