1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

207

νομίζειν, φησὶν, ἀλλ' ὑπὲρ τοῦτο, Τί δαὶ τὸ ὑπὲρ τοῦτο; Θεός· ἀλλ' οὐδὲ τοῦτο (ἐνεργείας γάρ ἐστιν ὄνομα), ἀλλὰ τέως τοῦτο· πλὴν οὐ λέγομεν τούτῳ τὸ Θεῖον εἶναι ὅμοιον· τίς γὰρ ἂν εἴποι; Ὅρα πῶς τὸ ἀσώματον εἰσήγαγεν. Ἡ γὰρ διάνοια ὅταν ὑποπτεύσῃ σῶμα, καὶ διάστημα ὑπονοεῖ. Γένος οὖν ὑπάρχοντες τοῦ Θεοῦ, οὐκ ὀφείλομεν νομίζειν, φησὶ, χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ Θεῖον εἶναι ὅμοιον. Ἀλλ' εἴποι ἄν τις· Οὐ τοῦτο νομίζομεν· τί οὖν ταῦτα λέγει; Ἀλλὰ πρὸς τοὺς πολλοὺς ὁ λόγος ἦν αὐτῷ· καλῶς οὕτως εἶπεν. Εἰ γὰρ ἡμεῖς οὐκ ἐσμὲν ὅμοιοι ἐκείνοις τὸ κατὰ ψυχὴν, πολλῷ μᾶλλον ὁ Θεός. Τέως ἀπάγει αὐτοὺς τῆς ὑπονοίας. Οὐ μόνον δὲ χαράγματι τέχνης τὸ Θεῖον οὐκ ἔστιν ὅμοιον, ἀλλ' οὐδὲ ἄλλῃ τινὶ ἀνθρωπίνῃ ὑπονοίᾳ ὑποβάλλεται· ἢ γὰρ τέχνη ἢ διάνοια εὗρε. ∆ιὰ τοῦτο οὕτως εἶπεν· Ὅπερ οὖν τέχνη ἀνθρωπίνη ἢ διάνοια εὗρε, τοῦτο ὁ Θεὸς, καὶ ἐν λίθῳ οὐσία Θεοῦ· πῶς οὖν, εἰ ἐν αὐτῷ ζῶμεν, οὐχ εὑρίσκομεν αὐτόν; ∆ιπλοῦν τὸ ἔγκλημα, ὅτι τε ἐκεῖνον οὐχ εὗρον, καὶ ὅτι τοιούτους εὗρον. Οὐδαμοῦ ἡ διάνοια ἀξιόπιστος καθ' ἑαυτήν. Ἀλλ' ἐπειδὴ κατέσεισε αὐτῶν τὴν ψυχὴν δείξας ἀναπολογήτους, ὅρα τί ἐπάγει· Τοὺς μὲν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν, τανῦν παραγγέλλει τοῖς ἀνθρώποις πᾶσι πανταχοῦ μετανοεῖν. Τί οὖν; οὐδεὶς κολάζεται τούτων; Οὐδεὶς τῶν θελόντων μετανοεῖν. Περὶ τούτων λέγει, οὐ περὶ τῶν ἀπελθόντων, ἀλλ' οἷς παραγγέλλει. Οὐκ ἀπαιτεῖ λόγον ὑμᾶς, φησίν. Οὐκ εἶπεν, Ἐκεῖνος παρεῖδεν· οὐκ εἶπεν, Εἴασεν· ἀλλ' Ὑμεῖς ἠγνοήσατε. Ὑπερεῖδεν· τουτέστιν, οὐκ ἀπαιτεῖ κόλασιν ὡς ἀξίους ὄντας κολάσεως. Ἠγνοήσατε. Καὶ οὐ λέγει, Ἑκόντες ἐκακουργήσατε, ἀλλὰ τοῦτο διὰ τῶν ἄνω ἔδειξε, Πανταχοῦ μετανοεῖν, εἰπών. Ἐνταῦθα πᾶσαν τὴν οἰκουμένην αἰνίττεται. 60.273 δʹ. Ὅρα πῶς αὐτοὺς ἀπάγει τῶν μερικῶν. ∆ιότι ἔστησεν ἡμέραν, φησὶν, ἐν ᾖ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ. Ὅρα· πάλιν τὴν οἰκουμένην εἶπεν, οὕτω τοὺς ἀνθρώπους καλῶν. Ἐν ἀνδρὶ ᾧ ὥρισεν, ἀναστήσας αὐτὸν ἐκ νεκρῶν. Ὅρα πῶς πάλιν τὸ πάθος ἐδήλωσεν, ἀναστάσεως μνημονεύσας. Ὅτι δὲ ἀληθὴς ἡ κρίσις, δῆλον ἐκ τῆς ἀναστάσεως· συγκατασκευάζεται γάρ· καὶ ὅτι πάντα ἀληθείᾳ εἶπε, δῆλον ἐξ ὧν ἀνέστη. Ὅτι δὲ καὶ πᾶσι ταύτην παρεῖχον πίστιν, τὸ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν, καὶ τοῦτο λοιπὸν δῆλον. Ταῦτα εἴρηται μὲν πρὸς Ἀθηναίους· καιρὸν δ' ἂν ἔχοι καὶ πρὸς ἡμᾶς λέγεσθαι, ὅτι πάντας πανταχοῦ μετανοεῖν δεῖ, ὅτι ὥρισεν ἡμέραν, ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην. Ὅρα πῶς καὶ δικαστὴν αὐτὸν εἰσάγει, καὶ προνοοῦντα τοῦ κόσμου καὶ φιλάνθρωπον καὶ συγγνωμονικὸν καὶ δυνατὸν καὶ σοφὸν, καὶ πάντα ἁπλῶς ∆ημιουργοῦ ἔχοντα. Ἀπόδειξιν ἔδωκε τοῦ ἀναστῆναι αὐτὸν ἐκ νεκρῶν τὰ εἰρημένα. Μετανοήσωμεν οὖν· πάντως γὰρ κριθῆναι δεῖ. Εἰ μὴ ἀνέστη ὁ Χριστὸς, οὐ κρινόμεθα· εἰ δὲ ἀνέστη, πάντως κρινόμεθα. Εἰς τοῦτο γὰρ καὶ ἀπέθανεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ, φησί· καὶ πάλιν· Πάντες γὰρ παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, ἵνα ἕκαστος κομίσηται πρὸς ἃ ἔπραξε. Μὴ δὴ νομίσητε ῥήματα μόνον εἶναι ταῦτα· ἰδοὺ καὶ τὸν περὶ τῆς ἀναστάσεως τῶν πάντων εἰσήγαγε λόγον· οὐ γὰρ ἄλλως κρίνεται ἡ οἰκουμένη. Καὶ τὸ, Ἀναστήσας δὲ αὐτὸν ἐκ νεκρῶν, περὶ σώματός ἐστιν εἰρημένον· τοῦτο γὰρ καὶ νεκρὸν, τοῦτο καὶ πέπτωκε. Παρὰ Ἕλλησιν ὥσπερ τὰ τῆς δημιουργίας, οὕτω καὶ τὰ τῆς κρίσεως ἀθετεῖται. Ταῦτα δὲ παίδων εὑρήματα, καὶ μεθυόντων ἀνθρώπων ἐστίν. Ἀλλ' ἡμεῖς οἱ περὶ τούτων ἀκριβῶς εἰδότες, πράττωμέν τι τῶν χρησίμων, καὶ σπουδάζωμεν οἰκειωθῆναι τῷ Χριστῷ. Μέχρι πότε ἐχθραίνομεν πρὸς αὐτόν; μέχρι πότε πρὸς αὐτὸν ἀηδῶς ἔχομεν; Μὴ γένοιτο, φησί· τί ταῦτα λέγεις; Οὐκ ἐβουλόμην ταῦτα λέγειν, εἰ μὴ ταῦτα ἐπράττετε ὑμεῖς· νυνὶ δὲ τί τὸ κέρδος τῆς τῶν λόγων σιγῆς, τῶν πραγμάτων οὕτω βοώντων μετὰ πάσης περιφανείας; Πῶς οὖν αὐτὸν φιλήσομεν; Εἶπον μὲν μυριάκις μυρία, ἐροῦμεν δὲ καὶ νῦν. Τρόπον ἕνα εὑρηκέναι μοι δοκῶ, πολὺ μέγαν καὶ θαυμαστόν· μετὰ τοῦ τὰ κοινῇ γινόμενα λογίζεσθαι ὑπὸ τοῦ Θεοῦ τοσαῦτα ὄντα, ὅσα οὐδὲ