1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

194

δίκην συρόμενος; γʹ. Οὐ περὶ τῶν φύσει ὄντων τοῦτο λέγω, ἀλλὰ περὶ τῶν ἐκ τῆς τρυφῆς τοιαῦτα κατασκευασάντων τὰ σώματα, περὶ τῶν λεπτῶν κατὰ φύσιν. Ἀνέτειλεν ὁ ἥλιος, λαμπρὰς ἀφῆκε πανταχοῦ τὰς ἀκτῖνας, ἤγειρεν ἕκαστον ἐπὶ τὰ ἔργα· ὁ γεωργὸς τὴν δίκελλαν λαβὼν ἔξεισιν, ὁ χαλκοτύπος τὴν σφῦραν, καὶ τὸ κατάλληλον ἕκαστος τῶν δημιουργῶν, καὶ εὑρήσεις ἕκαστον τὰ οἰκεῖα ὄργανα μεταχειριζόμενον· ἡ γυνὴ ἠλακάτην ἢ τὰ ὑφάσματα· αὐτὸς δὲ καθάπερ ὁ χοῖρος εὐθέως ἀπὸ πρωῒ ἐπὶ βοσκὴν ἔξεισι τῆς γαστρὸς, ζητῶν πῶς τράπεζαν πολυτελῆ κατασκευάσει. Καίτοι τῶν ἀλόγων ἐστὶ μόνον ἀπὸ πρωῒ τρέφεσθαι, ἐπειδὴ πρὸς οὐδέν ἐστι χρήσιμα, ἀλλὰ πρὸς τὸ σφάζεσθαι. Τὰ δὲ νωτοφόρα αὐτῶν καὶ ἐργασίαν ἀναδεχόμενα καὶ αὐτὰ ἀπὸ νυκτῶν ἐπὶ τὸ ἔργον ἔξεισιν. Οὗτος δὲ ἀπὸ τῆς εὐνῆς ἀναστὰς, τοῦ ἡλίου τὴν ἀγορὰν ἐμπλήσαντος, καὶ πάντων κορεσθέντων τῆς οἰκείας ἐργασίας, ἀνίσταται διατεινόμενος, καθάπερ ὄντως ὗς πιαινόμενος, τὸ κάλλιστον τῆς ἡμέρας ἐν σκότει καταναλώσας. Εἶτα κάθηται πολὺν ἐπὶ τῆς εὐνῆς καιρὸν, πολλάκις οὐδὲ ἀνενεγκεῖν δυνάμενος ἀπὸ τῆς ἑσπερινῆς μέθης, καταναλώσας τὸν πλείονα καιρὸν ἐν τούτοις. Εἶτα καλλωπίζει ἑαυτὸν, καὶ πρόεισιν ἀσχημοσύνης θέατρον, οὐδὲν ἔχων ἀνθρώπου, ἀλλὰ πάντα θηρίου ἀνθρωπομόρφου· οἱ ὀφθαλμοὶ δίυγροι, οἴνου τὸ στόμα ἀπόζον, ἡ ταλαίπωρος ψυχὴ καθάπερ ἐπὶ κλίνης βεβλημένη ὑπὸ τῆς ἀμέτρως ἐγχεομένης ἑωλοκρασίας, τὸ μέγεθος τῶν σαρκῶν περιφέρουσα καθάπερ ἐλέφας. Εἶτα ἐλθὼν κάθηται ἐν τόποις, καὶ λέγει τοιαῦτα καὶ ποιεῖ, ὡς βέλτιον εἶναι ἔτι καθεύδειν αὐτὸν ἢ ἐγρηγορέναι. Ἂν δεινὰ ἐπαγγελθῇ, παντὸς κορασίου μαλακώτερος γίνεται· ἂν χρηστὰ, παντὸς παιδίου χαυνότερος· χάσμης αὐτῷ ἡ ὄψις γέμει. Πᾶσι πρόκειται τοῖς βουλομένοις κακῶς ποιεῖν, εἰ καὶ μὴ τοῖς ἀνθρώποις, ἀλλὰ τοῖς πάθεσι· καὶ θυμὸς τὸν τοιοῦτον ἐγείρει ῥᾳδίως, καὶ ἐπιθυμία, καὶ βασκανία, καὶ πάντα. Πάντες κολακεύουσι, πάντες θεραπεύουσι, μαλακωτέραν ἤ ἐστιν ἐργαζόμενοι τὴν 60.257 ψυχήν· καὶ καθ' ἑκάστην ἡμέραν πρόεισι, πολύ τι τῆς νόσου προσλαμβάνων. Ἂν εἰς πραγμάτων ἐμπέσῃ περίστασιν, τέφρα καὶ κόνις γίνεται, καὶ οὐδὲν αὐτῷ τὰ σηρικὰ ἱμάτια συμβάλλεται. Ταῦτα ἡμῖν οὐχ ἁπλῶς εἴρηται, ἀλλ' ἵνα παιδεύσωμεν μηδένα ἀργῶς ζῇν μηδὲ εἰκῇ. Ἡ γὰρ ἀργία καὶ ἡ τρυφὴ πρὸς ἐργασίαν ἀνεπιτήδειον, πρὸς δόξαν μόνον, πρὸς ἡδονήν. Πῶς πάντες τὸν τοιοῦτον οὐ καταγνώσονται, καὶ οἰκεῖοι καὶ φίλοι καὶ συγγενεῖς; τίς δὲ οὐ δικαίως ἐρεῖ, ἄχθος οὗτος ἀρούρας, εἰκῇ παρῆλθεν εἰς τὸν κόσμον ὁ τοιοῦτος· μᾶλλον δὲ οὐκ εἰκῇ, ἀλλὰ καὶ ἐπὶ κακῷ τῆς ἑαυτοῦ κεφαλῆς, ἐπὶ λύμῃ ἰδίᾳ, ἐπὶ βλάβῃ ἑτέρων; Τί οὖν ἥδιον αὐτῇ, ἴδωμεν· τοῦτο γάρ ἐστι τὸ ζητούμενον, σχολὴ καὶ ἀπραξία. Καὶ τί ἀηδέστερον γένοιτ' ἂν ἀνθρώπου οὐδὲν ἔχοντος ποιεῖν; τί μοχθηρότερον, τί ταλαιπωρότερον; μυρίων οὐ χεῖρον τοῦτο δεσμῶν, χασμᾶσθαι καὶ κεχηνέναι διαπαντὸς ἐπὶ τῆς ἀγορᾶς καθήμενον ὁρῶντα τοὺς παριόντας; Ἡ γὰρ ψυχὴ φύσιν ἔχουσα τοῦ κινεῖσθαι διαπαντὸς, οὐκ ἀνέχεται ἠρεμεῖν. Ἔμπρακτον τὸ ζῶον τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ κατὰ φύσιν αὐτῷ ἐστι τὸ ἐργάζεσθαι, παρὰ φύσιν δὲ τὸ ἀργεῖν. Μὴ ἀπὸ τῶν νοσούντων τὰ πράγματα δοκιμάζωμεν, ἀλλὰ τοῦ πράγματος πεῖραν λάβωμεν. Οὐδὲν σχολῆς μοχθηρότερον, οὐδὲν ἀργίας· ∆ιὰ τοῦτο εἰς ἀνάγκην ἡμᾶς κατέστησεν ἐργασίας ὁ 60.258 Θεός. Πάντα γὰρ ἡ ἀργία βλάπτει, καὶ τὰ μέλη τοῦ σώματος αὐτὰ βλάπτει πως ἡ ἀργία. Καὶ γὰρ καὶ ὀφθαλμὸς εἰ μὴ ἐργάζοιτο τὸ αὐτοῦ, καὶ στόμα, καὶ γαστὴρ καὶ πᾶν, ὅ τι ἂν εἴποι τις τῶν μελῶν, εἰς νόσον ἐμπίπτει τὴν ἐσχάτην· οὐδὲν δὲ οὕτως, ὡς ἡ ψυχή. Ὥσπερ δὲ ἀργία κακὸν, οὕτω καὶ ἐργασία ἡ μὴ προσήκουσα. Καθάπερ γὰρ εἴ τις μὴ ἐσθίει, εἰς τοὺς ὀδόντας βλάπτεται, κἂν ἐσθίῃ τὰ μὴ προσήκοντα, ποιεῖ αὐτοὺς αἱμωδιᾷν· οὕτω δὴ καὶ ἐνταῦθα, ἄν τε μὴ ἐργάζηται, ἄν τε ἐργάζηται τὰ μὴ προσήκοντα, τὴν οἰκείαν ἀπόλλυσιν ἰσχύν. Οὐκοῦν ἀμφότερα φεύγειν σπουδάζωμεν, καὶ ἀργίαν καὶ ἐργασίαν ἀργίας χαλεπωτέραν. Ποία δὲ αὕτη ἐστί; Πλεονεξίαι, θυμὸς, βασκανίαι, τὰ λοιπὰ τῶν παθῶν. Ἐν τούτοις