198
οὐρανῷ δεσμωτήριον. Ὅσα ἂν, φησὶ, δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ. Εὐχώμεθα κατὰ νύκτα, καὶ λύσομεν ταῦτα τὰ δεσμά. Ὅτι γὰρ εὐχαὶ ἁμαρτήματα λύουσι, πειθέτω ἡμᾶς ἡ χήρα, πειθέτω ἡμᾶς ἐκεῖνος ὁ φίλος ὁ ἀωρὶ τῶν νυκτῶν ἐπιμένων καὶ κρούων, πειθέτω ἡμᾶς Κορνήλιος· Αἱ προσευχαί σου γὰρ, φησὶ, καὶ αἱ ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ· πειθέτω ἡμᾶς Παῦλος, λέγων· Ἡ δὲ ὄντως χήρα καὶ μεμονωμένη ἤλπικεν ἐπὶ τὸν Θεὸν καὶ προσμένει ταῖς δεήσεσι νυκτὸς καὶ ἡμέρας. Εἰ περὶ χήρας ἐκεῖνος δὲ ταῦτα λέγει, ἀσθενοῦς γυναικὸς, πολλῷ μᾶλλον περὶ ἀνδρῶν. Καὶ ἤδη διελέχθην ὑμῖν, καὶ νῦν ἐρῶ· ∆ιεγειρώμεθα τὴν νύκτα· κἂν μὴ πολλὰς εὐχὰς ποιῇς, μίαν ποίησον μετὰ νήψεως, καὶ ἀρκεῖ· οὐδὲν πλέον ἀπαιτῶ· κἂν μὴ μεσονύκτιον, πρὸς αὐτὸν γοῦν τὸν ὄρθρον. ∆εῖξον, ὅτι οὐ τοῦ σώματος μόνον ἐστὶν ἡ νὺξ, ἀλλὰ καὶ τῆς ψυχῆς· μὴ ἀνάσχῃ παρελθεῖν αὐτὴν ἀργῶς, ἀλλ' ἄμειψαι τὸν ∆εσπότην ἀμοιβὴν ταύτην· μᾶλλον δὲ καὶ αὐτὴ εἰς σὲ περιέρχεται. Εἰπὲ δή μοι, εἰ πράγματι περιπέσοιμεν χαλεπῷ, τίνα οὐκ ἀξιοῦμεν; κἂν ταχέως τῆς αἰτήσεως τύχωμεν, ἀναπνέομεν. Τίς σοι δῷ ἕτοιμον εἶναι τὸν ἀξιούμενον χάριν σοι ἔχειν ὅτι ἀξιοῖς; τίς σοι δῷ μὴ περιιέναι καὶ ζητεῖν τίνα ἀξιώσεις, ἀλλ' εὑρεῖν ἕτοιμον; μὴ ἑτέρων δεῖσθαι, ἵνα δι' ἐκείνων ἀξιώσῃς; Τί τούτου μεῖζον; Οὗτος γὰρ τότε μάλιστα ποιεῖ, ὅταν μὴ ἑτέρων δεηθῶμεν· καθάπερ φίλος γνήσιος τότε μάλιστα ἡμῖν ἐγκαλεῖ ὡς οὐ θαῤῥοῦσιν αὐτοῦ τῇ φιλίᾳ, ὅταν ἑτέρων πρὸς αὐτὸν δεηθῶμεν τῶν ἀξιούντων. Οὕτω καὶ ἡμεῖς ποιοῦμεν ἐπὶ τῶν ἡμᾶς ἀξιούντων· τότε μάλιστα αὐτοῖς χαριζόμεθα, ὅταν δι' ἑαυτῶν ἡμῖν, καὶ οὐ δι' ἑτέρων προσίωσι. Τί οὖν, φησὶν, ἂν προσκεκρουκὼς ὦ; Παῦσαι προσκρούων καὶ δάκρυσον, καὶ οὕτω πρόσελθε, καὶ ταχέως ἐπὶ τοῖς προτέροις αὐτὸν ἵλεων ποιήσεις. Εἰπὲ μόνον, ὅτι Προσέκρουσα· εἰπὲ ἐκ ψυχῆς καὶ γνησίας διανοίας, καὶ πάντα λέλυται. Οὐκ ἐπιθυμεῖς οὕ 60.262 τως ἀφεθῆναι σὺ τὰς ἁμαρτίας σου, ὡς αὐτὸς ἐπιθυμεῖ ἀφεῖναί σου τὰ ἁμαρτήματα. Ὅτι γὰρ οὐκ ἐπιθυμεῖς σὺ, ἐννόησον ὅτι οὐδὲ ἀγρυπνεῖν καταδέχῃ οὐδὲ χρήματα προΐεσαι· αὐτὸς δὲ, ἵνα ἀφῇ ἡμῶν τὰς ἁμαρτίας, τοῦ Μονογενοῦς οὐκ ἐφείσατο, τοῦ γνησίου Παιδὸς, τοῦ συνθρόνου. Ὁρᾷς, ὅτι αὐτὸς μᾶλλον ἐπιθυμεῖ ἀφεῖναί σοι τὰ ἁμαρτήματα; Μὴ δὴ ὀκνῶμεν, μηδὲ ἀναβαλλώμεθα. Φιλάνθρωπός ἐστι καὶ ἀγαθός· μόνον ἀφορμὴν αὐτῷ δῶμεν, καὶ τοῦτο, ἵνα ἡμεῖς μὴ ἄχρηστοι γενώμεθα, ἐπεὶ καὶ χωρὶς τούτου ἀπέλυσεν ἄν· ἀλλ' ὥσπερ ἡμεῖς ἐπὶ τῶν οἰκετῶν τῶν ἡμετέρων μυρία πλάττομεν καὶ συντίθεμεν· οὕτω καὶ αὐτὸς ἐπὶ τῆς ἡμετέρας σωτηρίας ποιεῖ. Προφθάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει, ὅτι χρηστός ἐστι καὶ ἐπιεικής. Ἐὰν δὲ μὴ ἐπικαλῇ ἐν ἀληθείᾳ, μηδὲ θέλῃς εἰπεῖν ἐκ καρδίας ὅτι Ἄφες, ἀλλ' ἀπὸ στόματος, τί ποιήσει αὐτός; Τί ἐστιν, ἐν ἀληθείᾳ καλεῖν; Μετὰ προαιρέσεως, μετὰ προθυμίας, μετὰ διανοίας εἰλικρινοῦς· οἷον ἐπὶ τῶν μύρων λέγουσιν, ἀληθινόν ἐστιν, οὐδὲν ἔχει νόθον· οὕτω καὶ ἐκεῖ. Ὁ ὄντως αὐτὸν καλῶν, καὶ ὁ ὄντως αὐτοῦ δεόμενος, προσεδρεύει διαπαντὸς, οὐκ ἀφίσταται ἕως ἂν λάβῃ· ὁ δὲ ἁπλῶς ἀφοσιούμενος, καὶ αὐτῷ τούτῳ νόμον πληρῶν, οὐκ ἐν ἀληθείᾳ καλεῖ. Πᾶς ὅστις ἂν ᾖς, μὴ λέγε, ὅτι Ἁμαρτωλός εἰμι, μόνον, ἀλλὰ καὶ σπούδαζε ἀπαλλάξαι σαυτὸν ταύτης τῆς δόξης· μὴ λέγε, ἀλλὰ καὶ ἄλγει. Εἰ ἀλγεῖς, σπουδάζεις· εἰ μὴ σπουδάζεις, οὐκ ἀλγεῖς· εἰ μὴ ἀλγεῖς, χλευάζεις. Τίς λέγων ὅτι Νοσῶ, οὐ πάντα ποιεῖ ὥστε ἀπαλλαγῆναι; Μέγα ὅπλον εὐχή. Εἰ ὑμεῖς οἴδατε, φησὶ, δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ Πατὴρ ὑμῶν; ∆ιὰ τί οὐ θέλεις προσελθεῖν; Φιλεῖ σε, δύναται πάντων πλέον· καὶ βούλεται καὶ δύναται, τί τὸ κωλύον; Οὐδέν. Οὐκοῦν προσίωμεν μετὰ πίστεως, προσίωμεν τὰ δῶρα προσφέροντες ἃ βούλεται, ἀμνησικακίαν, χρηστότητα, πραότητα· Κἂν ἁμαρτωλὸς ᾖς, μετὰ παῤῥησίας αὐτὸν ἀπαιτήσεις τὴν συγχώρησιν τῶν ἁμαρτημάτων, ἔχων δεῖξαι παρὰ σαυτῷ τοῦτο γεγενημένον· ἂν δὲ δίκαιος ᾖς, καὶ τοῦτο μὴ ἔχῃς τὸ ἀμνησικακεῖν, οὐδὲν ὤνησας. Οὐκ ἔστιν ἄνθρωπον ἀφέντα τῷ πλησίον, μὴ ἀκριβοῦς τυχεῖν τῆς ἀφέσεως·