202
γεωργοῦ, καὶ ὁ γεωργὸς δεῖται τῆς γῆς· οὕτω καὶ ἐνταῦθα. Ποῖον γὰρ ἔχει μισθὸν διδάσκαλος, οὐκ ἔχων ἐπιδεῖξαι τοὺς διδαχθέντας; ποῖον δὲ οἱ διδασκόμενοι, μὴ ἀπολαύσαντες διδασκαλίας ἀρίστης; Ὥστε ὁμοίως ἀλλήλων χρῄζομεν πάλιν, καὶ ἄρχοντες ἀρχομένων, καὶ ἡγούμενος ὑπηκόων· ἄρχοντες μὲν γὰρ πολλῶν ἕνεκεν. Οὐδεὶς γὰρ ἀρκεῖ καθ' ἑαυτόν τι πρᾶξαι, ἄν τε χειροτονῆσαι δέῃ, ἄν τε βουλὰς σκέψασθαι καὶ γνώμας, ἀλλὰ τιμιώτεροι γίνονται ἀπὸ τῆς συνόδου καὶ τοῦ πλήθους. Οἷον, οἱ πένητες τῶν διδόντων χρῄζουσιν, οἱ διδόντες τῶν λαμβανόντων πάλιν. Ἀλλήλους, φησὶ, κατανοοῦντες εἰς παροξυσμὸν ἀγάπης, καὶ καλῶν ἔργων. ∆ιὰ τοῦτο μείζονα δύναται τὸ κοινὸν τῆς Ἐκκλησίας, καὶ ἅπερ καθ' ἑαυτὸν οὐ δύναταί τις, μετὰ τῶν ἄλλων γινόμενος ἰσχύει. ∆ιὰ τοῦτο μάλιστα ἀναγκαῖαι αἱ εὐχαὶ ἐνταῦθα γίνονται ὑπὲρ τῆς οἰκουμένης, ὑπὲρ τῆς Ἐκκλησίας τῆς ἐπὶ περάτων, ὑπὲρ τῆς εἰρήνης, ὑπὲρ τῶν ἐν συμφοραῖς. Καὶ τοῦτο ὁ Παῦλος δηλοῖ λέγων· Ἵνα τὸ εἰς ἡμᾶς χάρισμα ἐν πολλῷ προσώπῳ διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν· τουτέστιν, ἵνα πολλοῖς χαρίσηται. Καὶ πολλάκις αὐτῶν τὰς εὐχὰς ἐπιζητεῖ. Ὅρα καὶ ἐπὶ τῶν Νινευϊτῶν τί φησιν ὁ Θεός· Ἐγὼ δὲ οὐ φείσομαι τῆς πόλεως, ἐν ᾖ κατοικοῦσι πλείους ἢ δώδεκα μυριάδες; Ὅπου δύο ἢ τρεῖς εἰσι συνηγμένοι, φησὶν, εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Εἰ δὲ δύο μέγα ἰσχύουσι, πόσῳ μᾶλλον πλείους; Εἰ δὲ καὶ εἷς ὢν ἰσχύσεις, ἀλλ' οὐχ ὁμοίως. ∆ιὰ τί δὲ καὶ εἷς εἶ; διὰ τί οὐκ ἐργάζῃ πολλούς; διὰ τί μὴ γίνῃ δημιουργὸς ἀγάπης; διὰ τί μὴ κατασκευάζεις φιλίαν; Τὸ μέγιστον τῆς ἀρετῆς ἐγκώμιον οὐκ ἔχεις. Ὥσπερ γὰρ τὸ ἐκ συνθήκης εἶναι κακοὺς, μᾶλλον παροξύνει τὸν Θεόν· οὕτω καὶ τὸ ἐν ὁμονοίᾳ εἶναι ἀγαθοὺς, μᾶλλον εὐφραίνει. Οὐκ ἔσῃ, φησὶ, μετὰ πολλῶν ἐπὶ κακίᾳ. Πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν, καὶ ἐγένοντο ὡς ᾄδοντες ἐν ταῖς κακίαις αὐτῶν. Κατασκεύασόν σοι φίλους πρὸ τῶν οἰκείων, πρὸ τῶν ἄλλων ἁπάντων. Εἰ ὁ εἰρηνοποιὸς, υἱὸς Θεοῦ· ὁ καὶ φίλους κατασκευάζων, πόσῳ μᾶλλον; εἰ ὁ καταλλάττων μόνον, υἱὸς Θεοῦ καλεῖται· ὁ τοὺς καταλλαττομένους φίλους ποιῶν, τίνος οὐκ ἔσται ἄξιος; Ταύτην ποιώμεθα τὴν ἐμπορίαν, φίλους ποιῶμεν ἀλλήλοις τοὺς ἐχθροὺς, καὶ τοὺς οὐκ ἐχθροὺς μὲν, οὐ φίλους δὲ, καὶ τούτους συναγάγωμεν, καὶ πρὸ πάντων ἡμᾶς αὐτούς. Καθάπερ γὰρ ὁ ἐν τῇ οἰκίᾳ ἔχθραν ἔχων, καὶ πρὸς τὴν γυναῖκα τὴν ἑαυτοῦ διεστηκὼς, οὐκ ἔστιν ἀξιόπιστος ἑτέρους καταλλάττων, ἀλλ' ἀκούσεται· Ἰατρὲ, Θεράπευσον σεαυτόν· οὕτω δὴ καὶ ἐνταῦθα ἀκούσεται. Τίς οὖν ἐστιν ἡμῖν ἡ ἔχθρα; Ἡ τῆς ψυχῆς πρὸς τὸ σῶμα, ἡ τῆς κακίας πρὸς τὴν ἀρετήν. Ταύτην καταλύσωμεν, τοῦτον ἀνέλωμεν τὸν πόλεμον, καὶ τότε μετ' εἰρήνης καὶ τοῖς ἄλλοις διαλεξόμεθα μετὰ πολλῆς τῆς παῤῥησίας, οὐ κατηγοροῦντος ἡμῶν τοῦ συνειδότος. Μάχεται θυμὸς ἐπιεικείᾳ, μάχεται χρημάτων ἔρως ὑπεροψίᾳ 60.267 χρημάτων, μάχεται βασκανία χρηστότητι. Τοῦτον λύσωμεν τὸν πόλεμον, τούτους κατενέγκωμεν τοὺς ἐχθροὺς, ταῦτα στήσωμεν τὰ τρόπαια, ἐν τῇ πόλει τῇ ἡμετέρᾳ κατασκευάσωμεν εἰρήνην. Πόλις γὰρ ἡμῖν ἐστι καὶ πολιτεία, καὶ πολῖται καὶ ξένοι πολλοί· ἀλλὰ ξενηλασίαν ποιήσωμεν, ὥστε μὴ τοὺς οἰκείους φθείρεσθαι. Μηδὲν ἀλλότριον μηδὲ νόθον ἐπεισίτω δόγμα, μηδὲν φρόνημα σαρκικόν. Οὐχ ὁρῶμεν, ὅτι τῶν πολεμίων τις ἐν ταῖς πόλεσιν ἂν ἁλῷ, ὡς κατάσκοπος κρίνεται; Οὐκοῦν ξενηλασίαν ποιώμεθα· μᾶλλον δὲ μὴ ξενηλασίαν μόνον, ἀλλὰ καὶ τοὺς πολεμίους ἀπελαύνωμεν. Ἂν ἴδωμέν τινα, παραδῶμεν τῷ ἄρχοντι τῷ νῷ, τὸν λογισμὸν ἐκεῖνον, τὸν βεβαρβαρωμένον μὲν, κατεσκευασμένον δὲ ἐσθῆτι πολιτικῇ. Πολλοὶ παρ' ἡμῖν λογισμοὶ τοιοῦτοι, φύσει μὲν ἐχθροὶ, περιβεβλημένοι δὲ δορὰν προβάτων. Καθάπερ οἱ Πέρσαι τὴν τιάραν περιελόντες καὶ τὰς ἀναξυρίδας καὶ τὰ ὑποδήματα τὰ βαρβαρικὰ, τὴν ἄλλην στολὴν τὴν ἡμῖν ἐπιχώριον ὑπελθόντες, καὶ κειράμενοι ἐν χρῷ, καὶ τῇ συνήθει γλώττῃ διαλεγόμενοι, κρύπτουσι τῷ σχήματι τὸν πόλεμον· ἂν δὲ βασάνους εὐθέως προσαγάγῃς, τὸ κρυπτόμενον ἔδειξας· οὕτω καὶ ἐνταῦθα, βασάνισον μυριάκις τὸν τοιοῦτον λογισμὸν, καὶ ταχέως ὄψει τὸ βαρβαρικὸν