1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

219

καὶ ἔργον τοῦτο θῆτε καθάπερ οἱ ἀπόστολοι τὸ 60.288 κηρύττειν, καθάπερ οἱ προφῆται τὸ διδάσκειν, οὕτω καὶ ἡμεῖς τὸ φίλους ποιεῖν, μισθὸς ἔσται μέγας. Βασιλικὰς εἰκόνας ἡμῖν αὐτοῖς κατασκευάζωμεν· τοῦτο γνώρισμα μαθητῶν. Καὶ πῶς οὐ μεῖζον ἐργαζόμεθα, ἢ εἰ δύναμιν αὐτοῖς ἐνετίθεμεν νεκροὺς ἀνιστᾷν; Τὸ διάδημα καὶ ἡ ἁλουργὶς δείκνυσι τὸν βασιλέα, καὶ τούτων οὐκ ὄντων, κἂν χρυσᾶ ἔχῃ ἱμάτια, οὔπω ὁ βασιλεὺς δῆλος. Οὕτω δὴ καὶ νῦν, τὸ γνώρισμα σὺ ἐργάζου, καὶ ποιήσεις σεαυτῷ φίλους καὶ ἄλλοις. Οὐδείς ἐστιν ὅστις φιλούμενος θελήσει μισεῖν. Μάθωμεν τὰ χρώματα, δι' ὧν κεράννυνται, δι' ὧν αὕτη συντίθεται ἡ εἰκών· εὐπροσήγοροι ὦμεν· μὴ περιμένωμεν τοὺς πλησίον. Μὴ εἴπῃς· Ἐὰν ἴδω τινὰ περιμένοντα, χείρων αὐτοῦ γίνομαι· ἀλλὰ μᾶλλον ὅταν ἴδῃς, πρόλαβε καὶ σβέσον αὐτοῦ τὸ πάθος. Ὁρᾷς κάμνοντα, καὶ ἐπιτείνεις τὴν νόσον; Τοῦτο μάλιστα πρὸ πάντων κατορθώσωμεν, τὸ προηγεῖσθαι τῇ τιμῇ ἀλλήλους· τὸ ἡγεῖσθαι ἀλλήλους ὑπερέχοντας ἑαυτῶν, μὴ νομίσῃς ἐλαττοῦσθαι. Ἂν ἄρα προηγήσῃ τῇ τιμῇ, σαυτὸν ἐτίμησας πλέον, εἰς τὸ πλέον τιμηθῆναι ἐπισπώμενος. Πανταχοῦ τῶν πρωτείων ἑτέροις παραχωρῶμεν. Μηδὲν τῶν εἰς ἡμᾶς εἰργασμένων δεινῶν μνημονεύωμεν, ἀλλ' εἴ τι ἀγαθόν. Οὐδὲν οὕτω ποιεῖ φίλον, ὡς γλῶσσα εὐχάριστος, στόμα εὔφημον, ψυχὴ ἄτυφος, κενοδοξίας ὑπεροψία, τιμῆς καταφρόνησις. Ἂν ταῦτα κατορθώσωμεν, δυνησόμεθα γενέσθαι ἀχείρωτοι ταῖς παγίσι τοῦ διαβόλου, καὶ μετὰ ἀκριβείας τὴν ἀρετὴν διανύσαντες τῶν ἐπηγγελμένων ἀγαθῶν τοῖς ἀγαπῶσιν αὐτὸν ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ, ἅμα τῷ ἁγίῳ Πνεύματι, δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

60.287 ΟΜΙΛΙΑ ΜΑʹ. Εἰσελθὼν δὲ εἰς τὴν συναγωγὴν, ἐπαῤῥησιάζετο ἐπὶ μῆνας τρεῖς, διαλεγόμενος καὶ πείθων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ.

αʹ. Ὅρα πανταχοῦ ἑαυτὸν εἰσωθοῦντα εἰς τὰς συναγωγὰς, καὶ οὕτως ἐξιόντα·

πανταχοῦ γὰρ παρ' αὐτῶν ἐβούλετο λαβεῖν ἀφορμὴν, ὅπερ ἔφην. Τά τε γὰρ ἔθνη παρεζήλου λοιπὸν, καὶ προθύμως ἀπεδέχοντο αὐτὸν, οἵ τε Ἰουδαῖοι, τῶν ἐθνῶν δεχομένων, μετενόουν. Ἐβούλετο ἀποστῆσαι τοὺς μαθητὰς ἐκεῖθεν καὶ παρ' αὐτῶν λαβεῖν τὴν ἀρχὴν, ὥστε μὴ συνάγεσθαι· καὶ οὐχ ἁπλῶς τοῦτο ἐποίει. ∆ιὰ τοῦτο διελέγετο αὐτοῖς συνεχῶς, ὅτι ἔπειθε. Μὴ οὖν ἐπειδὴ παῤῥησίαν ἤκουσας, τραχύτητα νομίσῃς· περὶ χρηστῶν πραγμάτων διελέγετο, περὶ βασιλείας· τίς οὐκ ἂν ἤκουσεν; Ὡς δέ τινες ἐσκληρύνοντο καὶ ἠπείθουν, κακολογοῦντες τὴν ὁδὸν ἐνώπιον τοῦ πλήθους, ἀποστὰς ἀπ' αὐτῶν, ἀφώρισε τοὺς μαθητὰς, καθ' ἡμέραν διαλεγόμενος ἐν τῇ σχολῇ Τυράννου τινός. Τοῦτο δὲ ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας τοὺς κατοικοῦντας τὴν Ἀσίαν ἀκοῦσαι τὸν λόγον τοῦ Κυρίου Ἰησοῦ, Ἰουδαίους τε καὶ Ἕλληνας. Ὁδὸν τὸ κήρυγμα εἰκότως ἐκάλουν. Ὄντως γὰρ αὕτη ἡ ὁδὸς ἦν ἡ ἀπάγουσα εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἐν τῇ σχολῇ, φησὶ, Τυράννου τινὸς διελέγετο. Καὶ τοῦτο ἐγένετο ἐπὶ ἔτη δύο, ὥστε πάντας ἀκοῦσαι τὸν λόγον Ἰουδαίους τε καὶ Ἕλληνας. Ὁρᾷς πόσον ἤνυσεν ἡ ἐπιστασία; Καὶ Ἰουδαῖοι καὶ Ἕλληνες ἤκουον. ∆υνάμεις τε οὐ τὰς τυχού 60.288 σας ἐποίει ὁ Θεὸς διὰ τῶν χειρῶν Παύλου, ὥστε καὶ ἐπὶ τοὺς ἀσθενοῦντας ἐπιφέρεσθαι ἀπὸ τοῦ χρωτὸς αὐτοῦ σουδάρια ἢ σιμικίνθια, παὶ ἀπαλλάσσεσθαι ἀπ' αὐτῶν τὰς νόσους, τά τε πνεύματα τὰ πονηρὰ ἐξέρχεσθαι ἀπ' αὐτῶν. Οὐχὶ φοροῦντες ἥπτοντο μόνον, ἀλλὰ καὶ λαμβάνοντες ἐπετίθεσαν. ∆ιὰ τοῦτο οὐκ εἴα ὁ Χριστὸς ἀπελθεῖν αὐτὸν εἰς τὴν Ἀσίαν, τηρῶν τοῦτον τὸν καιρὸν, ὡς ἔγωγε οἶμαι. Ἐπεχείρησαν δέ τινες ἀπὸ τῶν περιερχομένων Ἰουδαίων ἐξορκιστῶν, ὀνομάζειν ἐπὶ τοὺς ἔχοντας τὰ πνεύματα τὰ πονηρὰ τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ, λέγοντες· Ὁρκίζομεν ὑμᾶς τὸν Ἰησοῦν, ὃν Παῦλος κηρύσσει.