1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

205

ἀγανακτήσεως πόῤῥω τὸ χάρισμα. Οὐκ ἔφερεν, ἀλλ' ἐτήκετο. ∆ιελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις, φησὶ, καὶ τοῖς σεβομένοις. Ὅρα πάλιν αὐτὸν πρὸς Ἰουδαίους διαλεγόμενον. Σεβομένους δὲ τοὺς προσηλύτους λέγει. ∆ιεσπάρησαν γὰρ οἱ Ἰουδαῖοι πανταχοῦ ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας, ἅμα μὲν ἐξ ἐκείνου τοῦ νόμου λυομένου, ἅμα δὲ διδάσκοντες εὐσέβειαν τοὺς ἀνθρώπους. Ἀλλ' οὐδὲν ἐκέρδαναν ἐκεῖνοι, ἀλλ' ἢ μόνον μαρτυρίας ἔσχον τῶν οἰκείων συμφορῶν. Τινὲς δὲ, φησὶ, τῶν Ἐπικουρείων καὶ τῶν Στωϊκῶν φιλοσόφων συνέβαλον αὐτῷ. Οὐκέτι Ἀθηναῖοι τοῖς οἰκείοις νόμοις ἐχρῶντο, ἅτε ὑποπεσόντες ἤδη τοῖς Ῥωμαίοις. Καὶ πόθεν ἠθέλησαν οὗτοι συμβαλεῖν; Ἐπεὶ καὶ ἄλλους ἑώρων διαλεγομένους, 60.270 καὶ δόξαν ἔχοντα τὸν ἄνθρωπον. Καὶ ὅρα, εὐθέως ὑβριστικῶς· Ψυχικὸς γὰρ ἄνθρωπος οὐ δέχεται τὰ τοῦ Πνεύματος. Ξένων δαιμονίων, φησὶ, δοκεῖ καταγγελεὺς εἶναι· δαιμόνια τοὺς θεοὺς αὐτῶν ἐκάλουν· ἦσαν γὰρ αἱ πόλεις εἰδώλων πλήρεις. Ἐπιλαβόμενοί τε αὐτοῦ, ἐπὶ τὸν Ἄρειον πάγον ἤγαγον, λέγοντες. ∆ιὰ τί εἰς Ἄρειον πάγον αὐτὸν εἷλκον; Ὡς καταπλήξοντες, ἔνθα τὰς φονικὰς δίκας ἐδίκαζον. ∆υνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή; ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν. Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι, εἰς οὐδὲν ἕτερον εὐκαίρουν, ἢ λέγειν τι καὶ ἀκούειν καινότερον. Ἐνταῦθα ἐκεῖνο ἐπισημαίνεται, ὅτι καίτοι ἀεὶ ἐν τούτῳ ἀσχολούμενοι, τῷ λαλεῖν καὶ ἀκούειν, ὅμως ξενίζοντα ἐνόμιζον εἶναι ἐκεῖνα, ἅπερ οὐδέποτε ἤκουσαν. Σταθεὶς δὲ ὁ Παῦλος ἐν μέσῳ τοῦ Ἀρείου πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ. ∆ιερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν. Οὐκ εἶπε τοὺς δαίμονας ἁπλῶς, ἀλλὰ προοδοποιεῖ τῷ λόγῳ. ∆ιὰ τοῦτο εἶπε· ∆εισιδαιμονεστέρους ὑμᾶς θεωρῶ, διὰ τὸν βωμόν. Ὁ Θεὸς, φησὶν, ὁ ποιήσας τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Ἐφθέγξατο φωνὴν μίαν, δι' ἧς πάντα κατέστρεψε τὰ τῶν φιλοσόφων. Οἱ μὲν γὰρ Ἐπικούρειοι αὐτόματά φασιν εἶναι τὰ πάντα, καὶ ἀπὸ ἀτόμων συνεστάναι· οἱ δὲ Στωϊκοὶ, σῶμα καὶ ἐκπύρωσιν· ὁ δὲ ἔργον Θεοῦ λέγει τὸν κόσμον, καὶ πάντα τὰ ἐν αὐτῷ. Ὁρᾷς συντομίαν, καὶ ἐν συντομίᾳ σαφήνειαν; Καὶ σκόπει τίνα ἦν ξενίζοντα αὐτούς· ὅτι ὁ Θεὸς τὸν κόσμον ἐποίησεν. Ἃ καὶ τῶν τυχόντων ἴσασί τινες νῦν, ταῦτα οὐκ ᾔδεσαν Ἀθηναῖοι, καὶ Ἀθηναίων οἱ σοφοί. Εἰ γὰρ ἐποίησε, δῆλον ὅτι καὶ Κύριος. Ὅρα τί φησι θεότητος εἶναι γνώρισμα, τὸ δημιουργικόν· ὅπερ ἔχει καὶ ὁ Υἱός. Καὶ γὰρ οἱ προφῆται πανταχοῦ τοῦτο λέγουσι, Θεοῦ εἶναι τὸ δημιουργεῖν· οὐχ ὥσπερ ἐκεῖνοι, ἄλλον μὲν εἶναι τὸν ποιητὴν, οὐ κύριον δὲ, τὴν δὲ ἀγένητον ὕλην ὑποτιθέντες. Ἐνταῦθα λοιπὸν αἰνιγματωδῶς εἶπε τὸ αὐτοῦ καὶ ἔστησε, καὶ καθαιρεῖ τὸ ἐκείνων. Οὐκ ἐν χειροποιήτοις, φησὶ, κατοικεῖ. Οἰκεῖ μὲν γὰρ ἐν ναοῖς, ἀλλ' οὐκ ἐν τοιούτοις, ἀλλ' ἐν ἀνθρωπίνῃ ψυχῇ. Ὅρα, τὴν σωματικὴν ἀνεῖλε λατρείαν. Τί οὖν; οὐ κατῴκει ἐν τῷ ναῷ τῷ ἐν Ἱεροσολύμοις; Οὐ δῆτα, ἀλλ' ἐνήργει. Πῶς οὖν ἐθεραπεύετο ὑπὸ χειρῶν ἀνθρώπων παρὰ Ἰουδαίοις; Οὐχ ὑπὸ χειρῶν, ἀλλ' ὑπὸ διανοίας, ἐπεὶ ἐκεῖνά γε οὐκ ἐζήτει οὕτως, ὡς προσδεόμενος. Μὴ φάγομαι, γὰρ, φησὶ, κρέα ταύρων, ἢ αἷμα τράγων πίομαι; Εἶτα εἰπὼν, Οὐδὲ ὑπὸ χειρῶν ἀνθρώπων θεραπεύεται, προσδεόμενός τινος· ἐπεὶ οὐδὲ τοῦτο ἤρκει, τὸ μηδενὸς δεῖσθαι, ὅπερ ἀπεφήνατο· θεῖον μὲν γὰρ καὶ τοῦτο, ἀλλὰ δεῖ καὶ ἕτερον προσεῖναι· ἐπάγει τὸ, Αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν, καὶ τὰ πάντα. ∆ύο τεκμήρια θεότητος δείκνυσι, τὸ αὐτόν τε μηδενὸς δεῖσθαι, καὶ πᾶσι πάντα παρέχειν. Πάραγε ἐνταῦθα ὅσα περὶ Θεοῦ Πλάτων ἐφιλοσόφησεν, ὅσα Ἐπίκουρος, καὶ τὰ πάντα λῆρος πρὸς ταῦτα. ∆ιδοὺς, φησὶ, ζωὴν καὶ πνοήν. Ἰδοὺ καὶ τῆς ψυχῆς δημιουργὸν αὐτὸν ποιεῖ, οὐ γεννήτορα. Ὅρα πάλιν πῶς καθαιρεῖ τὸν περὶ τῆς ὕλης λόγον, Ἐποίησέ τε, εἰπὼν, ἐξ ἑνὸς αἵματος πᾶν ἔθνος ἀν 60.271 θρώπων κατοικεῖν ἐπὶ πᾶν τὸ πρόσωπον τῆς γῆς. Ταῦτα βελτίω ἐκείνων, καὶ κατηγορία τῶν τε ἀτόμων καὶ τῆς ὕλης. Ἐνταῦθα δείκνυσιν, ὅτι οὐκ ἔστι μερικὴ, οὐδὲ ἡ ψυχὴ τοῦ ἀνθρώπου. Ὅπερ δὲ ἐκεῖνοί φασιν, οὐκ ἔστι τοῦτο δημιουργὸν εἶναι. Λέγων δὲ μὴ