190
ἀλόγων καὶ τῶν δορκάδων ἐκεῖνοι, τοῦτο ἐπὶ τῶν ὀρνίθων οὗτοι· καὶ οὗτοι δὲ πάλιν ἀπὸ φιλοσοφίας ἀνθρωπίνης. Ταῦτα ἡμᾶς καταδικάσαι ἔχει, ταῦτα ἡμᾶς ἑλεῖν. Εἴπω καὶ ἕτερον, ἵππους ἀγρίους καὶ ἀνημέρους λαβόντες, λακτίζοντας καὶ δάκνοντας, ἐν βραχεῖ χρόνῳ οὕτω παιδεύουσιν οἱ ἔμπειροι, ὡς τὸν ἐπιβάτην τρυφᾷν τὸν ἐπικαθήμενον τῷ τῆς βαδίσεως εὐτάκτῳ· τῆς δὲ ψυχῆς ἄτακτα βαδιζούσης οὐδεὶς ἐπιμελεῖται, ἀλλὰ καὶ πηδᾷ καὶ λακτίζει καὶ σύρεται χαμαὶ καθάπερ παιδίον, καὶ ἀσχημονεῖ μυρία, καὶ οὐδεὶς αὐτῇ ψαλίδας περιτίθησιν οὐδὲ ποδόστροφα οὐδὲ χαλινοὺς, οὐδ' ἐπικαθίζει τὸν ἔμπειρον ἐπιβάτην, τὸν Χριστὸν λέγω. ∆ιά τοι τοῦτο πάντα ἄνω καὶ κάτω γέγονεν. Ὅταν γὰρ καὶ γαστρὸς κρατεῖν κύνας παιδεύῃς, καὶ θυμὸν ἐν λέοντι δαμάζῃς, καὶ ἀταξίαν ἐν ἵπποις, καὶ εὐγλωττίαν ἐν ὄρνισι, πῶς οὐκ ἄτοπον ἐν μὲν ἀλόγοις φύσεσι λογικὰ ἐντιθέναι κατορθώματα, ἐν δὲ λογικαῖς τὰ τῶν ἀλόγων ἐπεισάγειν πάθη; Οὐκ ἔστιν ἡμῖν, οὐκ ἔστι συγγνώμη. Πάντες ἡμῶν κατηγορήσουσιν οἱ κατωρθωκότες, καὶ πιστοὶ καὶ ἄπιστοι· καὶ γὰρ καὶ ἄπιστοι κατώρθωσαν, καὶ θηρία καὶ κύνες, οὐκ ἄνθρωποι μόνον· καὶ ἡμεῖς ἡμῶν αὐτῶν 60.252 κατηγορήσομεν, ὅταν μὲν βουλώμεθα, κατορθοῦντες, ὅταν δὲ ῥᾳθυμῶμεν, ὑποσυρόμενοι. Καὶ γὰρ τῶν ἐν σφοδρᾷ κακίᾳ ὄντων πολλοὶ πολλάκις θελήσαντες μετεβάλοντο. Τὸ δὲ αἴτιον, ὅπερ ἔφην, ὅτι περιερχόμεθα τὰ ἑτέρων συμφέροντα ζητοῦντες, οὐ τὰ ἡμέτερα. Ἂν οἰκίαν οἰκοδομήσῃς λαμπρὰν, τὸ τῆς οἰκίας συμφέρον εἶδες, οὐ τὸ σόν· ἂν ἱμάτιον λάβῃς καλὸν, τὸ τοῦ σώματος, οὐ τὸ σόν· ἂν ἵππον καλὸν, ὡσαύτως. Οὐδεὶς ὅπως ἔσται ψυχὴ καλὴ σκοπεῖ· καίτοι ταύτης οὔσης καλῆς, οὐδενὸς ἐκείνων δεῖ· οὐκ οὔσης δὲ, οὐδὲν ἐξ ἐκείνων ὄφελος. Καθάπερ γὰρ ἐπὶ νύμφης, κἂν παστάδες ὦσιν ἐκ παραπετασμάτων χρυσῶν κἂν χοροὶ ὦσι γυναικῶν εὐειδεστάτων καὶ καλῶν, κἂν ῥόδα κἂν στέμματα, κἂν ὁ νυμφίος καλὸς ᾖ, κἂν αἱ θεράπαιναι κἂν αἱ φίλαι κἂν πάντες εὐπρεπεῖς ὦσιν, ἐκείνη δὲ ἀμορφίας ᾖ, μεστὴ, ὄφελος οὐδέν· ὥσπερ οὖν οὐδὲ καλῆς οὔσης βλάβος τι γένοιτ' ἂν ἀπὸ τούτων, ἀλλὰ καὶ τοὐναντίον. Ἀπὸ μὲν γὰρ ἐκείνων ἀμόρφου οὔσης, ἀμορφοτέρα ἂν φανείη· ἀπὸ δὲ τούτων ὡραιοτέρα ἂν γένοιτο. Οὕτω δὴ καὶ ψυχὴ, ὅταν ᾖ καλὴ, οὐ μόνον οὐδενὸς δεῖται τούτων, ἀλλὰ καὶ συσκιάζει τὸ κάλλος αὐτῆς. Τὸν γὰρ φιλόσοφον οὐχ οὕτως ἐν πλούτῳ, ὡς ἐν πενίᾳ ὀψόμεθα λάμποντα. Ἐκεῖ μὲν γὰρ τοῖς χρήμασι τοῦτο πολλοὶ λογιοῦνται, καὶ τῷ μὴ ἐνδεᾶ χρημάτων εἶναι· ὅταν δὲ πενίᾳ συζῇ, καὶ διὰ πάντων λάμπῃ, καὶ μηδὲν αἰσχρὸν ἀναγκάζηται ποιεῖν, οὐκ ἔτι ἄλλος τις διανέμεται πρὸς αὐτὸν τὸν ἐπὶ τῇ φιλοσοφίᾳ στέφανον. Ταύτην οὖν καλλωπίζωμεν, εἴ γε βουλοίμεθα πλουτεῖν. Τί τὸ ὄφελος, ὅταν αἱ μὲν ἡμίονοι λευκαὶ ὦσι καὶ σφριγῶσαι καὶ εὐσωματοῦσαι, σὺ δὲ ὁ καθήμενος λεπτὸς καὶ ψωραλέος καὶ δυσειδής; τί δαὶ τὸ κέρδος, ὅταν τὰ μὲν στρώματα ἁπαλὰ καὶ καλὰ ᾖ, καὶ πολλῆς ποικιλίας γέμοντα καὶ τέχνης, ἡ δὲ ψυχὴ ῥάκια περιβεβλημένη ᾖ καὶ γυμνὴ καὶ αἰσχρά; τί τὸ κέρδος, ὅταν ὁ μὲν ἵππος εὔτακτα βαδίζῃ, καὶ χορεύοντι μᾶλλον ἐοικὼς ἢ βαδίζοντι, καὶ μετὰ τῆς χορείας κόσμῳ κεκοσμημένος ᾖ νυμφικῷ· ὁ δὲ ἐπικαθήμενος τῶν χωλῶν μᾶλλον ἀσκωλιάζῃ, καὶ τῶν μεθυόντων καὶ τῶν μαινομένων μᾶλλον διεστραμμένος ᾖ καὶ χεῖρας καὶ πόδας; Εἰπὲ δή μοι, εἴ τίς σοι ἵππον ἐδίδου καλὸν, καὶ τὸ σῶμα διέστρεφε, τί τὸ ὄφελος; Νῦν ψυχὴν διεστραμμένην ἔχεις, καὶ οὐδέν σοι μέλει; Φροντίσωμεν ἡμῶν αὐτῶν ποτε, παρακαλῶ. Μὴ δὴ πάντων ἀτιμοτέρους ἡμᾶς αὐτοὺς καταστήσομεν. Κἂν μὲν ῥήμασί τις ὑβρίζῃ, δακνόμεθα καὶ ἀλγοῦμεν· πράγμασι δὲ ἑαυτοὺς ὑβρίζοντες, οὐκ ἐπιστρεφόμεθα. Ἀνανήψωμεν ὀψὲ γοῦν ποτε, ἵνα δυνηθῶμεν, καὶ τῆς ψυχῆς πολλὴν τὴν ἐπιμέλειαν ποιούμενοι, καὶ τῆς ἀρετῆς ἐπιλαβόμενοι, τῶν αἰωνίων τυχεῖν ἀγαθῶν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.