1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

197

ὠφεληθείσης· ἔδει γὰρ μὴ παραμένειν λοιπόν. Τὸ γὰρ θαῦμα μεῖζον φαίνεται, τῶν ἐργασαμένων ἀποδημησάντων αὐτὸ μᾶλλον βοῶν· ἡ γὰρ τοῦ δεσμοφύλακος πίστις ἀντὶ φωνῆς ἦν. Τί τούτου ἴσον; ∆εσμεῖται καὶ λύει δεδεμένος, λύει διπλοῦν δεσμόν· τὸν δήσαντα ἔλυσε διὰ τοῦ δεθῆναι. Ὄντως ταῦτα χάριτος ἔργα. Νῦν οὖν, φησὶν, ἐξελθόντες, πορεύεσθε ἐν εἰρήνῃ· τουτέστι, μετὰ ἀσφαλείας, μηδὲν δεδοικότες. Ἄλλως δὲ καὶ τοῦτον ἔξω κινδύνου βούλονται γενέσθαι, ἵνα μὴ μετὰ ταῦτα ἐγκαλῆται. Καὶ οὐ λέγουσι, ∆είραντες ἡμᾶς ἔβαλον εἰς φυλακὴν, θαύματα ἐργασαμένους· οὐδὲ γὰρ τούτοις προσεῖχον· ἀλλ' ὃ μάλιστα αὐτῶν σεῖσαι τὴν διάνοιαν ἐδύνατο, Ἀκατακρίτους, φησὶ, καὶ Ῥωμαίους ὑπάρχοντας. Τούτου μνημονεύωμεν τοῦ δεσμώτου διαπαντὸς, μὴ τοῦ θαύματος. Τί ἐροῦσιν Ἕλληνες, πῶς δεσμώτης ὢν τὸν δεσμοφύλακα ἔπεισε; Καὶ τίνα, φησὶ, πεισθῆναι ἐχρῆν, ἢ μιαρὸν ἄνθρωπον καὶ ταλαίπωρον καὶ οὐκ ἔχοντα νοῦν, μυρίων γέμοντα κακῶν καὶ εὐπαράγωγον; Ἔτι καὶ ταῦτα προφέρουσι· Τίς γὰρ, ἢ βυρσεὺς, πορφυρόπωλις, εὐνοῦχος, δεσμοφύλαξ, δοῦλοι καὶ γυναῖκες ἐπίστευσαν; Τί οὖν εἰπεῖν δυνήσονται, ὅταν καὶ τοὺς ἐν ἀξιώμασι παραγάγωμεν, τὸν ἑκατόνταρχον, τὸν ἀνθύπατον, τοὺς ἐξ ἐκείνου μέχρι τοῦ νῦν, αὐτοὺς τοὺς κρατοῦντας, τοὺς βασιλεῖς; Ἐγὼ δὲ ἕτερον λέγω τούτου μεῖζον· αὐτοὺς τοὺς εὐτελεῖς ἴδωμεν. Καὶ ποῦ τὸ θαυμαστὸν, φησί; Τοῦτο μὲν οὖν θαυμαστόν· ἂν μὲν γὰρ πεισθῇ τις περὶ τῶν τυχόντων, οὐδὲν θαυμαστόν· ὅταν δὲ περὶ ἀναστάσεως, περὶ βασιλείας οὐρανῶν, περὶ βίου φιλοσόφου ἀνδράσιν εὐτελέσι διαλέγηται καὶ πείθῃ, θαυμαστότερον ἔσται, ἢ εἰ σοφοὺς ἔπειθεν. Ὅταν γὰρ μὴ ᾖ κίνδυνος, καὶ πείθῃ τις, καλῶς τὴν ἄνοιαν εἰς μέσον φέρουσιν· ὅταν δὲ λέγῃ τῷ δούλῳ κατὰ σὲ, ὅτι, Ἂν πεισθῇς ἐμοὶ, κινδυνεύεις, πάντας ἕξεις πολεμίους, δεῖ σε ἀποθανεῖν, μυρία παθεῖν κακὰ, εἶτα οὕτως ἕλῃ τὴν ψυχὴν ἐκείνου, οὐκ ἔτι τοῦτο ἀνοίας. Εἰ μὲν γὰρ τὰ δόγματα ἡδονὴν εἶχεν, εἰκότως ἄν τις τοῦτο εἶπεν· εἰ δὲ, ὅπερ οὐκ ἂν εἵλοντο φιλόσοφοι μαθεῖν, τοῦτο ὁ δοῦλος μανθάνει μεῖζον τὸ θαῦμα. Καὶ εἰ βούλεσθε, τὸν βυρσοδέψην αὐτὸν εἰς μέσον ἐνέγκωμεν, καὶ ἴδωμεν τί αὐτῷ διελέγετο ὁ Πέτρος· ἢ εἰ θέλεις αὐτὸν τοῦτον τὸν δεσμοφύλακα. Τί οὖν αὐτῷ εἶπεν ὁ Παῦλος; Ὅτι ὁ Χριστὸς ἀνέστη, φησὶν, ὅτι ἀνάστασίς ἐστι νεκρῶν, ὅτι βασιλεία· καὶ ἔπεισεν εὐκόλως εὐπαράγωγον ὄντα. Τί οὖν; περὶ βίου οὐδὲν εἶπεν, ὅτι σωφρονεῖν δεῖ, ὅτι χρημάτων κρατεῖν, ὅτι μὴ εἶναι ὠμὸν, ὅτι τὰ αὑτοῦ διδόναι ἑτέροις; Οὐ γὰρ δὴ καὶ τὸ ταῦτα πεισθῆναι ἀνοίας ἦν, ἀλλὰ καὶ μεγάλης ψυχῆς. Ἔστω γὰρ τὰ δόγματα ὑπὸ ἀνοίας μᾶλλον αὐτοὺς παραδέχεσθαι· τὸ βίον οὕτω φιλόσοφον καταδέχεσθαι, ποίας ἀνοίας ἦν! Ὥστε ὅσῳ ἂν ἀνόητος ᾖ ὁ πειθόμενος, πείθηται δὲ ταῦτα, ἃ μηδὲ φιλόσοφοι πεῖσαι ἴσχυσαν τοὺς φιλοσόφους, μεῖζον τὸ θαῦμα γίνεται, μάλιστα δὲ ὅταν καὶ γυναῖκες καὶ δοῦλοι πείθωνται, καὶ διὰ τῶν ἔργων ταῦτα ἐπιδείκνυνται, ἅπερ Πλάτωνες καὶ πάντες ἐκεῖνοι οὐδένα πεῖσαι ἴσχυσαν. Καὶ τί λέγω, ὅτι οὐδένα; Οὐδὲ ἑαυτούς. Ὅτι γὰρ χρημάτων οὐ δεῖ καταφρονεῖν, Πλάτων ἔπεισε, τοσαύτην περιουσίαν καὶ πλῆθος χρημάτων καὶ δακτυλίους χρυσοῦς καὶ φιάλας περι 60.261 ποιησάμενος· ὅτι δὲ δόξης οὐ χρὴ καταφρονεῖν τῆς παρὰ τῶν πολλῶν, Σωκράτης αὐτοῖς, κἂν μυρία φιλοσοφῇ περὶ τούτου, δείκνυσι· πάντα γὰρ πρὸς δόξαν ὁρῶν ἐποίει. Καὶ εἴ γε τῶν ἐκείνου λόγων ἔμπειροι ἦτε, πολὺν ἂν τὸν ὑπὲρ τούτων ἐκίνησα λόγον, καὶ ἔδειξα πολλὴν παρ' αὐτοῖς τὴν εἰρωνείαν, εἴ γε οἷς ὁ μαθητὴς αὐτοῦ λέγει πείθεσθαι χρὴ, καὶ πῶς ἀπὸ κενοδοξίας πάντα αὐτῷ τὰ γράμματα τὴν ὑπόθεσιν ἔχει. Ἀλλ' ἐκείνους ἀφέντες, πρὸς ἡμᾶς αὐτοὺς διαλεχθῶμεν. Μετὰ γὰρ τῶν εἰρημένων, καὶ τοῦτο ἔστιν εἰπεῖν, ὅτι καὶ μετὰ κινδύνων ταῦτα ἐπείθοντο. Μὴ οὖν ἀναισχύντει, ἀλλ' ἐννοήσωμεν ἐκείνην τὴν νύκτα, τὸ ξύλον, τοὺς ὕμνους, καὶ τοῦτο ποιεῖν σπουδάζωμεν καὶ ἡμεῖς, καὶ ἀνοίξομεν ἡμῖν οὐχὶ δεσμωτήριον, ἀλλ' οὐρανόν. Ἂν εὐχώμεθα, καὶ τὸν οὐρανὸν ἀνοῖξαι δυνησόμεθα. Ἠλίας καὶ ἔκλεισε καὶ ἤνοιξε τὸν οὐρανὸν τῇ εὐχῇ. Ἔστι καὶ ἐν