204
αἱ φονικαὶ δίκαι. Ὅρα γοῦν πῶς καὶ ἐν ἐλπίδι τοῦ μαθεῖν καὶ πανταχοῦ τὴν καινοτομίαν ἐγκαλοῦσι. Λάλων πόλις ἡ πόλις ἐκείνων ἦν. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς ἕτερον οὐδὲν εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου, ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. ∆ιερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν, εὗρον καὶ βωμὸν, ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Ὃν οὖν ἀγνοοῦντες εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὥσπερ ἐγκωμιάζων αὐτοὺς, δοκεῖ οὐδὲν λέγειν βαρύ. Ὡς δεισιδαιμονεστέρους ὑμᾶς, φησὶ, θεωρῶ· τουτέστιν εὐλαβεστέρους. Ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Τί ἐστι τοῦτο; Οἱ Ἀθηναῖοι, ἐπειδὴ κατὰ καιροὺς πολλοὺς ἐδέξαντο θεοὺς καὶ ἀπὸ τῆς ὑπερορίας, οἷον τὸ τῆς Ἀθηνᾶς ἱερὸν, τὸν Πᾶνα, καὶ ἄλλους ἀλλαχόθεν, δεδοικότες, μή ποτε καὶ ἄλλος τις ᾖ αὐτοῖς μὲν οὐδέπω γνώριμος, θεραπευόμενος δὲ ἀλλαχοῦ, ὑπὲρ πλείονος δῆθεν ἀσφαλείας καὶ τούτῳ βωμὸν ἔστησαν· καὶ ἐπειδὴ οὐκ ἦν δῆλος ὁ Θεὸς, ἐπεγέγραπτο· Ἀγνώστῳ Θεῷ. Τοῦτον οὖν Χριστὸν Ἰησοῦν εἶναι Παῦλος λέγει, μᾶλλον δὲ τῶν πάντων Θεόν. Ὃν οὖν ἀγνοοῦντες, φησὶν, εὐσεβεῖτε, τοῦτον ἐγὼ καταγγέλλω ὑμῖν. Ὅρα πῶς δείκνυσι προειληφότας αὐτόν. Οὐδὲν ξένον, φησὶν, οὐδὲν καινὸν εἰσφέρω. Ἄνω καὶ κάτω τοῦτο ἔλεγον ἐκεῖνοι· Τίς ἡ καινὴ αὕτη ἡ λαλουμένη ὑπὸ σοῦ διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Εὐθέως οὖν ἀναιρεῖ αὐτῶν τὴν ὑπόληψιν, καί φησιν· Ὁ Θεὸς ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ, 60.269 οὗτος οὐρανοῦ καὶ γῆς Κύριος ὑπάρχων. Εἶτα, ἵνα μὴ νομίσωσιν ἕνα τῶν πολλῶν εἶναι, διορθοῦται λοιπὸν ἐπάγων· Οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ, οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος. Ὁρᾷς ὅπως κατὰ μικρὸν εἰσάγει τὴν φιλοσοφίαν; πῶς καταγελᾷ τῆς Ἑλληνικῆς πλάνης; ∆οὺς ζωὴν καὶ πνοὴν καὶ τὰ πάντα· ἐποίησέ τε ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Τοῦτο Θεοῦ ἴδιον. Ὅρα τοίνυν εἰ μὴ καὶ ἐπὶ τοῦ Υἱοῦ ταῦτα λέγεσθαι δύναται. Οὐρανοῦ, φησὶ, καὶ γῆς Κύριος ὑπάρχων, ἅπερ ἐνόμιζον εἶναι θεούς. Καὶ τὴν δημιουργίαν ἐδήλωσε καὶ τοὺς ἀνθρώπους. Ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν, ζητεῖν τὸν Θεὸν, εἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καίτοι γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα. Ἐν αὐτῷ γὰρ ζῶμεν, καὶ κινούμεθα, καὶ ἐσμὲν, ὡς καί τινες τῶν καθ' ὑμᾶς ποιητῶν εἰρήκασι· Τοῦ γὰρ καὶ γένος ἐσμέν. Τοῦτο Ἄρατος εἶπεν ὁ ποιητής. Ὅρα καὶ ἀπὸ τῶν ὑπ' αὐτῶν γινομένων, καὶ ἀπὸ τῶν εἰρημένων τὰς ἀποδείξεις παρέχοντα. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου τὸ Θεῖον εἶναι ὅμοιον. Καὶ μὴν διὰ τοῦτο, φησὶν, ὀφείλομεν. Οὐδαμῶς· οὐ γὰρ δὴ ἡμεῖς ὅμοιοι, οὐδὲ αἱ ψυχαὶ αἱ ἡμέτεραι. Τί δήποτε οὐκ ἔστη πρὸς φιλοσοφίαν εὐθὺς, καὶ εἶπεν· Ὁ Θεὸς ἀσώματος φύσει, ἀόρατος καὶ ἀσχημάτιστος; Ὅτι περιττὸν τέως ἐδόκει ταῦτα λέγειν πρὸς ἀνθρώπους μήπω μαθόντας, ὅτι ἔστι μόνος Θεός. ∆ιὰ τοῦτο ἐκεῖνα εἰπεῖν ἀφεὶς, πρὸς τὸ ζητούμενον ἵσταται, καί φησι· Τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ Θεὸς, τὰ νῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν, διότι ἔστησεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ, ἐν ἀνδρὶ ᾧ ὥρισε, πίστιν παρασχὼν πᾶσιν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ὅρα, κατασείσας αὐτῶν τὴν διάνοιαν τῷ εἰπεῖν, Ἔστησεν ἡμέραν, καὶ φοβήσας, τότε εὐκαίρως ἐπάγει τοῦτο τὸ, Ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ἀλλ' ἴδωμεν ἄνωθεν τὰ εἰρημένα. Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο, φησὶ, τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ. Οὐκ ὀργὴν ἐνταῦθα οὐδὲ ἀγανάκτησιν ὁ παροξυσμὸς, ἀλλὰ διέγερσιν καὶ ζῆλον δηλοῖ, καθάπερ καὶ ἀλλαχοῦ· Ἐγένετο, φησὶ, παροξυσμὸς μεταξὺ αὐτῶν. βʹ. Ὅρα δὲ πῶς οἰκονομεῖται, καὶ ἄκοντα μεῖναι ἐκεῖ ἐκδεχόμενον ἐκείνους. Τί οὖν ἐστι, Παρωξύνετο; Ἀντὶ τοῦ, ∆ιηγείρετο· ὀργῆς γὰρ καὶ