1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

182

περὶ αὐτοὺς οἰκονομίαν, καὶ τὸ τούτων καταπειθὲς καὶ ἕτοιμον εἰς τὴν κλῆσιν. Τί ἐστι, Κρίνω ἐγώ; Ἀντὶ τοῦ, μετ' ἐξουσίας λέγω τοῦτο εἶναι. Ἀλλ' ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι, φησὶν, ἀπὸ τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος. Αὗται γὰρ εἰ καὶ σωματικαὶ, ἀλλ' ἀναγκαῖαι φυλάττεσθαι, ἐπειδὴ μεγάλα εἰργάζοντο κακά. Καὶ ἵνα μή τις ἀνθυπενέγκῃ, ∆ιὰ τί μὴ καὶ Ἰουδαίοις τὰ αὐτὰ ἐπιστέλλομεν; ἐπήγαγε λέγων· Μωϋσῆς ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας ἑαυτὸν ἔχει; τουτέστι, Μωϋσῆς αὐτοῖς διαλέγεται συνεχῶς. Τοῦτο γάρ ἐστι τὸ, Κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος. Ὅρα πόση ἡ συγκατάβασις. Ἔνθα οὐδὲν ἔβλαπτεν, ἐπέστησεν αὐτοῖς διδάσκαλον, καὶ ἐχαρίσατο χάριν οὐδὲν ἐμποδίζουσαν, ἐπιτρέψας Ἰουδαίοις ἀκούειν αὐτοῦ κατὰ πάντα, καὶ ἀπάγων τοὺς ἐξ ἐθνῶν· εἶτα δι' ὧν ἔδοξεν αὐτὸν τιμᾷν, καὶ ἐφιστάναι τοῖς ἑαυτοῦ, διὰ τούτων ἀπήγαγε τὰ ἔθνη ἐξ αὐτοῦ. ∆ιὰ τί οὖν μὴ παρ' αὐτοῦ μανθάνουσι; ∆ιὰ 60.242 τὴν οἰκείαν ἀπείθειαν. Ἐντεῦθεν δείκνυσιν, ὅτι καὶ τούτους οὐδὲν πλέον δεῖ φυλάττειν. Εἰ δὲ οὐκ ἐπιστέλλομεν, οὐχ ὡς ὀφειλόντων αὐτῶν πλέον τι φυλάττειν, ἀλλ' ὡς ἐχόντων τὸν λέγοντα. Καὶ οὐκ εἶπε, Μὴ σκανδαλίζειν αὐτοὺς μηδὲ καταστρέφειν, ὅπερ Παῦλος λέγει Γαλάταις, ἀλλὰ, Μὴ παρενοχλεῖν· ὅπερ οὐδὲν δείκνυσιν ὃν τὸ κατόρθωμα, ἀλλ' ἢ μόνον ἐνόχλησιν. Οὕτως ἐξέλυσε τὸ πᾶν. Καὶ δοκεῖ μὲν καὶ τὸν νόμον τηρεῖν τῷ ἐξ αὐτοῦ ταῦτα λαβεῖν, ἔλυσε δὲ αὐτὸν τῷ μόνα λαβεῖν. Καίτοι γε πολλάκις αὐτοῖς ὑπὲρ τούτων διελέχθη· ἀλλ' ἵνα δόξῃ καὶ τὸν νόμον τιμᾷν, καὶ ταῦτα οὐχ ὡς ἀπὸ Μωϋσέως λέγων, ἀλλ' ὡς ἀπὸ τῶν ἀποστόλων, καὶ ἵνα πολλὰς ποιήσῃ τὰς ἐντολὰς, τὴν μίαν διεῖλε. Τοῦτο μάλιστα αὐτοὺς ἀνέπαυσεν. Οἰκονομικῶς δὲ γέγονε καὶ ἡ ἀντιλογία, ἵνα μετὰ τὴν ἀντιλογίαν βεβαιότερον ἦ τὸ δόγμα. Τότε ἔδοξε τοῖς ἀποστόλοις, φησὶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς πέμψαι. Οὐ τοὺς τυχόντας, ἀλλὰ τοὺς ἡγουμένους πέμπουσιν ἐκλεξάμενοι· Τοῖς κατὰ Ἀντιόχειαν, φησὶ, καὶ Συρίαν καὶ Κιλικίαν, ἔνθα τὸ νόσημα ἐτέχθη. γʹ. Ὅρα μηδὲν φορτικὸν κατ' ἐκείνων λέγοντας, ἀλλ' εἰς ἓν ὁρῶντας μόνον, ὥστε ἀνατρέψαι τὸ γεγενημένον· τοῦτο γὰρ καὶ τοὺς ἐκεῖ στασιάζοντας ὁμολογῆσαι ἐποίει. Οὐκ εἶπον, ὅτι οἱ ἀπατεῶνες, οἱ λυμεῶνες, καὶ ὅσα τοιαῦτα· καίτοι ἔνθα ἐχρῆν, ποιεῖ αὐτὸ Παῦλος, ὡς ὅταν λέγῃ· Ὢ πλήρης παντὸς δόλου· ἐνταῦθα δὲ κατορθωθέντος, οὐκ ἔτι χρεία ἦν. Καὶ ὅρα, οὐ τιθέασιν, ὅτι τινὲς ἐξ ἡμῶν ἐκέλευσαν ὑμᾶς τὸν νόμον τηρεῖν· ἀλλ', Ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες. Οὐδὲν κυριώτερον τῆς λέξεως· οὐδεὶς οὕτως εἶπε. Τὰς ἤδη βεβαιωθείσας ψυχὰς, φησὶν, ἀνασκευάζοντες, καθάπερ ἐπὶ οἰκοδομῆς τὰ ὑπ' ἐκείνων γεγενημένα τιθέντες. Οἷς, φησὶν, οὐ διεστειλάμεθα. Ἔδοξεν οὖν ἡμῖν γενομένοις ὁμοθυμαδὸν σὺν τοῖς ἀγαπητοῖς. Εἰ ἀγαπητοὶ, οὐ καταφρονήσουσιν αὐτῶν· εἰ παρέδωκαν τὰς ψυχὰς, καὶ αὐτοὶ ἀξιόπιστοί εἰσιν. Ἀπεστάλκαμεν οὖν, φησὶν, Ἰούδαν καὶ Σίλαν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά. Ἔδει γὰρ μὴ τὴν ἐπιστολὴν παρεῖναι μόνον, ἵνα μὴ λέγωσιν, ὅτι συνήρπασαν, ὅτι ἄλλα ἀντ' ἄλλων εἶπαν. Τὸ ἐγκώμιον τὸ περὶ Παῦλον ἐνέφραξεν αὐτῶν τὰ στόματα. ∆ιὰ γὰρ τοῦτο οὔτε Παῦλος ἔρχεται μόνον οὔτε Βαρνάβας, ἀλλὰ καὶ ἄλλοι ἀπὸ τῆς Ἐκκλησίας, ἵνα μὴ ὕποπτος ᾖ, ἐπειδὴ αὐτὸς ἀντελαμβάνετο τοῦ δόγματος, οὔτε οἱ ἀπὸ Ἱεροσολύμων μόνοι. ∆είκνυσι πῶς ἀξιόπιστοί εἰσιν· οὐκ ἐξισοῦντες ἑαυτοὺς, φησίν· οὐχ οὕτω μαίνονται. ∆ιά τοι τοῦτο καὶ τὸ, Ἀνθρώποις παραδεδωκόσι τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, προσέθηκε· καὶ τίνος ἕνεκεν εἶπεν, Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ ἡμῖν, καίτοι ἤρκει εἰπεῖν, Τῷ ἁγίῳ Πνεύματι; Τὸ μὲν, Τῷ ἁγίῳ Πνεύματι, ἵνα μὴ νομίσωσιν ἀνθρώπινον εἶναι· τὸ δὲ, Ἡμῖν, ἵνα διδαχθῶσιν, ὅτι καὶ αὐτοὶ καὶ ἀποδέχονται, καὶ ἐν περιτομῇ ὄντες. Μηδὲν πλέον, φησὶν, ἐπιτίθεσθαι βάρος ὑμῖν. Ταῦτα λέγουσιν, ἐπειδὴ πρὸς ἀνθρώπους ἀσθενεῖς ἔτι ὁ λόγος ἦν, καὶ πεφοβημένους αὐτούς· διὰ τοῦτο καὶ τοῦτο πρόσκειται. ∆είκνυσι δὲ οὐχὶ συγκαταβάσεως ὄντα τὸν λόγον, οὐδὲ