215
ἀναβὰς, καὶ ἀσπασάμενος τὴν Ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν· καὶ ποιήσας χρόνον τινὰ, ἐξῆλθε διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ἐπιστηρίζων πάντας τοὺς μαθητάς. Καὶ ὅρα, ἐκείνους τοὺς τόπους κατελάμβανεν, οἷς ἐπέβη πρὸ τούτου. Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς Γραφαῖς. Ἰδοὺ καὶ λόγιοι ἠπείγοντο κηρύττειν, καὶ ἀποδημοῦσι λοιπὸν οἱ μαθηταί. Ὁρᾷς ἐπίδοσιν τοῦ κηρύγματος; Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ Κυρίου, καὶ ζέων τῷ Πνεύματι ἐλάλει, καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ Κυρίου, ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου. Οὗτός τε ἤρξατο παῤῥησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ Ἀκύλας καὶ Πρίσκιλλα, προσελάβοντο αὐτὸν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν τοῦ Θεοῦ ὁδόν. Εἰ τὸ βάπτισμα Ἰωάννου μόνον ἠπίστατο οὗτος, πῶς τῷ Πνεύματι ἔζει; τὸ γὰρ Πνεῦμα οὐχ οὕτως ἐδίδοτο. Εἰ δὲ καὶ οἱ μετὰ τοῦτον ἐδεήθησαν τοῦ βαπτίσματος τοῦ Χριστοῦ· πολλῷ μᾶλλον οὗτος ἐδεήθη ἄν. Τί οὖν ἔστιν εἰπεῖν; οὐδὲ γὰρ ἁπλῶς ἐφεξῆς ἔθηκεν ἀμφότερα ὁ συγγραφεύς. Ἐμοὶ δοκεῖ εἷς οὗτος εἶναι τῶν ἑκατὸν εἴκοσι τῶν μετὰ τῶν ἀποστόλων βαπτισθέντων· ἢ εἰ μὴ τοῦτο, ὅπερ ἐπὶ τοῦ Κορνηλίου γέγονε, γεγένηται καὶ ἐπὶ τούτου. Ἀλλ' οὐ βαπτίζεται, ἀλλ' ὅτε ἀκριβέστερον αὐτῷ ἐξέθεντο. Τοῦτο δὲ εἶναί μοι ἀληθὲς φαίνεται, ὅτι καὶ βαπτισθῆναι αὐτὸν ἔδει· ἐπεὶ οἱ δώδεκα οἱ ἄλλοι οὐδὲν ᾔδεσαν ἀκριβὲς, οὐδὲ τὰ περὶ τοῦ Ἰησοῦ. Εἰκὸς δὲ αὐτὸν καὶ βαπτισθῆναι. Πλὴν εἰ καὶ αὐτοὶ οἱ Ἰωάννου μετὰ τὸ βάπτισμα πάλιν ἐβαπτίζοντο, ἔδει καὶ τοὺς μαθητὰς τοῦτο ποιῆσαι. Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν 60.283 τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν. Ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσι διὰ τῆς χάριτος. Εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἐγένετο δὲ ἐν τῷ τὸν Ἀπολλὼ εἶναι ἐν Κορίνθῳ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη, ἐλθεῖν εἰς Ἔφεσον. Καὶ εὑρών τινας μαθητὰς, εἶπε πρὸς αὐτούς· Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Οἱ δὲ εἶπαν πρὸς αὐτόν· Ἀλλ' οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν, ἠκούσαμεν. Εἶπέ τε πρὸς αὐτούς· Εἰς τί οὖν ἐβαπτίσθητε; Οἱ δὲ εἶπον· Εἰς τὸ Ἰωάννου βάπτισμα. Εἶπε δὲ Παῦλος· Ἰωάννης μὲν ἐβάπτισε βάπτισμα μετανοίας, τῷ λαῷ λέγων, εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν ἵνα πιστεύσωσι· τουτέστιν, εἰς τὸν Χριστὸν Ἰησοῦν. Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ. Καὶ ἐπιθέντος αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ Πνεῦμα τὸ ἅγιον ἐπ' αὐτούς· ἐλάλουν τε γλώσσαις καὶ προεφήτευον. Ἦσαν δὲ οἱ πάντες ἄνδρες ὡσεὶ δεκαδύο. Πολλῷ οὗτοι ἐκείνου διεστήκασιν, οἱ μηδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν εἰδότες. Οὗτοι οὖν, οἳ καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ὁδὸν τοῦ Κυρίου, καὶ προπέμπουσι, καὶ γράμματα ἐπιδιδόασιν. Ἐβούλετο μὲν οὖν καὶ αὐτὸς ἀπελθεῖν εἰς Ἀχαΐαν· πρὸ δὲ τοῦ προτρέψαι, καὶ γράμματα δοῦναι αὐτῷ τοὺς ἀδελφοὺς, οὐκ ἀναχωρεῖ. Ὃς παραγενόμενος συνεβάλετο, φησὶ, τοῖς πεπιστευκόσιν· εὐτόνως γὰρ διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνύων διὰ τῶν Γραφῶν εἶναι τὸν Χριστὸν Ἰησοῦν. Ἐντεῦθεν πῶς ἦν δυνατὸς ἐν ταῖς Γραφαῖς Ἀπολλὼς δείκνυσι. Τοὺς μὲν γὰρ Ἰουδαίους σφόδρα ἐπεστόμιζε (τοῦτο γάρ ἐστι τὸ, ∆ιακατηλέγχετο), τοὺς δὲ πιστεύοντας θαῤῥεῖν μᾶλλον ἐποίει, καὶ ἵστασθαι πρὸς τὴν πίστιν. Ἐγένετο δὲ, φησὶ, Παῦλον διελθόντα τὰ ἀνωτερικὰ μέρη ἐλθεῖν εἰς Ἔφεσον. Ταῦτα δὴ τὰ κατὰ Καισάρειαν καὶ τὰ λοιπά. Καὶ εὑρών τινας μαθητὰς, εἶπε πρὸς αὐτούς· Εἰ Πνεῦμα ἅγιον ἐλάβετε πιστεύσαντες; Ὅτι οὐδὲ εἰς Χριστὸν ἐπίστευον οὗτοι, δῆλον ἐκ τοῦ εἰπεῖν· Εἰς τὸν ἐρχόμενον μετ' αὐτὸν, ἵνα πιστεύσωσι. Καὶ οὐκ εἶπεν, Οὐδέν ἐστι τὸ βάπτισμα Ἰωάννου· ἀλλ' ὅτι ἀτελές. Καὶ οὐδὲ τοῦτο προσέθηκεν ἁπλῶς, ἀλλ' ἵνα διδάξῃ καὶ πείσῃ αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Ἰησοῦ βαπτισθῆναι· ὃ καὶ ποιοῦσι, καὶ τὸ Πνεῦμα λαμβάνουσι τῇ ἐπιθέσει τῶν χειρῶν Παύλου. Ἐπιθέντος γὰρ, φησὶν, αὐτοῖς τοῦ Παύλου τὰς χεῖρας, ἦλθε τὸ