214
δεσποτῶν μαχομένων ἐν οἰκίᾳ, λείπεται τοὺς οἰκέτας καταλλάττειν (τοῦτο γὰρ ἡ τοῦ πράγματος φύσις ἀπαιτεῖ, εἰ καὶ ταύτῃ τάχα μὴ γίνεται)· οὕτω καὶ ἐνταῦθα. Ὑβρίζεις; εἰκότως· οὐδὲ γὰρ ἄνθρωπος εἶ. ∆ιὰ τοῦτο ἔδοξε μέγα τι εἶναι ἡ ὕβρις, καὶ ἔδοξε τοῖς μεγάλοις προσήκειν· τὸ δὲ ἀνδραπόδοις μᾶλλον προσήκει, ὥσπερ τὸ εὐφημεῖν ἐλευθέροις ἐμπρέπει. Ὥσπερ γὰρ τὸ κακῶς ποιεῖν ἐκείνων, οὕτω τὸ κακῶς πάσχειν τούτων. Οἷόν ἐστι κλέπτρια δούλη τὰ τοῦ δεσπότου λαθραίως ὑφαιροῦσα, τοιοῦτόν τί ἐστι καὶ ἡ ὕβρις· καὶ ὡς ἂν εἴποι τις, καθά 60.282 περ ὁ κλέπτης σπουδῇ εἰσιὼν πανταχοῦ περιβλέπεται ὑφελέσθαι τι σπουδάζων· οὕτω καὶ οὗτος πάντα περισκοπεῖ. ἐκβάλλειν τι θέλων. Τάχα ἑτέρῳ τινι παραδείγματι αὐτὸν διαγράψωμεν. Ὥσπερ γὰρ εἴ τις σκεύη ἀκάθαρτα κλέπτων ἐξ οἰκίας, καὶ ἐξάγων πάντων ἔμπροσθεν, οὐχὶ τὰ ὑφαιρεθέντα ᾔσχυνε τοσοῦτον, ὅσον αὐτὸς ἑαυτὸν, ταῦτα ὑφελόμενος καὶ ἐξάγων· οὕτω δὴ καὶ οὗτος, ἐκβαλὼν ἔμπροσθεν πάντων ἀκάθαρτα ῥήματα, οὐχὶ ἑτέρους ᾔσχυνεν, ἀλλ' ἑαυτὸν διὰ τῶν ῥημάτων, προαγαγὼν τοιαῦτα καὶ καταῤῥυπάνας αὐτοῦ καὶ τὴν γλῶτταν καὶ τὴν διάνοιαν. Ταυτὸν γὰρ γίνεται, ὅταν πρὸς τοὺς πονηροὺς μαχώμεθα, ὥσπερ ἂν εἴ τις ἄνθρωπος τὸν ἐν σηπεδόνι ὄντα ὑπὲρ τοῦ πλῆξαι μολύνῃ ἑαυτὸν, καθεὶς αὐτοῦ τὰς χεῖρας εἰς τὸν βόρβορον. Ταῦτα δὴ, παρακαλῶ, πάντα ἀναλογιζόμενοι, φεύγωμεν τὴν ἐντεῦθεν βλάβην, καὶ εὔφημον ἔχωμεν γλῶτταν, ἵνα καθαρεύοντες πάσης ὕβρεως, δυνηθῶμεν μετὰ ἀκριβείας τὸν παρόντα βίον διανύσαι, καὶ τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἅμα τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
60.281 ΟΜΙΛΙΑ Μʹ. Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ
Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος τὴν κεφαλὴν ἐν Κεγχρεαῖς· εἶχε γὰρ εὐχήν.
αʹ. Ὅρα πῶς ὁ νόμος καταλέλυται, ὅρα πῶς τῷ συνειδότι κατείχοντο. Τοῦτο
Ἰουδαϊκὸν ἦν τὸ κείρασθαι τὰς κεφαλὰς κατ' εὐχήν. Πλὴν ἔδει καὶ θυσίαν γενέσθαι, ἥτις οὐκ ἐγένετο μετὰ τὸ τυπτηθῆναι τὸν Σωσθένην. Ἔδει ἀπελθεῖν αὐτόν. ∆ιὸ καὶ ἐπείγεται. Καὶ παρακαλούμενος μεῖναι παρ' αὐτοῖς ἐν Ἐφέσῳ, οὐκ ἀνέχεται. Τίνος οὖν ἕνεκεν πάλιν τὴν Ἀντιόχειαν καταλαμβάνει; Ἀναβὰς γὰρ, φησὶ, καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. Ἐπιθυμίαν εἶχε τῆς πόλεως, παθών τι ἀνθρώπινον πρὸς αὐτήν· ἐνταῦθα γὰρ ἐχρηματίσθησαν οἱ μαθηταὶ καλεῖσθαι Χριστιανοὶ, ἐνταῦθα παρεδόθη τῇ χάριτι τοῦ Θεοῦ, ἐνταῦθα ἤνυσε πράγματα τὰ κατὰ τὸ δόγμα. Καὶ ὁ μὲν εἰς Συρίαν ἐξέπλει· τούτους δὲ ἀφῆκεν εἰς Ἔφεσον, εἰκότως, ὡς διδάξοντας. Τοσοῦτον αὐτῷ συγγενόμενοι χρόνον, πολλὰ ἔμαθον· καὶ ὅμως τῆς συνηθείας αὐτοὺς οὐκ ἀπήγαγεν οὐδέπω τῆς Ἰουδαϊκῆς. Ἰδοὺ καὶ γυνὴ τὸ ἴσον ἀνδράσι ποιοῦσα καὶ διδάσκουσα. ∆ιὰ τοῦτο ἐκωλύετο εἰς τὴν Ἀσίαν ἐλθεῖν, πρὸς τὰ κατεπείγοντα, οἶμαι, ἐλαυνόμενος. Ὅρα γοῦν ἐνταῦθα καὶ παρακαλούμενον αὐτὸν μεῖναι, καὶ οὐκ ἀνεχόμενον, ἐπειδὴ ἠπείγετο ἀπελθεῖν. Οὐ μὴν ἁπλῶς αὐτοὺς εἴασεν, ἀλλὰ μετὰ ὑποσχέσεως· καὶ ὅπως, ἄκουε· Κατήντησε δὲ, φησὶν, εἰς Ἔφεσον, καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν, διελέχθη τοῖς Ἰουδαίοις. Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι παρ' αὐτοῖς, οὐκ ἐπένευσεν, ἀλλ' ἀπετάξατο αὐτοῖς, εἰπών· ∆εῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω πρὸς ὑμᾶς τοῦ Θεοῦ θέλοντος. Καὶ ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, καὶ κατελ 60.282 θὼν εἰς Καισάρειαν,