1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

218

φιλώμεθα; Γενώμεθα καλοὶ, καὶ τοῦτο ἐργαζώμεθα, ὥστε ἐραστὰς ἔχειν ἀεί. Μηδεὶς σπουδαζέτω μὴ χρήματα κτᾶσθαι, μὴ ἀνδράποδα, μὴ οἰκίας, ὡς τὸ φιλεῖσθαι, ὡς ὄνομα χρηστὸν ἔχειν. Κρεῖττον ὄνομα, ἢ πλοῦτος πολύς. Τὸ μὲν γὰρ μένει, ὁ δὲ ἀπόλλυται· καὶ τὸ μὲν δυνατὸν κτήσασθαι, ἐκεῖνο δὲ ἀδύνατον. Ὁ μὲν γὰρ πονηρὰν δόξαν λαβὼν, δυσκόλως αὐτὴν ἀποθήσεται· ὁ δὲ πένης ταχέως ἀπὸ τοῦ ὀνόματος ἔσται πλούσιος. Ἔστω τις μυρία τάλαντα ἔχων, ὁ δὲ φίλους ἑκατόν· οὗτος ἐκείνου εὐπορώτερος. Μὴ τοίνυν ἁπλῶς τοῦτο ποιῶμεν, ἀλλ' ἐργαζώμεθα ὡς εὐπορίαν τινά. Καὶ πῶς δυνάμεθα, φησί; Λάρυγξ γλυκὺς πληθύνει φίλους αὐτοῦ, καὶ γλῶσσα εὐχάριστος. Στόμα εὔφημον κτησώμεθα, καὶ τρόπους καθαρούς. Οὐκ ἔνι λαθεῖν τὸν οὕτω διακείμενον. δʹ. Ὅρα πόσα οἱ ἔξωθεν ἐπενόησαν φιλικὰ, συντεκνίαν, γειτονίαν, συγγενείας. Ἀλλὰ τούτων πάντων τὰ παρ' ἡμῖν μείζονα· ἡ τράπεζα αὕτη αἰδεσιμωτέρα. Πολλοὶ δὲ τῶν προσιόντων οὐδὲ ἴσμεν ἀλλήλους. Τὸ πλῆθος τοῦτο ποιεῖ, φησίν. Οὐδαμῶς, ἀλλ' ἡ ἡμετέρα νωθεία. Τρισχίλιοι ἦσαν καὶ πεντακισχίλιοι, καὶ πάντες εἶχον ψυχὴν μίαν· νῦν δὲ ἕκαστος τὸν ἀδελφὸν ἀγνοεῖ, καὶ οὐκ αἰσχύνεται τὸ πλῆθος αἰτιώμενος. Ὁ μέντοι πολλοὺς φίλους ἔχων, ἀνάλωτος ἅπασίν ἐστι, τυράννου παντὸς οὗτος ἰσχυρότερος. Οὐχ οὕτως ἐκεῖνον οἱ δορυφόροι φυλάττουσιν, ὡς τοῦτον οἱ φίλοι· καὶ λαμπρότερος οὗτος ἐκείνου. Ὁ μὲν γὰρ παρὰ τῶν αὐτοῦ δούλων φυλάττεται, ὁ δὲ παρὰ τῶν ὁμοτίμων· καὶ ὁ μὲν παρὰ ἀκόντων καὶ δεδοικότων, οὗτος δὲ παρὰ ἑκόντων, καὶ οὐ δεδοικότων· καὶ ἔστιν ἰδεῖν πρᾶγμα θαυμαστὸν, ἐν πολλοῖς ἕνα, καὶ ἐν ἑνὶ πολλούς. Καὶ καθάπερ ἐπὶ κιθάρας διάφοροι μὲν οἱ φθόγγοι, μία δὲ ἡ συμφωνία, εἷς δὲ ὁ μουσικὸς ὁ τὴν κιθάραν μεταχειρίζων· οὕτως ἐνταῦθα, κιθάρα μὲν ἔστιν αὐτὴ ἡ ἀγάπη, φθόγγοι δὲ ἠχοῦντες τὰ δι' ἀγάπης προφερόμενα ῥήματα φιλικὰ, μίαν καὶ τὴν αὐτὴν ἅπαντες ἀφιέντες ἁρμονίαν καὶ συμφωνίαν· ὁ δὲ μουσικὸς ἡ τῆς ἀγάπης δύναμις· αὕτη κρούει τὸ μέλος τὸ ἡδύ. Ἐβουλόμην ὑμᾶς ἀγαγεῖν εἰς πόλιν τοιαύτην, εἴ γε δυνατὸν, ἔνθα μία ψυχὴ, ἦν, καὶ εἶδες ἂν ὅπως πάσης κιθάρας καὶ παντὸς αὐλοῦ ἁρμοδιωτέρα ἡ ἐκεῖ συμφωνία, οὐδὲν ἀπηχὲς ᾄδουσα μέλος. Τοῦτο καὶ ἀγγέλους καὶ τὸν ἀγγέλων ∆εσπότην Θεὸν εὐφραίνει τὸ μέλος· τοῦτο ὅλον τὸ ἐν τῷ οὐρανῷ θέατρον διανίστησι· τοῦτο καὶ δαιμόνων κηλεῖ θυμὸν, παθῶν καταθέλγει ὁρμάς. Τοῦτο τὸ μέλος οὐ μόνον πάθη κηλεῖ, ἀλλ' οὐδὲ διαναστῆναι ἀφίησι, καὶ πολλὴν τὴν σιγὴν ἐργάζεται. Καθάπερ γὰρ ἐν θεά 60.287 τρῳ χοροῦ μουσικῶν πάντες μετὰ σιγῆς ἐπακούουσι, καὶ οὐδεὶς ἐκεῖ θόρυβος· οὕτω καὶ ἐν τοῖς φίλοις, τῆς ἀγάπης κρουούσης, πάντα ἠρεμεῖ τὰ πάθη καὶ κατακοιμίζεται, καθάπερ θηρία κηλούμενα καὶ θελγόμενα, ὥσπερ οὖν ἔνθα ἔχθρα, πάντα τὰ ἐναντία. Ἀλλὰ μηδὲν περὶ ἔχθρας τέως εἴπωμεν· περὶ φιλίας λέγωμεν μόνον. Ἂν εἴπῃς τι προπετὲς, οὐδεὶς ὁ ἐπιλαμβανόμενος, ἀλλὰ πάντες συγγινώσκουσιν· ἂν πράξῃς, οὐδεὶς ὑποπτεύει, ἀλλὰ πολλὴ ἡ συγγνώμη· πάντες οἱ χεῖρα ὀρέγοντες πίπτοντι πρόχειροι· πάντες οἱ βουλόμενοι στῆναι πρόθυμοι. Τεῖχος ὄντως ἀῤῥαγὲς ἡ φιλία, καὶ οὐδὲ τῷ διαβόλῳ ἁλώσιμον, μήτι γε ἀνθρώποις. Οὐκ ἔνι κινδύνῳ περιπεσεῖν τὸν φίλους κεκτημένον πολλούς· οὐκ ἔνι ὀργῆς ὑπόθεσιν σχεῖν, ἀλλὰ θυμηδίας· ἐν γέλωτι ἀεί ἐστι καὶ τρυφῇ· οὐκ ἔνι βασκανίας ὑπόθεσιν σχεῖν· οὐκ ἔνι μνησικακίας ἀφορμήν. Ὅρα τὸν τοιοῦτον καὶ τὰ πνευματικὰ καὶ τὰ σαρκικὰ κατορθοῦντα μετ' εὐκολίας. Τί δὴ οὖν τούτου ἴσον γένοιτ' ἄν; Ὥσπερ πόλις τετειχισμένη πάντοθεν οὗτός ἐστιν, ἐκεῖνος δὲ ὥσπερ πόλις ἀτείχιστος. Μεγάλης σοφίας τὸ δύνασθαι φιλίας εἶναι δημιουργόν. Ἄνελε τὴν φιλίαν, καὶ πάντα ἀνεῖλες, πάντα συνέχεες. Εἰ δὲ εἰκὼν φιλίας τοσαύτην ἔχει τὴν ἰσχὺν, αὐτὴ ἡ ἀλήθεια πόση τις ἂν εἴη; Κατασκευάσωμεν τοίνυν ὑμῖν φίλους, παρακαλῶ, καὶ ταύτην ἕκαστος ἐχέτω τὴν τέχνην. Ἀλλ' ἰδοὺ, φησὶν, ἐγὼ σπουδάζω, ἐκεῖνος δὲ οὐ σπουδάζει. Πλείων ὁ μισθὸς οὕτως ἔσται σοι. Ναὶ, φησὶν, ἀλλὰ τὸ πρᾶγμα δυσκολώτερον. Πῶς, εἰπέ μοι; Ἰδοὺ διαμαρτύρομαι καὶ λέγω, ὅτι δέκα μόνον ἐὰν συμφράξητε ἑαυτοὺς,