188
τοιοῦτον πρᾶγμα ὠργίσθη· ἀλλὰ χωρίζονται ἀπ' ἀλλήλων, ὥστε παιδεῦσαι καὶ ἀπαρτίσαι διὰ τοῦ χωρισμοῦ τοὺς δεομένους τῆς παρ' αὐτῶν διδασκαλίας· ὥσπερ οὖν καὶ ἀλλαχοῦ ποιεῖ λέ 60.249 γων· Ὑμεῖς δὲ μὴ ἐκκακεῖτε τὸ καλὸν ποιοῦντες. Καὶ ἐπιτιμᾷ μὲν ἑτέροις, κελεύει δὲ τὸ καλὸν ποιεῖν πρὸς πάντας. Τοῦτο καὶ ἐν τῇ συνηθείᾳ ποιοῦμεν. Ἐνταῦθά μοι δοκοῦσι καὶ ἄλλοι συναγανακτῆσαι τῷ Παύλῳ. Καὶ λοιπὸν κατ' ἰδίαν κἀκείνους λαβὼν πάντα ποιεῖ, καὶ παραινεῖ, καὶ νουθετεῖ. Πολλὰ ἡ ὁμόνοια δύναται, πολλὰ ἡ ἀγάπη· κἂν ὑπὲρ μεγάλου ἀξιοῖς, κἂν ἀνάξιος ᾖς, ἀπὸ τῆς προαιρέσεως ἀκουσθήσῃ, μὴ φοβοῦ. ∆ιήρχετο, φησὶ, τὰς πόλεις. Καὶ ἰδοὺ ἦν μαθητὴς ὀνόματι Τιμόθεος, ὃς ἐμαρτυρεῖτο ὑπὸ τῶν ἐν Λύστροις καὶ Ἰκονίῳ ἀδελφῶν. Μεγάλη ἡ πίστις τοῦ Τιμοθέου, ὅτι ὑπὸ πάντων μαρτυρεῖται. Ὅτε ἀπέστη Βαρνάβας, ἕτερον ἀντίῤῥοπον εὑρίσκει. Περὶ τούτου φησὶ, Μεμνημένος σου τῶν δακρύων καὶ τῆς ἀνυποκρίτου σου πίστεως, ἥτις ἐνῴκησε πρῶτον ἐν τῇ μάμμῃ σου Λωΐδι, καὶ τῇ μητρί σου Εὐνίκῃ. Καὶ λαβὼν, φησὶ, περιέτεμεν αὐτόν. Τίνος δὲ ἕνεκεν, αὐτὸς ἐπάγει λέγων· ∆ιὰ τοὺς Ἰουδαίους τοὺς ὄντας ἐν τοῖς τόποις ἐκείνοις. ∆ιὰ τοῦτο τοίνυν περιτέμνεται· ἢ καὶ διὰ τὸν πατέρα· Ἕλλην γὰρ ἔμενεν ὤν. Ἄρα οὐκ ἦν ἐμπερίτομος. Ὅρα ἤδη τὸν νόμον λυόμενον. Τισὶ δὲ δοκεῖ μετὰ τὸ κήρυγμα αὐτὸν τεχθῆναι· ἀλλ' οὐκ ἔστι τάχα τοῦτο. Ἀπὸ βρέφους γὰρ, φησὶ, τὰ ἱερὰ Γράμματα οἶδας. Ἐκεῖνο τοίνυν ἔστιν εἰπεῖν, ἢ εἰ μὴ τοῦτο, ὅτι ἔμελλεν αὐτὸν ἐπίσκοπον ποιεῖν, καὶ οὐκ ἔδει ἀκρόβυστον εἶναι. Τέως δὲ ἔδει τὰ ἔθνη μηδὲν τοιοῦτον φυλάττειν. Οὐ μικρὸν καὶ τοῦτο ἦν, ὅπου γε μετὰ τοσοῦτον χρόνον καὶ τοῦτο αὐτοὺς ἐσκανδάλιζεν. Ἀρχὴ καταλύσεως ἦν τὸ τὰ ἔθνη μὴ τηρεῖν ταῦτα, καὶ μηδὲν βλάπτεσθαι, μηδὲ ἔλαττον ἔχειν κατὰ τὴν πίστιν· ἑκόντες λοιπὸν ἀφίσταντο. Ἐπεὶ οὖν ἔμελλε κηρύττειν, ἵνα μὴ διπλῇ πλήξῃ τοὺς Ἰουδαίους, περιέτεμε τοῦτον, καίτοι ἐξ ἡμισείας ἦν· ἀπὸ πατρὸς Ἕλληνος γὰρ ἦν, καὶ πιστῆς μητρός· ἀλλ' ὅμως ἐπειδὴ μέγα ἦν ἐκεῖνο τὸ κατόρθωμα τὸ ἐν τοῖς ἔθνεσιν, οὐκ ἐφρόντιζε τούτου· τὸν γὰρ λόγον ἔδει κατασπαρῆναι· διὰ τοῦτο καὶ αὐτὸς αὐτὸν περιέτεμεν. Ὅρα καὶ ἐνταῦθα ἀπὸ ἐναντιώσεως μέγα τι γενόμενον ἀγαθόν. Καὶ ἐπερίσσευον τῷ ἀριθμῷ, φησίν. Ὁρᾷς, ὅτι οὐ μόνον οὐδὲν ἔβλαψε περιτομὴ, ἀλλὰ καὶ τὰ μέγιστα ὠφέλησεν; Ὡς δὲ τὸ ὅραμα εἶδεν, εὐθέως, φησὶν, ἐζητήσαμεν ἐξελθεῖν εἰς τὴν Μακεδονίαν, συμβιβάζοντες ὅτι προσκέκληται ἡμᾶς ὁ Κύριος. Ὅρα, οὐκέτι δι' ἀγγέλου καθάπερ Φιλίππῳ, καθάπερ Κορνηλίῳ· ἀλλὰ τί; ∆ι' ὁράματος φαίνεται αὐτῷ λοιπὸν ἀνθρωπινώτερον, οὐκέτι θειότερον. Ἔνθα μὲν γὰρ εὐκολώτερον τὸ πεισθῆναι, ἀνθρωπινώτερον· ἔνθα δὲ πολλὴ ἡ βία, θειότερον. Ὅπου μὲν γὰρ κηρῦξαι ἠπείγετο μόνον, εἰς τοῦτο ὄναρ φαίνεται αὐτῷ· ὅπου δὲ μὴ κηρῦξαι οὐκ ἠνείχετο, εἰς τοῦτο Πνεῦμα ἅγιον ἀποκαλύπτει. Οὕτω καὶ ἐκεῖ τῷ Πέτρῳ· Ἀναστὰς κατάβηθι. Οὐ γὰρ δὴ καὶ τὰ εὔκολα εἰργάζετο τὸ Πνεῦμα, ἀλλ' ἤρκει καὶ ὄναρ αὐτῷ. Καὶ τῷ Ἰωσὴφ δὲ ῥᾳδίως πειθομένῳ ὄναρ φαίνεται, τοῖς δὲ ἄλλοις ὕπαρ. Οὕτω καὶ Κορνηλίῳ, καὶ αὐτῷ τούτῳ. Καὶ ἰδοὺ, φησὶν, ἀνὴρ Μακεδὼν ἑστὼς, παρακαλῶν καὶ λέγων. Οὐκ εἶπεν, Ἐπιτάττων, ἀλλὰ Παρακαλῶν· τουτέστιν, ὑπὲρ αὐτῶν τῶν δεομένων τῆς θεραπείας. Τί ἐστι, Συμβιβάζοντες; Στοχαζόμενοι, φησί. Τῷ τε γὰρ Παῦλον ἰδεῖν καὶ μηδένα ἕτερον, καὶ 60.250 τῷ κωλυθῆναι ὑπὸ τοῦ Πνεύματος, καὶ τῷ πρὸς τοῖς ὅροις εἶναι, ἀπὸ τούτων ἁπάντων ταῦτα συνῆγον. Ἄλλως δὲ καὶ ὁ πλοῦς τοῦτο ἐνέφαινεν· οὐ γὰρ ἐγένετο χρόνος πολὺς, ὅθεν εἰς αὐτὴν τὴν ῥίζαν τῆς Μακεδονίας παραγίνονται. Ὥστε ὁ παροξυσμὸς συμφερόντως οἰκονομεῖται γενέσθαι. Οὐκ ἂν γὰρ ἐνήργησε τὸ Πνεῦμα τὸ ἅγιον, οὐκ ἂν τὸν λόγον Μακεδονία ἐδέξατο. Ἡ δὲ τοσαύτη προκοπὴ σημεῖον τοῦ μὴ εἶναί τι ἀνθρώπινον τὸ γεγονός. Καίτοι οὐκ ἔφη, ὅτι Βαρνάβας παρωξύνθη· ἀλλὰ, Μεταξὺ αὐτῶν παροξυσμὸς ἐγένετο. Εἰ οὗτος οὐ παρωξύνθη, οὐδὲ ἐκεῖνος. εʹ. Ταῦτα εἰδότες, μὴ ἁπλῶς δὴ αὐτὰ ἐκλέγωμεν, ἀλλὰ μανθάνωμεν καὶ παιδευώμεθα· οὐ γὰρ εἰκῇ γέγραπται. Μέγα κακὸν ἀγνοεῖν Γραφάς· ἀφ' ὧν ὠφελεῖσθαι δεῖ, ἀπὸ τούτων