200
πιστεύσαντες. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι, ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλθη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ Θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες τοὺς ὄχλους. Εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ὡς ἐπὶ τὴν θάλασσαν· ὑπέμενον δὲ ὅ τε Σίλας καὶ ὁ Τιμόθεος ἐκεῖ. Ὅρα αὐτὸν καὶ ὑποχωροῦντα καὶ ἐνιστάμενον, καὶ πολλὰ ἀνθρωπίνως ποιοῦντα. Οἱ δὲ καθιστῶντες τὸν Παῦλον, ἤγαγον αὐτὸν ἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸν Σίλαν καὶ Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Ἴδωμεν δὲ ἄνωθεν τὰ εἰρημένα. Ἐπὶ σάββατα τρία, φησὶ, διελέχθη αὐτοῖς, διανοίγων ἀπὸ 60.264 τῶν Γραφῶν. Καλῶς, ὅτε ἤργουν. Τοῦτο γὰρ καὶ ὁ Χριστὸς ἐποίει, ἄνω καὶ κάτω ἀπὸ τῶν Γραφῶν διαλεγόμενος, καὶ οὐ πανταχοῦ ἀπὸ τῶν σημείων. Ἐπειδὴ γὰρ πρὸς τοῦτον ἐναντίως εἶχον, καὶ ὡς πλάνον καὶ γόητα διέβαλλον, διὰ τοῦτο καὶ αὐτὸς ἀπὸ τῶν Γραφῶν διαλέγεται. Ὁ μὲν γὰρ ἀπὸ τῶν σημείων ἐπιχειρῶν μόνων πείθειν, εἰκότως ὑποπτεύεται· ὁ δὲ ἀπὸ τῶν Γραφῶν, πείθων, οὐκ ἔχει ταύτην τὴν ὑπόνοιαν. Καὶ πολλαχοῦ εὑρίσκομεν ἀπὸ διδασκαλίας αὐτὸν πείσαντα· καὶ ἐν Ἀντιοχείᾳ δὲ πᾶσα διδάσκοντι αὐτῷ συνήχθη ἡ πόλις· οὕτω μέγα τι καὶ τοῦτό ἐστι, καὶ οὐ μικρὸν σημεῖον, ἀλλὰ καὶ σφόδρα ἐστὶ μέγα τοῦτο. Καὶ ἵνα μὴ νομίσωσιν, ὅτι αὐτοὶ ἴσχυσαν τὸ πᾶν, συγχωρεῖ αὐτοὺς ὁ Θεὸς ἐλαύνεσθαι. ∆ύο γὰρ ἐκ τούτου συνέβαινεν· οὔτε μέγα ἐφρόνουν ὡς αὐτοὶ καθελόντες, οὔτε πάλιν ἐφοβοῦντο ὡς ὑπεύθυνοι· οὕτως οἰκονομίας ἦν καὶ τὸ καλεῖσθαι. Τῶν τε σεβομένων Ἑλλήνων, φησὶ, πολὺ πλῆθος, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων ἐπίστευσαν καὶ ἀνδρῶν οὐκ ὀλίγοι. Ἐκεῖνοι δὲ τοὐναντίον. Πῶς δὲ λέγων, Ἵνα ἡμεῖς εἰς τὰ ἔθνη, αὐτοὶ δὲ εἰς τὴν περιτομὴν, διελέγετο τοῖς Ἰουδαίοις; Ἐκ περιουσίας τοῦτο ποιῶν. Ἐπεὶ εἰ Ἰουδαίοις διαλέγεσθαι ἐχρῆν, πῶς ἔλεγε πάλιν· Ὁ γὰρ ἐνεργήσας ἐκείνῳ εἰς τὴν περιτομὴν, ἐνήργησε καὶ ἐμοὶ εἰς τὰ ἔθνη; Ὥσπερ ἐκεῖνοι καὶ ἔθνεσιν ὡμίλησαν, καίτοι γε εἰς τὴν περιτομὴν ἀφωρισμένοι· οὕτω καὶ οὗτος. Τὸ μὲν οὖν πλέον ἐν αὐτοῖς· πλὴν οὐδὲ ἐκείνων ἠμέλησεν, ἵνα μὴ δόξωσι διεσχίσθαι. βʹ. Καὶ πῶς, φησὶ, προηγουμένως εἰς τὰς συναγωγὰς εἰσῄει; Ἀλλ' Ἕλληνας ἔπειθε διὰ τῶν Ἰουδαίων, ἐξὧν Ἰουδαίοις διελέγετο. Ἤδει δὲ, ὅτι τοῦτο μάλιστα ἔθνεσιν ἦν πρὸς πίστιν προσαγωγόν. ∆ιὰ τοῦτο ἔλεγεν, Ἐφ' ὅσον εἰμὶ ἐγὼ ἐθνῶν ἀπόστολος. Καὶ αἱ ἐπιστολαὶ δὲ αὐτοῦ πρὸς Ἰουδαίους πᾶσαί εἰσιν ἀπομαχόμεναι. Ὅτι τὸν Χριστὸν, φησὶν, ἔδει παθεῖν. Εἰ παθεῖν ἔδει, πάντως καὶ ἀναστῆναι· πολλῷ γὰρ ἐκείνου θαυμασιώτερον τοῦτο. Εἰ γὰρ τὸν οὐδὲν ἠδικηκότα εἰς θάνατον ἐξέδωκε, πολλῷ μᾶλλον ἀνέστησεν αὐτόν. Προσλαβόμενοι δέ τινας τῶν ἀγοραίων οἱ ἀπειθοῦντες Ἰουδαῖοι, ἐθορύβουν τὴν πόλιν, φησίν. Ὥστε πλείους ἦσαν οἱ Ἕλληνες. Καὶ προσλαμβάνουσί τινας, ἐπειδὴ οὐκ ἐνόμισαν ἑαυτοὺς ἀρκεῖν πρὸς τὴν στάσιν οἱ Ἰουδαῖοι, καὶ ἐπειδὴ οὐκ εἶχον αἰτίαν εὔλογον. Θορύβῳ ἀεὶ τὰ τοιαῦτα ἀνύουσι, καὶ προσλήψει ἀνδρῶν πονηρῶν. Μὴ εὑρόντες δὲ αὐτοὺς, φησὶν, ἔσυραν τὸν Ἰάσονα. Ὢ τῆς τυραννίδος! ἀπὸ τῶν οἰκιῶν εἷλκον αὐτοὺς ἁπλῶς. Οὗτοι πάντες ἀπέναντι τῶν τοῦ Καίσαρος δογμάτων πράσσουσι, βασιλέα, φησὶ, λέγοντες ἕτερον εἶναι Ἰησοῦν. Ἐπειδὴ οὐδὲν ἐναντίον ἔλεγον τοῖς δεδογμένοις, οὐδὲ παρεκίνουν τὴν πόλιν, ἐφ' ἕτερον ἔγκλημα αὐτοὺς ἄγουσι, καὶ εἰς καθοσίωσιν διαβάλλουσι. Καὶ τί φοβεῖσθε, εἴ γε τέθνηκεν; Ὅρα τοὺς διωγμοὺς πανταχοῦ τὸ κήρυγμα ἐκτείνοντας. Οὗτοι μὲν οὖν, φησὶν, εὐγενέστεροι ἦσαν τῶν ἐν Θεσσαλονίκῃ· τουτέστιν, οὐδὲν πονηρὸν πράττοντες· ἀλλ' οἱ μὲν ἐπείσθησαν, οὗτοι δὲ καὶ τὸ ἐναντίον ποιοῦσι θορυβοῦντες αὐτούς. Πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν καὶ τῶν Ἑλληνίδων, φησὶ, γυναικῶν. Πάλιν ἐνταῦθα πιστεύουσιν Ἕλληνες. Σὺ δέ μοι θέα, ὅτι οἰκονομικῶς ἔφυγον οὐ δειλιῶντες· ἦ γὰρ ἂν ἐπαύσαντο κηρύττοντες, καὶ οὐχὶ μᾶλλον παρώξυναν. Ἀλλ' ἐκ τούτου δύο ἐγένετο· καὶ ἐκείνων ὁ θυμὸς ἐσβέννυτο, καὶ τὸ κήρυγμα ἐπεδίδου. Ἀξίως δὲ τῆς