1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

210

ἀεί τι ἔχειν εἰπεῖν· ὅπερ αὐτοὺς καὶ ἀποσχέσθαι ἐποίησεν. Εἰ δὲ τοῦτο ἦν αὐτοῖς ἔθος, πῶς ἐγκαλοῦσιν, ὅτι Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι; Ἀλλὰ ταῦτα σφόδρα ἦν ἄπορα. Ἀλλ' ὅμως ἔπεισε τὸν ∆ιονύσιον τὸν Ἀρεοπαγίτην καὶ ἑτέρους τινάς. Οἱ μὲν γὰρ ἐπιμελούμενοι βίου, ταχέως ἐδέξαντο τὸν λόγον, οἱ δὲ λοιποὶ οὐκ ἔτι. Ἱκανῶς οὖν ἔχειν ἔδοξε τῷ Παύλῳ τὸ καταβαλεῖν τέως τὰ σπέρματα· τὸ γὰρ πλέον αὐτοῦ τῆς ζωῆς ἐνταῦθα προκεχωρήκει. Ἐπὶ μὲν γὰρ Νέρωνος ἐτελειώθη, ἀπὸ δὲ Κλαυδίου ἀνεῤῥιπίζετο λοιπὸν ὁ πρὸς 60.276 Ἰουδαίους πόλεμος, μακρόθεν μὲν, οὐκ ἀπεικὸς δὲ, ὥστε κἂν οὕτω σωφρονῆσαι, καὶ ἀπὸ Ῥώμης ὡς λυμεῶνες ἐλαύνοντο. ∆ιὰ τοῦτο οἰκονομεῖται τοῦτον ὡς δέσμιον ἀπαχθῆναι ἐκεῖ, ἵνα μὴ ὡς Ἰουδαῖος ἀπελαύνηται, ἀλλ' ὡς ὑπὸ τῇ τάξει πράττων καὶ φυλάττηται ἐκεῖ. Καὶ ἔμεινε, φησὶ, παρ' αὐτοῖς. Βαβαὶ, ποῖον δικαίωμα τοῦ συνοικῆσαι εὗρεν! Ἐπειδὴ γὰρ ἐνταῦθα μάλιστα ἔδει αὐτὸν μὴ λαβεῖν, καθώς φησιν, Ἵνα ἐν ᾧ καυχῶνται εὑρεθῶσι καθὼς καὶ ἡμεῖς, οἰκονομεῖται αὐτὸν μένειν ἐκεῖ. ∆ιελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέ τε Ἰουδαίους καὶ Ἕλληνας. Ὡς δὲ κατῆλθονἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ Πνεύματι ὁ Παῦλος διαμαρτυρόμενος τοῖς Ἰουδαίοις τὸν Χριστὸν Ἰησοῦν. Τουτέστιν, ἐπηρέαζον αὐτῷ, ἐφίσταντο αὐτῷ. Ἀλλ' οἱ μὲν οὕτω· τί δὲ ὁ Παῦλος; Ἀφίσταται αὐτῶν, καὶ μετὰ πολλοῦ τοῦ φόβου. Οὐκ ἔτι γὰρ ὑμῖν, φησὶν, ἦν ἀναγκαῖον λαληθῆναι τὸν λόγον· ἀλλὰ καὶ αἰνίττεται αὐτούς. Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπε πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν. Καθαρὸς ἐγὼ, ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. Καὶ μεταβὰς ἐκεῖθεν ἦλθεν εἰς οἰκίαν τινὸς ὀνόματι Ἰούστου σεβομένου τὸν Θεὸν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες, ἐπίστευον καὶ ἐβαπτίζοντο. Ὅρα πῶς πάλιν εἰπὼν, Ἀπὸ τοῦ νῦν, οὐδὲ οὕτως αὐτῶν ἀμελεῖ· ὥστε τοῦ διεγεῖραι ἕνεκεν εἶπε τοῦτο. Καὶ λοιπὸν ἦλθε πρὸς Ἰοῦστον, οὗ ἦν ἡ οἰκία ὁμοροῦσα τῇ συναγωγῇ. Ἐγειτνίαζεν ὥστε καὶ ζῆλον ἔχειν ἀπὸ τῆς γειτνιάσεως, 60.277 εἴπερ ἤθελον. Κρίσπος δὲ, φησὶν, ὁ ἀρχισυνάγωγος ἐπίστευσε τῷ Κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ. Καὶ τοῦτο μάλιστα ἱκανὸν πρὸς τὸ ἐπαγαγέσθαι. Εἶπε δὲ ὁ Κύριος δι' ὁράματος ἐν νυκτὶ τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει, καὶ μὴ σιωπήσῃς, διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαὸς ἔστι μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Ὅρα διὰ πόσων αὐτὸν πείθει, καὶ πῶς ὃ μάλιστα αὐτὸν ᾕρει, τοῦτο ὕστερον αὐτῷ λέγει· Ὅτι λαὸς ἔστι μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. Πῶς οὖν συνεπέθεντο αὐτῷ, εἴποι τις ἄν; Καὶ μὴν οὐδὲν ἴσχυσαν, ἀλλ' ἤγαγον αὐτὸν μόνον πρὸς τὸν ἀνθύπατον. Ἐκάθισέ τε ἐνιαυτὸν καὶ μῆνας ἓξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ Θεοῦ. Γαλλίωνος δὲ ἀνθυπατεύοντος τῆς Ἀχαΐας, κατεπέστησαν ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, λέγοντες, ὅτι Παρὰ τὸν νόμον οὗτος ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεόν. Ὁρᾷς διὰ τί ἐκεῖνοι ἀεὶ δημοσίᾳ ἔπλεκον κατηγορήματα; Ὅρα γοῦν ἐνταῦθα εἰπόντων τούτων, ὅτι παρὰ τὸν νόμον ἀναπείθει τοὺς ἀνθρώπους σέβεσθαι τὸν Θεὸν, οὐδὲν τούτων ἐμέλησε τῷ ἀνθυπάτῳ, ἀλλ' ὑπὲρ Παύλου μᾶλλον ἀπολογεῖται. Καὶ ἄκουε πῶς ἀποκρίνεται· Εἰ μὲν ἦν τῶν τῆς πόλεως ἁπτόμενον ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν. Ἐπιεικής τις ἄνθρωπος οὗτος εἶναί μοι δοκεῖ· καὶ δῆλον ἐξ ὧν ἀποκρίνεται συνετῶς. Μέλλοντος δὲ τοῦ Παύλου, φησὶν, ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· εἰ μὲν ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρὸν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· εἰ δὲ ζήτημά ἐστι περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ' ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς γὰρ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. Ἐπιλαβόμενοι δὲ πάντες οἱ Ἕλληνες Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος, καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ἔμελε. Καὶ