1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

201

ἀταξίας αὐτῶν εἶπεν· ὅτι ἦλθον κἀκεῖ 60.265 σαλεύοντες τοὺς ὄχλους, τὴν ἀκάθεκτον μανίαν αὐτῶν αἰνιττόμενος. Εὐθέως δὲ ἐξαπέστειλαν τὸν Παῦλον οἱ ἀδελφοὶ πορεύεσθαι, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Ἐνταῦθα λοιπὸν τὸν Παῦλον πέμπουσι μόνον· περὶ γὰρ αὐτοῦ ἐδεδοίκεισαν, μή τι πάθῃ, τὸ κεφάλαιον αὐτῶν αὐτὸ ὄν· οὕτως οὐ πανταχοῦ ἡ χάρις ἐνήργει, ἀλλ' εἴα αὐτοὺς καὶ ἀνθρώπινα ποιεῖν, διανιστῶσα αὐτοὺς καὶ διυπνίζουσα, καὶ εἰς μέριμναν ἐμβάλλουσα. Ὅρα γοῦν, ἕως Φιλίππων ἔσωσε μόνον, ἐντεῦθεν δὲ οὐκ ἔτι. Καὶ λαβόντες ἐντολὴν, φησὶ, πρὸς τὸν Σίλαν καὶ τὸν Τιμόθεον, ἵνα ὡς τάχιστα ἔλθωσι πρὸς αὐτὸν, ἐξῄεσαν. Καὶ τοῦτο εἰκότως. Εἰ γὰρ καὶ Παῦλος ἦν, ὅμως ἐδεῖτο ἐκείνων. Ἄρα καλῶς ἠπείγοντο εἰς Μακεδονίαν ὑπὸ τοῦ Θεοῦ· λαμπρὰ γὰρ ἦν καὶ ἡ Ἑλλὰς λοιπόν· ἐπεὶ καὶ ἄλλα περιττὰ ἐποίει. Ὁ Χριστὸς διέταξεν ἐκ τοῦ εὐαγγελίου ζῇν, οὗτος δὲ αὐτὸ οὐκ ἐποίει· ὁ Χριστὸς οὐκ ἀπέστειλεν αὐτὸν βαπτίζειν, οὗτος δὲ ἐβάπτιζεν. Ὅρα πῶς ἀντίῤῥοπος πάντων ἦν Πέτρος εἰς τὴν περιτομὴν, οὗτος εἰς τὰ ἔθνη, εἰς τὸ πλέον μέρος. Καὶ λαβόντες τὸ ἱκανὸν, φησὶ, παρὰ τοῦ Ἰάσονος, ἀπέλυσαν αὐτούς. Ὅρα πῶς ἱκανὰ δοὺς Ἰάσων ἐξέπεμψε Παῦλον, ὥστε τὴν ψυχὴν αὐτοῦ ἔδωκεν ὑπὲρ αὐτοῦ. Οὗτοι, φησὶν, ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ· τουτέστι, κατὰ τὴν ἀρετὴν ὄντες τοῦτο καὶ τὴν πρὸς τὸν Θεὸν πίστιν. Οἵτινες ἐδέξαντο τὸν λόγον μετὰ πάσης προθυμίας, φησὶ, τὸ καθ' ἡμέραν ἀνακρίνοντες τὰς Γραφὰς, εἰ ἔχοι ταῦτα οὕτως. Οὐχ ἁπλῶς ῥύμῃ οὐδὲ ζήλῳ. Καίτοι μείζων ἡ πόλις ἦν, ἀγοραῖοι ἄνθρωποι ἦσαν ἐν αὐτῇ· θαυμαστὸν δὲ οὐδὲν καὶ εἰ ἐν μείζονι χείρους εἰσί. Μάλιστα μὲν οὖν εἰς τὴν μείζονα χείρους εἶναι εἰκὸς, ἔνθα πολλαὶ τῶν ταραχῶν αἱ ἀφορμαί. Καθάπερ γὰρ ἐν σώματι, ὅταν ἡ νόσος χαλεπωτέρα ᾖ, πλείονα ἔχει τὴν ὕλην καὶ τὴν τροφήν· οὕτω δὴ καὶ ἐνταῦθα, ὅπερ ἐν Ἰκονίῳ γέγονε, καὶ νῦν γίνεται. Καὶ ἐξέρχεται ὁ Παῦλος, ἵνα καὶ τῆς ἑτέρων ἀπωλείας δίκην δῶσι. ∆ιὰ τοῦτο καὶ Παῦλος ἔλεγε· Κωλυόντων ἡμᾶς τοῖς ἔθνεσι λαλεῖν. Καὶ διὰ τί μὴ ἐνέμειναν, φησὶν, ἐνταῦθα; διὰ τί μὴ σημεῖα ἐποίησαν; Εἰ γὰρ ἐκεῖ, ἔνθα ἐλιθάζετο, ἔμενεν ἱκανὸν χρόνον, πολλῷ μᾶλλον ἐνταῦθα. ∆ιὰ τί; Οὐκ ἀεὶ ἐβούλετο τούτους σημεῖα ποιεῖν Θεός· τοῦ γὰρ σημεῖα ποιεῖν οὐχ ἧττον σημεῖον τὸ διωκομένους περιγενέσθαι χωρὶς σημείων. Ὥστε καθάπερ νῦν χωρὶς σημείων κρατεῖ, οὕτω καὶ τότε πολλαχοῦ ἐβούλετο κρατεῖν. Οὐ τοίνυν οὐδὲ οἱ ἀπόστολοι ἐπέτρεχον τοῖς σημείοις, ὅπερ οὖν καὶ αὐτός φησιν· Ἡμεῖς δὲ κηρύσσομεν Χριστὸν ἐσταυρωμένον. Τοῖς σημεῖα ζητοῦσι, τοῖς σοφίαν, ταῦτα διδόαμεν, ἃ μηδὲ μετὰ σημείων δύναται πεῖσαι, καὶ πείθομεν. Ὥστε μέγα τοῦτο σημεῖον ἦν. Ὅρα γοῦν ἐπιταθέντος τοῦ κηρύγματος, πῶς ταχέως ἐπιτρέχουσι τοῖς σημείοις. Ἔδει γὰρ λοιπὸν διὰ τοὺς πιστεύσαντας μείζονα εἶναι σημεῖα τῶν λοιπῶν· διὸ καὶ γίνονται· ἀλλὰ τῷ ὑποχωρεῖν καὶ ἐπιέναι ταῦτα ἐποίουν. Ἐξαπέστειλαν αὐτὸν, φησὶν, ὡς ἐπὶ τὴν θάλασσαν. Τί δήποτε; Ὥστε μὴ γενέσθαι αὐτοῖς εὔκολον τὴν κατάληψιν. Οὕτω γὰρ καθ' ἑαυτοὺς μέγα τι ἔπραξαν ἂν, καὶ μετ' ἐκείνου πολλὰ ἤνυσαν καὶ κατώρθωσαν. Τέως ἐκεῖνον ἐξαρπάσαι ἐβούλοντο. γʹ. Ὅρα πόσῃ καὶ οἱ λοιποὶ μαθηταὶ περὶ τοὺς κορυφαίους ἐχρῶντο τῇ σπουδῇ· ἀλλ' οὐχ ὥσπερ νῦν κεχωρίσμεθα, διῃρήμεθα μεγάλοι καὶ μικροί· οἱ μὲν ἐπαιρόμεθα, οἱ δὲ φθονοῦμεν· διὰ τοῦτο κἀκεῖνοι φθονοῦσιν, ὅτι ἡμεῖς τετυφώμεθα, οὐκ ἀνεχόμεθα ἰσηγορεῖσθαι 60.266 μετ' αὐτῶν. ∆ιὰ τοῦτο ἐν τῷ σώματι ἡ συμφωνία ἐστὶν, ἐπειδὴ οὐκ ἔστι φυσίωσις· οὐκ ἔστι δὲ φυσίωσις, ἐπειδὴ εἰς ἀνάγκην τοῦ χρείαν ἀλλήλων ἔχειν τὰ μέλη καθέστηκε· καὶ ἡ κεφαλὴ τῶν ποδῶν δεῖται, καὶ οἱ πόδες τῆς κεφαλῆς. Καὶ ἡμῖν τοῦτο ἐποίησεν ὁ Θεὸς, καὶ οὐδὲ οὕτως ἀνεχόμεθα· ἔδει μὲν γὰρ καὶ χωρὶς τούτου ἀγάπην εἶναι. Ἢ οὐκ ἀκούετε αὐτῶν τῶν ἔξω διαβαλλόντων ἡμᾶς, ὅταν λέγωσιν· αἱ χρεῖαι φιλίαι; Οἱ λαϊκοὶ δέονται ἡμῶν· ἡμεῖς δὲ πάλιν δι' αὐτούς ἐσμεν. Οὕτω καὶ διδάσκαλος καὶ ἄρχων οὐκ ἂν εἴη, μὴ τῶν διδασκομένων ὄντων καὶ τῶν ἀρχομένων, οὐδ' ἂν ἐπιδείξαιτο τὰ αὐτοῦ· οὐ γὰρ ἂν δύναιτο. Καθάπερ ἡ γῆ τοῦ