217
ζέων. 60.285 Ἐμοὶ δὲ δοκεῖ, ὅτι καὶ πολλὴ ἦν ἡ παῤῥησία τοῦ ἀνδρός. Ἀλλ' εἰ καὶ ἀκριβῶς ἐλάλει τὰ περὶ τοῦ Ἰησοῦ, ὅμως ἐδεῖτο ἔτι ἀκριβεστέρας διδασκαλίας. Οὕτω καίτοι οὐκ εἰδὼς πάντα, ἀπὸ τῆς προθυμίας ἐπεσπάσατο τὸ Πνεῦμα τὸ ἅγιον, καθάπερ οἱ περὶ Κορνήλιον. Τάχα πολλοὶ ποθοῦσιν, εἰ καὶ νῦν ἦν, τὸ τοῦ Ἰωάννου βάπτισμα. Ἀλλὰ πολλοὶ ἂν ἠμέλησαν βίου ἐναρέτου, ἢ καὶ ἐνομίσθη ἂν ἕκαστος διὰ τοῦτο, καὶ οὐ διὰ βασιλείαν οὐρανῶν, ἐφίεσθαι τῆς ἀρετῆς. Ἄλλως δὲ πολλοὶ ἂν ἐγένοντο ψευδοπροφῆται, καὶ οὐκ ἂν λοιπὸν οἱ δόκιμοι σφόδρα ἐφάνησαν, οὐδ' ἂν ἐμακαρίσθησαν οἱ τὴν πίστιν ἁπλῶς παραδεξάμενοι. Ὥσπερ οὖν Οἱ μὴ ἰδόντες καὶ πιστεύσαντες μακάριοι, οὕτως οἱ χωρὶς σημείων πιστεύοντες. Εἰπὲ δή μοι, οὐκ ὀνειδίζων Ἰουδαίοις ἔλεγεν ὁ Χριστός· Ἐὰν μὴ σημεῖα ἴδητε, οὐ μὴ πιστεύσητε; Οὐκοῦν οὐδὲν παρεβλάβημεν, εἰ θέλοιμεν προσέχειν ἑαυτοῖς. Τὸ κεφάλαιον ἔχομεν τῶν ἀγαθῶν διὰ τοῦ βαπτίσματος· ἄφεσιν ἁμαρτημάτων ἐλάβομεν, ἁγιασμὸν, Πνεύματος μετάληψιν, υἱοθεσίαν, ζωὴν αἰώνιον. Τί βούλεσθε πλέον; σημεῖα; Ἀλλὰ καταργεῖται. Πίστιν ἔχεις, ἐλπίδα, ἀγάπην, τὰ μένοντα· ταῦτα ζήτει, ταῦτα σημείων μείζω. Οὐδὲν ἀγάπης ἴσον· Μείζων πάντων ἡ ἀγάπη, φησί. Νῦν δὲ ἡ ἀγάπη κινδυνεύει· ὄνομα γὰρ αὐτῆς ὑπολέλειπται μόνον, τὸ δὲ ἔργον οὐδαμοῦ, ἀλλὰ διῃρήμεθα ἀπ' ἀλλήλων. γʹ. Τί οὖν ἄν τις ἐργάσαιτο ὥστε συνάψαι; τὸ μὲν γὰρ ἐγκαλέσαι εὔκολον, ἀλλὰ τοῦτο ἥμισύ ἐστιν. Οὐκοῦν δεικνύναι δεῖ πῶς ἂν ἐργασθείη φιλία· τοῦτο γάρ ἐστι τὸ σπουδαζόμενον, πῶς τὰ μέλη τὰ διεσπασμένα συναγάγωμεν. Οὐ γὰρ τοῦτό ἐστι τὸ ζητούμενον ἁπλῶς, εἰ μίαν Ἐκκλησίαν ἔχομεν, ἢ ἓν δόγμα· ἀλλὰ τὸ δεινὸν τοῦτό ἐστιν, ὅτι ἐν τοῖς ἄλλοις κοινωνοῦντες ἀλλήλοις, ἐν τοῖς ἀναγκαίοις οὐ κοινωνοῦμεν, καὶ μετὰ πάντων εἰρηνεύοντες, ἐν ἀλλήλοις στασιάζομεν. Μὴ γὰρ, εἰ μὴ μάχας καθ' ἑκάστην ποιοῦμεν, σκόπει, ἀλλ' ὅτι οὐδὲ ἀγάπην γνησίαν ἔχομεν καὶ ἀκλινῆ. Ἐπιδέσμων χρεία καὶ ἐλαίου. Ἐννοήσωμεν, ὅτι γνώρισμά ἐστιν ἡ ἀγάπη τῶν μαθητῶν τοῦ Χριστοῦ, ὅτι ταύτης χωρὶς οὐδὲν ἰσχύει τὰ ἄλλα· ὅτι ἄπονόν ἐστι πρᾶγμα, ἐὰν θέλωμεν. Ναὶ, φησὶν, οἴδαμεν ταῦτα, ἀλλὰ πῶς, ἵνα κατορθωθῇ; Τί, ἵνα γένηται; πῶς, ἵνα φιλῶμεν ἀλλήλους; Πρότερον τὰ ἀναιρετικὰ τῆς ἀγάπης ἐξέλωμεν, καὶ τότε στήσομεν ταύτην. Μηδεὶς ἔστω μνησίκακος, μηδεὶς ἔστω βάσκανος, μηδεὶς χαιρέκακος· ταῦτά ἐστι τὰ κωλυτικά· τὰ δὲ ποιητικὰ ἕτερα. Οὐκ ἀρκεῖ τὰ κωλύοντα ἀνελεῖν, ἀλλὰ καὶ τὰ ἱστῶντα χρὴ ὑποδεικνύναι. Ὁ μὲν οὖν Σιρὰχ λέγει τὰ ἀναιρετικὰ, καὶ οὐκ ἔτι τὰ συνάπτοντα, ὀνειδισμὸν φάσκων καὶ μυστηρίου ἀποκάλυψιν καὶ πληγὴν δολίαν. Ἀλλ' ἐπ' ἐκείνων μὲν εἰκότως ταῦτα, ἅτε σαρκικῶν ὄντων· ἐφ' ἡμῶν δὲ μὴ γένοιτο· οὐκ ἀπὸ τούτων ὑμᾶς ἐνάγομεν, ἀλλ' ἀπὸ τῶν ἄλλων. Οὐδὲν ἡμῖν ἐστι χρηστὸν φιλίας χωρίς. Ἔστω μυρία ἀγαθὰ, ἀλλὰ τί τὸ ὄφελος; ἔστω πλοῦτος, ἔστω τρυφὴ φίλων χωρὶς, ἀλλὰ τί τὸ κέρδος; Οὐδὲν κτῆμα τούτου κάλλιον καὶ ἐν τοῖς βιωτικοῖς πράγμασιν, ὥσπερ οὖν τῶν ἐχθραινόντων οὐδὲν χαλεπώτερον. Ἀγάπη καλύπτει πλῆθος ἁμαρτημάτων· ἡ δὲ ἔχθρα καὶ τὰ οὐκ ὄντα ὑποπτεύει. Οὐκ ἀρκεῖ μὴ εἶναι ἐχθρὸν, ἀλλὰ δεῖ καὶ φιλεῖν. Ἐννόησον, ὅτι ὁ Χριστὸς ἐκέλευσε, καὶ ἀρκεῖ τοῦτο. Καὶ θλῖψις ποιεῖ φιλίας, καὶ συνάγει. Τί οὖν, φησὶ, νῦν, ὅτε θλῖψις οὐκ ἔστιν; εἰπὲ, πῶς, ἵνα 60.286 γενώμεθα φίλοι; Οὐκ ἔχετε φίλους ἄλλους, εἰπέ μοι; πῶς αὐτῶν ἐστε φίλοι; πῶς διαμένετε; Τέως μηδεὶς μηδένα ἐχθρὸν ἐχέτω· οὐκ ἔστι τοῦτο μικρόν· μηδεὶς φθονείτω· οὐκ ἔνι τὸν μὴ φθονοῦντα κατηγορεῖν. Μίαν οἰκοῦμεν οἰκουμένην ἅπαντες, τοῖς αὐτοῖς τρεφόμεθα καρποῖς. Ἀλλὰ ταῦτα μικρά· τοῖς αὐτοῖς μυστηρίοις, τῆς αὐτῆς πνευματικῆς τροφῆς ἀπολαύομεν. Ταῦτα δήπου ἐστὶ δικαιώματα τοῦ φιλεῖν. Πῶς οὖν θερμῶς διακεισόμεθα, φησί; Τί ποιεῖ σωμάτων ἔρωτα; Λαμπρότης σώματος. Οὐκοῦν καὶ τὰς ψυχὰς καλὰς ἐργασώμεθα, καὶ ἐσόμεθα ἀλλήλοις ἐπέραστοι· οὐ γὰρ δὴ φιλεῖν δεῖ μόνον, ἀλλὰ καὶ φιλεῖσθαι. Πρῶτον τοῦτο κατορθώσωμεν, ὥστε φιλεῖσθαι, καὶ ἐκεῖνο εὔκολον ἔσται. Πῶς οὖν ἔσται ἵνα