213
Καὶ καθάπερ ἐν πλοίῳ ναυαγοῦντι οἱ ναῦται οὐκ ἴσασιν ἃ ῥίπτουσιν, ἄν τε τῶν οἰκείων ἄν τε τῶν ἀλλοτρίων λάβωσι παρακαταθήκας, ἀλλὰ πάντων ὁμοίως ἐκβολὴν ποιοῦνται τῶν ἐγκειμένων, τῶν τε τιμίων τῶν τε οὐ τοιούτων· ἐπειδὰν δὲ ὁ χειμὼν παύσηται, τότε ἀναλογιζόμενοι ὅσα ἐξέβαλον, δακρύουσι καὶ τῆς γαλήνης οὐκ αἰσθάνονται διὰ τὴν ζημίαν τῆς ἐκβολῆς· οὕτω δὴ καὶ ἐνταῦθα, ὅταν ὁ θυμὸς πνεύσῃ, καὶ ὁ χειμὼν αἴρηται, οὐκ ἴσασιν ἐν τάξει ἐκβάλλειν τὰ δέοντα· ὅταν δὲ παύσηται ὁ θυμὸς, τότε ἀναλογιζόμενοι ποῖα ἐξέβαλον, ἐννοοῦσι τὴν ζημίαν καὶ οὐκ αἰσθάνονται τῆς ἀναπαύσεως, τῶν ῥημάτων μεμνημένοι, δι' ὧν κατῄσχυναν ἑαυτοὺς καὶ τὰ μέγιστα ἐζημιώθησαν, οὐ περὶ χρήματα, ἀλλὰ περὶ δόξαν ἐπιεικείας καὶ πραότητος. Ὄντως σκότος ἐστὶν ὁ θυμός. Εἶπεν ἄφρων, φησὶν, ἐν καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Τάχα καὶ περὶ τοῦ θυμουμένου τοῦτο εἰπεῖν εὔκαιρον, ὅτι εἶπεν ὁ θυμούμενος· Οὐκ ἔστι Θεός. Κατὰ γὰρ τὸ πλῆθος, φησὶ, τῆς ὀργῆς αὐτοῦ οὐκ ἐκζητήσει. Ὃς γὰρ ἂν ἐπεισέλθῃ λογισμὸς εὐσεβὴς, πάντας διωθεῖται καὶ διακρούεται, πάντας ῥίπτει πλαγίους. Εἰ μὴ σὺ μᾶλλον ἀλγεῖς τοῦ ὑβρισθέντος, ὕβριζε, κἂν μηδεὶς ὁ ἐγκαλῶν· εἰ μὴ τὸ τοῦ συνειδότος δικαστήριον ἰδίᾳ σε λαβὸν μαστίζει μυρία. Ὅταν οὖν ἀκούσῃς, ὅτι ὁ ὑβριζόμενος οὐδὲν ἐξέβαλε ῥῆμα πικρὸν, οὐχὶ ταύτῃ μᾶλλον ἀλγεῖς; Εἰπέ μοι, πῶς ἄνθρωπον πρᾶον καὶ ταπεινὸν, καὶ ἐπιεικῆ μυρίαις ἔπλυνας λοιδορίαις; Ταῦτα λέγομεν συνεχῶς, οὐχ ὁρῶμεν δὲ ἐπιδεικνύμενα διὰ τῶν ἔργων. Ἄνθρωπος ὢν ἄνθρωπον ὑβρίζεις; δοῦλος ὢν τὸν ὁμόδουλον; Ἀλλὰ τί τοῦτο θαυμάζω, ὅπου γε καὶ Θεὸν ὑβρίζουσι πολλοί; δʹ. Τοῦτο πρὸς ὑμᾶς ἔστω παραμυθία τοὺς ὑβριζομένους. Ὑβρίζεσθε; ὑβρίζεται καὶ Θεός. Ὀνειδίζεσθε; ὀνειδίζεται καὶ Θεός. ∆ιαπτύεσθε; καὶ γὰρ καὶ ὁ ∆εσπότης ὁ ἡμέτερος. Ἐν μὲν οὖν τούτοις ἡμῖν κοινωνεῖ, ἐν δὲ τοῖς ἐναντίοις οὐκ ἔτι. Οὐ γὰρ ὕβρισεν ἀδίκως ποτέ· μὴ γένοιτο· οὐδὲ ὠνείδισεν ἁπλῶς, οὐδὲ ἠδίκησεν. Ὥστε ἡμεῖς ἐσμεν οἱ κοινωνοῦντες, οὐχ ὑμεῖς. Τὸ μὲν γὰρ ὑβριζόμενον φέρειν, Θεοῦ· τὸ δὲ ὑβρίζειν ἁπλῶς, δαίμονος. Ἴδετε τὰς δύο μερίδας. ∆αιμόνιον ἔχεις, ἤκουσεν ὁ Χριστός· ἐῤῥαπίσθη ἀπὸ τοῦ δούλου τοῦ ἀρχιερέως. Οἱ ὑβρίζοντες τοίνυν ἀδίκως, μετ' ἐκείνων ἑστήκασιν· εἰκότως. Εἰ γὰρ ὁ Πέτρος καὶ Σατανᾶς ἤκουσε δι' ἓν ῥῆμα, πολλῷ μᾶλλον οὗτοι Ἰουδαῖοι ἀκούσονται, ὅταν τὰ Ἰουδαίων ποιῶσιν, ὥσπερ κἀκεῖνοι διαβόλου τέκνα, ἐπειδὴ τὰ τοῦ διαβόλου εἰργάζοντο. Ὑβρίζεις, τίς ὢν, εἰπέ μοι; Μᾶλλον δὲ διὰ τοῦτο ὑβρίζεις, ἐπειδὴ οὐδὲν εἶ· οὐδεὶς γὰρ ἄνθρωπος ὢν ὑβρίζει. Ὥστε ὃ λέγεται ἐν ταῖς μάχαις, Σὺ τίς εἶ; ἐξ ἐναντίας ἔδει λέγεσθαι· οἷον, Ὕβριζε, λέγειν ἐχρῆν· οὐδὲν γὰρ εἶ· νῦν δὲ λεγόντων ἡμῶν, Ὡς τίς ὑβρίζεις; Ὡς βελτίων σου, διὰ πάντων ἀκούειν ἔστι. Καὶ μὴν τὸ ἐναντίον ἔδει λέγειν· ἀλλ' ἐπειδὴ ἡμεῖς κακῶς ἐρωτῶμεν, διὰ τοῦτο κἀκεῖνοι κακῶς ἀποκρίνονται· ὥστε ἡμεῖς αἴτιοι. Ὡς μεγάλων γὰρ ἀνδρῶν ὄντων τῶν ὑβριζόντων, οὕτω λέγομεν· Ὡς τίς ὑβρίζεις; ∆ιὰ τοῦτο κἀκεῖνοι οὕτως ἀποκρίνονται. Τοὐναντίον δὲ ἐχρῆν λέγειν· Ὑβρίζεις; ὕβριζε· οὐδεὶς γὰρ εἶ. Πρὸς δὲ τοὺς οὐχ ὑβρίζοντας τοῦτο μᾶλλον ἔδει λέγεσθαι· Ὡς τίς οὐχ ὑβρίζεις; ὑπερέβης τὴν ἀνθρωπίνην φύσιν. Τοῦτο εὐγένεια, τοῦτο ἐλευθερία, μηδὲν ἀνελεύθερον φθέγγεσθαι, κἂν ἄξιος ᾖ τις ἀκούειν. Εἰπὲ δή μοι, πόσοι οὐχὶ ἄξιοί εἰσιν ἀναιρεῖσθαι; Ἀλλ' ὅμως οὐ 60.281 ποιεῖ τοῦτο δι' ἑαυτοῦ ὁ δικαστὴς, ἀλλ' ἐρωτᾷ· καὶ οὐδὲ τοῦτο δι' ἑαυτοῦ. Εἰ δὲ διαλέγεσθαι ἀνθρώπῳ πονηρῷ οὐκ ἀνεκτὸν δικάζοντα, ἀλλὰ μέσῳ τινὶ κέχρηται, πολλῷ μᾶλλον ἡμᾶς τοὺς ὁμοτίμους ὑβρίζειν οὐ χρή· οὐ γὰρ οὕτω τῷ ὑβρίσαι πλεονεκτήσομεν αὐτῶν, ὡς τῷ διδαχθῆναι, ὅτι ὑβρίσαμεν ἑαυτούς. Τοὺς μὲν οὖν πονηροὺς διὰ τοῦτο οὔτε ὑβρίζειν χρὴ, τοὺς δὲ ἀγαθοὺς καὶ δι' ἕτερον, ὅτι οὐκ ἄξιοι· καὶ τρίτον, ὅτι ὑβριστὴν εἶναι οὐ χρή. Νῦν δὲ, ὅρα ὅσα γίνεται· ὑβρίζεται καὶ ἐπηρεάζεται ἄνθρωπος, καὶ ὁ ἐπηρεάζων ἄνθρωπος, καὶ οἱ θεωροῦντες ἄνθρωποι. Τί οὖν; τὰ θηρία δεῖ εἰς μέσον ἐλθεῖν καὶ διαλῦσαι; τοῦτο γὰρ λείπεται. Ὅταν γὰρ οἱ τερπόμενοι τῇ ἀδικίᾳ ἄνθρωποι ὦσι, τοῖς θηρίοις ἡ καταλλαγὴ λείπεται· ὥσπερ οὖν