192
ἄρχοντας, καὶ προσαγαγόντες αὐτοὺς τοῖς στρατηγοῖς, εἶπον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν, Ἰουδαῖοι ὑπάρχοντες, καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσι. Πανταχοῦ τὰ χρήματα αἴτια τῶν κακῶν. Ὢ τῆς 60.254 ὠμότητος τῆς Ἑλληνικῆς! ἐβούλοντο δαιμονᾷν τὸ κοράσιον, ὥστε χρηματίζεσθαι. Ἐπιλαβόμενοι, φησὶ, τὸν Παῦλον καὶ τὸν Σίλαν, ἔλεγον· Οὗτοι οἱ ἄνθρωποι ἐκταράσσουσιν ἡμῶν τὴν πόλιν. Τί ποιήσαντες; διὰ τί οὖν μὴ πρὸ τούτου εἱλκύσατε; Ἰουδαῖοι, φησὶν, ὑπάρχοντες· οὕτω τὸ ὄνομα διεβέβλητο. Καὶ καταγγέλλουσιν ἔθη, ἃ οὐκ ἔξεστιν ἡμῖν παραδέχεσθαι οὐδὲ ποιεῖν Ῥωμαίοις οὖσιν. Εἰς καθοσίωσιν τὸ πρᾶγμα ἤγαγον. Καὶ συνεπέστη ὁ ὄχλος κατ' αὐτῶν. Ὢ τῆς ἀλογίας! οὐκ ἐξήτασαν, οὐ μετέδωκαν λόγου· καίτοι τοιούτου θαύματος γενομένου δέον προσκυνῆσαι, δέον ὡς σωτῆρας καὶ εὐεργέτας ἔχειν. Εἰ γὰρ χρήματα ἐβούλεσθε, διὰ τί τοιοῦτον πλοῦτον εὑρόντες, μὴ ἐπεδράμετε; Τοῦτο λαμπροτέρους ποιεῖ, τὸ δύνασθαι δαίμονας ἀπελαύνειν, ἢ τὸ αὐτοῖς πείθεσθαι. Ἰδοὺ καὶ σημεῖα, καὶ ἡ φιλοχρηματία πλέον ἴσχυσε. Καὶ οἱ στρατηγοὶ, περιῤῥήξαντες τὰ ἱμάτια αὐτῶν, ἐκέλευον ῥαβδίζειν· πολλάς τε ἐπιθέντες αὐτοῖς πληγὰς, ἔβαλον εἰς φυλακὴν, παραγγείλαντες τῷ δεσμοφύλακι ἀσφαλῶς τηρεῖν αὐτούς. Ὁ μὲν οὖν Παῦλος τὸ πᾶν εἰργάσατο, καὶ τὰ θαύματα καὶ τὴν διδασκαλίαν· τῶν δὲ κινδύνων καὶ ὁ Σίλας κοινωνεῖ. Τί ἐστι, ∆ιαπονηθεὶς δὲ ὁ Παῦλος; Τὴν κακουργίαν, φησὶν, ἰδὼν τοῦ δαίμονος, καθὼς αὐτὸς ἀλλαχοῦ λέγει· Οὐ γὰρ αὐτοῦ τὰ νοήματα ἀγνοοῦμεν. ∆ιὰ τί μὴ εἶπον, ὅτι Τὸν δαίμονα ἐξέβαλον, ὅτι εἰς Θεὸν ἠσέβησαν, ἀλλ' ἐπὶ καθοσίωσιν τρέπονται; Ἧττα αὐτοῖς τοῦτο ἦν. Οὕτω καὶ ἐπὶ τοῦ Χριστοῦ ἔλεγον· Οὐκ ἔχομεν βασιλέα, εἰ μὴ Καίσαρα. Πᾶς ὁ ἑαυτὸν ποιῶν βασιλέα, ἀντιλέγει τῷ Καίσαρι. Καὶ ἔβαλον αὐτοὺς, φησὶν, εἰς φυλακήν. Πολὺς ὁ θυμός. Ὃς παραγγελίαν τοιαύτην εἰληφὼς, ἔβαλεν αὐτοὺς εἰς τὴν ἐσωτέραν φυλακὴν, καὶ τοὺς πόδας αὐτῶν ἠσφαλίσατο εἰς τὸ ξύλον. Ὅρα, κἀκεῖνος πάλιν εἰς τὴν ἐσωτέραν φυλακὴν αὐτοὺς ἐνέβαλε, καὶ τοῦτο οἰκονομικῶς. Ἐπειδὴ γὰρ θαῦμα ἔμελλε γίνεσθαι μέγα, ἐπιτήδειος ὁ τόπος πρὸς τὴν ἀκρόασιν ὁ ἔξω τῆς πόλεως κρίνεται, πειρασμῶν ἀπηλλαγμένος καὶ κινδύνων. Ὅρα πῶς οὐκ αἰσχύνεται τὰ ἐπιτηδεύματα καταλέγειν ὁ τὴν ἱστορίαν γράφων. Ἅτε δὴ καὶ ἀργίας οὔσης, μᾶλλον προσεῖχον τοῖς λεγομένοις· καὶ οὐδὲ ἡ πόλις αὕτη μεγάλη ἡ τῶν Φιλιππησίων. Ταῦτα δὴ μαθόντες καὶ ἡμεῖς, μηδένα ἐπαισχυνώμεθα. Παρὰ βυρσεῖ μένει Πέτρος, παρὰ πορφυροπώλιδι Παῦλος. Ποῦ ὁ τῦφος; Ἄρα τοῦ Θεοῦ δεόμεθα, ὥστε ἀνοίξαι καρδίαν· ὁ Θεὸς δὲ ἀνοίγει καρδίας τὰς βουλομένας· ἔστι γὰρ καὶ πεπηρωμένας ἰδεῖν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Γυνὴ, φησὶ, πορφυρόπωλις, ἧς ὁ Κύριος ἤνοιξε τὴν καρδίαν, προσέχειν τοῖς λαλουμένοις ὑπὸ τοῦ Παύλου. Τὸ μὲν οὖν ἀνοῖξαι, τοῦ Θεοῦ· τὸ δὲ προσέχειν, αὐτῆς· ὥστε καὶ θεῖον καὶ ἀνθρώπινον ἦν. Ὡς δὲ ἐβαπτίσθη, φησὶ, παρεκάλεσε λέγουσα· Εἰ κεκρίκατέ με. Ὅρα, καὶ βαπτίζεται, καὶ δέχεται τοὺς ἀποστόλους μετὰ τοσαύτης ἱκετηρίας, μετὰ πλείονος ἢ ὁ Ἀβραάμ. Καὶ οὐκ εἶπεν οὐδὲν ἄλλο τεκμήριον, ἀλλ' ἐκεῖνο, ἀφ' οὗ ἐσώθη· οὐκ εἶπεν, εἰ μεγάλην γυναῖκα, εἰ εὐλαβῆ κεκρίκατέ με· ἀλλὰ τί; Πιστὴν τῷ Κυρίῳ· εἰ τῷ Κυρίῳ, πολλῷ μᾶλλον ὑμῖν, εἰ μὴ ἀμφισβητεῖτε. Καὶ οὐκ εἶπε, Παρ' ἐμοὶ, ἀλλ' Εἰς τὸν οἶκόν μου μείνατε, ὥστε δεῖξαι, ὅτι μετὰ πολλῆς τοῦτο ἐποίει προθυμίας. Ὄντως πιστὴ ἡ γυνή. Εἰπὲ δή μοι, τίς οὗτός ἐστιν ὁ δαίμων; Θεὸς, φησὶ, πύθων· ἀπὸ τοῦ τόπου οὕτω λέγεται. Ὁρᾷς, ὅτι 60.255 καὶ ὁ Ἀπόλλων δαίμων ἐστί; Καὶ ἐπεὶ ἐβούλετο εἰς πειρασμοὺς αὐτοὺς ἐμβαλεῖν, ὥστε μᾶλλον παροξῦναι, παρώρμησε λέγειν. βʹ. Ὦ μιαρὲ καὶ παμμίαρε· εἰ τοίνυν οἶδας, ὅτι ὁδὸν σωτηρίας καταγγέλλουσι, τί μὴ ἐξίστασαι ἑκών; Ἀλλ' ὅπερ Σίμων ἐβούλετο λέγων· ∆ότε μοι, ἵνα ᾧ ἐὰν ἐπιθῶ τὰς χεῖρας, λαμβάνῃ Πνεῦμα ἅγιον· τοῦτο καὶ οὗτος ἐποίει· ἐπειδὴ εἶδεν εὐδοκιμοῦντας, καὶ ὧδε ὑποκρίνεται, ταύτῃ προσεδόκησεν ἑαυτὸν ἀφίεσθαι ἐν τῷ σώματι, εἰ τὰ αὐτὰ κηρύξειεν. Εἰ δὲ