208
ἀριθμεῖν τις δύναται, καὶ ὑπὲρ τούτων ἁπάντων χάριτας εἰδέναι αὐτῷ, καὶ τὰ ἑκάστῳ ἡμῶν γεγενημένα ἐννοῶμεν πάντες, καὶ καθ' ἑκάστην ἀναλογιζώμεθα τὴν ἡμέραν. Ἐπειδὴ τοίνυν μεγάλην ἔχει τὴν ἰσχὺν ταῦτα, ἕκαστος ἡμῶν ἀναλογιζέσθω παρ' ἑαυτῷ, καὶ μετὰ ἀκριβείας ἀνερευνάτω, εἴ ποτε εἰς κινδύνους προπεσὼν διέφυγε τὰς τῶν ἐναντίων χεῖρας, καὶ καθάπερ ἐν βίβλῳ τὰς εὐεργεσίας ἀναγράπτους ἐχέτω τοῦ Θεοῦ· οἷον, εἴ ποτε ἐξελθὼν εἰς ὁδὸν ἀωρίᾳ, διέφυγε κίνδυνον· εἴ ποτε πονηροῖς ἀνθρώποις συμβαλὼν, ἀνώτερος αὐτῶν γέγονεν· εἴ ποτε νόσῳ περιπεσὼν, πάντων ἀπεγνωκότων ἀνήνεγκε· μέγα γὰρ τοῦτο δύναται πρὸς τὸ οἰκειοῦν ἡμᾶς τῷ Θεῷ. Εἰ γὰρ δὴ Μαρδοχαῖος ἐκεῖνος τὰ ὑπ' αὐτοῦ γεγενημένα ἀγαθὰ ἔργα εἰς μνήμην ἐλθόντα τοῦ βασιλέως, οὕτως ἔσχε προϊστάμενα, ὡς πάλιν ἐπὶ τὴν λαμπρότητα ἐκείνην ἐλθεῖν· πολλῷ μᾶλλον ἡμεῖς, ἂν ἀναμνησθῶμεν, καὶ δύο τούτων ἀκριβῆ ποιησώμεθα ἐξέτασιν τῶν πραγμάτων, τί μὲν ἡμάρτομεν ἡμεῖς εἰς Θεὸν, τί δὲ αὐτὸς εἰς ἡμᾶς ἀγαθὸν εἴργασται· οὕτω καὶ εὐχά 60.274 ριστοι ἐσόμεθα, καὶ πάντα προησόμεθα. Ἀλλ' οὐδεὶς τούτων οὐδενὸς ποιεῖται μνήμην· ἀλλ' ὥσπερ περὶ ἁμαρτημάτων λέγομεν, ὅτι ἁμαρτωλοί ἐσμεν, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζοντες, οὕτω καὶ περὶ τῶν εὐεργεσιῶν τοῦ Θεοῦ, ὅτι εὐηργέτησεν ἡμᾶς, λέγοντες, ὁ Θεὸς, οὐ κατ' εἶδος αὐτὰ ἐξετάζομεν, οὐ λέγομεν, ποῦ καὶ πόσα καὶ ἐν ποίῳ καιρῷ. Ἀλλ' ἀπὸ τοῦ νῦν πολλὴν ποιησώμεθα τὴν ἀκρίβειαν. Εἰ μὲν γάρ τις καὶ τὰ πάλαι ἀναλαβεῖν δύναται, πάντα ἀναλογιζέσθω ἀκριβῶς, ὡς μέγαν εὑρήσων θησαυρόν. Τοῦτο καὶ πρὸς τὸ μὴ ἀπογινώσκειν χρήσιμον ἡμῖν. Ὅταν γὰρ ἴδωμεν, ὅτι προέστη πολλάκις ἡμῶν, οὐκ ἀπογνωσόμεθα οὐδὲ ἡγησόμεθα ἀπεῤῥῖφθαι· ἀλλ' ἐνέχυρον αὐτοῦ μέγα ληψόμεθα τῆς περὶ ἡμῶν κηδεμονίας, ὅταν ἐννοήσωμεν, ὅτι ἁμαρτόντες οὐ κολαζόμεθα, ἀλλὰ καὶ προστασίας ἀπολαύομεν. εʹ. Εἴπω δή τι κἀγὼ, ὅπερ ἀκήκοα παρά τινος· Γέγονέ πού τις παῖς, καί ποτε συνέβη αὐτὸν εἶναι ἐν ἀγρῷ μετὰ τῆς μητρὸς, οὔπω πεντεκαιδεκαέτη γεγονότα. Τότε δὴ χαλεποῦ τινος ἀέρος συμβάντος, πυρετὸς ἐπέπεσεν ἀμφοτέροις· καὶ γὰρ τὸ μετόπωρον ἦν. Τότε δὴ ἡ μὲν μήτηρ ἔφθασεν εἰσελθεῖν ἐπὶ τῆς πόλεως· ὁ δὲ παῖς, τῶν ἰατρῶν ἐκεῖ κελευόντων μένειν, καὶ τοῦ πυρετοῦ καίοντος, ἀνακογχυλίζειν ἤρξατο δῆθεν φιλοσοφῶν, μᾶλλον τὸ πῦρ σβεννύναι οἰόμενος, εἰ μηδ' ὁτιοῦν λάβοι. Ἅτε δὴ οὖν παῖς, ὑπὸ φιλονεικίας ἀκαίρου οὐ προσήκατο. Ὡς δὲ ἐπέβη τῆς πόλεως, παρέθη τὰ τῆς γλώττης, καὶ ἄλαλος ἦν ἐπὶ πολὺ, οὐδὲν ἔναρθρον φθεγγόμενος· ἀλλὰ ἀνεγίνωσκε μὲν, καὶ εἰς διδασκάλους ἐφοίτα ἐπὶ πολὺν χρόνον, ἁπλῶς δὲ καὶ ἄσημα. Πάντα οὖν αὐτῷ τὰ τῆς ἐλπίδος ἐκκέκοπτο, καὶ ὀδύνης ἦν ἡ μήτηρ μεστή· καὶ πολλὰ μὲν ἐπενόησαν ἰατροὶ, πολλὰ δὲ ἄλλα πολλοὶ, ἴσχυε δὲ οὐδεὶς, ἕως ὅτε ὁ φιλάνθρωπος Θεὸς ἰάσατο τὸν τῆς γλώττης δεσμὸν, καὶ τότε ἀνήνεγκε, καὶ εἰς τὴν προτέραν ἐπανήγαγεν εὐγλωττίαν αὐτὸν καὶ τρανότητα. ∆ιηγήσατο δὲ αὐτοῦ ἡ μήτηρ, καὶ ὅτι δὴ καὶ παιδίον ὃν σφόδρα μικρὸν, περὶ τὴν ῥῖνα πάθος ἔσχεν, ὃ καλοῦσι πολύπουν· καὶ πάλιν ἰατροὶ ἀπεγνώκεισαν, καὶ τελευτῆσαι ηὔχετο ἡ μήτηρ, καὶ ὁ πατὴρ αὐτῷ κατηρᾶτο (ἔτι γὰρ ἔτυχε ζῶν), καὶ πάλιν πάντα ἐν ἀπορίᾳ ἦν. Ὁ δὲ εὐθέως βήξας, ἀπὸ μύγματος τὸ θηρίον ἐκεῖνο τῇ ῥύμῃ τοῦ πνεύματος ἐξέωσεν ἀπὸ τῶν ῥινῶν, καὶ πάντα λέλυτο τὰ δεινά. Τούτου δὲ σβεσθέντος, ῥεῦμα κατὰ τῶν ὀφθαλμῶν δριμὺ καὶ γλίσχρον ἐπιῤῥέον ἀεὶ, τοσαύτας ἐποίει τὰς λήμας καὶ οὕτω παχείας, ὡς ἀντὶ διαφράγματος γενέσθαι τῇ κόρῃ, καὶ τὸ δεινὸν, πήρωσιν ἐμελέτα, καὶ πάντες ἔλεγον τοῦτο συμβήσεσθαι. Ἀλλὰ καὶ τούτου χάριτι τοῦ Θεοῦ ταχέως ἀπηλλάγη τοῦ πάθους. Καὶ ταῦτα μὲν ἅπερ ἤκουσα· ἃ δὲ αὐτὸς ἐπίσταμαι, ἐρῶ πρὸς ὑμᾶς· Ἐκινήθη ποτὲ τυράννων ὑποψία ἐν τῇ πόλει τῇ ἡμετέρᾳ (τότε δὲ ἔτι μειράκιον ἤμην)· καὶ πάντων ἔξωθεν τὴν πόλιν παρακαθημένων τῶν στρατιωτῶν, τυχὸν ἀπλάστως βιβλία ἐζήτουν γοητικὰ καὶ μαγικά. Καὶ ὁ γράψας τὸ βιβλίον, ῥίψας ἀκατασκεύαστον εἰς ποταμὸν, ἑάλω, καὶ ἀπαιτούμενος οὐκ εἶχε δοῦναι, ἀλλὰ περιήγετο τὴν πόλιν